Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν ; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Χρυσοστόμου. Δείξας ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις, ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν ἀντίθεσιν, καὶ φησὶ, “ἀλλὰ λέγω, μὴ, οὐκ ἤκουσαν ” τι γάρ φησιν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν ; εἶτα μεθ’ ὑπερβολῆς ἁπάσης ἡ λύσις τῆς ἀντιθέσεως. τί λέγεις ; οὐκ ἤκουσαν ; ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν. καὶ ὑμεῖς πη οἷς τοσοῦτον ’τον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε ; καὶ πῶς ἃν ἔχοι λόγον ;

Θεοδωρήτου. Πῶς γὰρ οἷόν τε ἦν Ἰουδαίους μὴ ἀκοῦσαι τῶν κατὰ τὴν οἰκουμένην ἀκηκοότων ἐθνῶν ; πρώτοις γὰρ αὐτοῖς οἱ κήρυκες τῆς ἀληθείας προσήνεγκαν τὰ κηρύγματα. καὶ γὰρ αὐτὸς ὁ Κύριος πρὸς αὐτοὺς ἔφη, “ πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα “ τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” καὶ ἐν ταῖς Πράξεσιν οἱ Ἀπόστολοι, “ ὑμῖν ἦν πρῶτον ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ “ Θεοῦ. μὴ, τοίνυν, φησὶ, Θεὸς μὲν καὶ προεβίβασεν Ἀποστόλους, καὶ ἀπεκάλυψεν αὐτοῖς ἃ κηρύξουσιν, αὐτοὶ δὲ κατερραθύμησαν. καὶ τοῖς οὐ πιστεύσασι, τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παραίτιον γέγονεν ; οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο. μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τὸ τοῦ Δαβὶδ, τὸ, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,” καὶ τὰ ἑξῆς.

382
τοῦτο δὲ πρόδηλον, ὅτι οὐχ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ’ ὡς ἁρμόττειν δυνάμενον τοῖς παροῦσι πράγμασιν.