Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.

Χρυσοστόμου. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγαγον ἀντίθεσιν λέγοντες, καὶ μὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλμένοι, καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι, σκόπει τοῦ Παύλου τὴν σύνεσιν. πῶς αὐτὸ τοῦτο ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὃν ἀναιρετικόν. τί γάρ σε σκανδαλίζει, ὦ Ἰουδαῖε, φησὶ, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν, καὶ πραγμάτων ἀπόδειξιν ; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ

380
εὐαγγελίῳ ; τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρημένων, τὸ μὴ πάντας ὑπακούειν. καὶ. γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε, διατί μὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας, πλέον τούτου λέγει. τί γάρ φησι, “ Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν ; εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε, παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους, πιστεῦσαι· τοὺς δὲ πιστεύοντας ἀκοῦσαι πρῶτον· τοὺς δὲ μέλλοντας ἀκοῦσαι, τοὺς κηρύσσοντας ἔχειν· τοὺς δὲ κηρύσσοντας, ἀπεστάλθαι· καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν, καὶ ὅτι ἐκήρυξαν. ἑτέραν πάλιν μέλλων εἰσάγειν ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας ἀσφαλοῦς μαρτυρίας τοῦ προφήτου, καθ’ ἣν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει, καὶ συνείρει τοῖς προτέροις. ἐπειδὴ γὰρ παρήγαγε τὸν προφήτην λέγοντα, “ Κύριε, τίς ἐπίστευσε τῇ “ ἀκοῇ ἡμῶν ;” εὐκαίρως τῆς μαρτυρίας ἐπιλαβόμενος, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἐπειδὴ καθ’ ἕκαστον καιρὸν, σημεῖον ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως· καὶ πολὺ πρὸς τὸ πρᾶγμα κεχηνότες ἦσαν, φησὶ, ὅτι καὶ μὴν ὁ προφήτης, οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ’ ὅτι ἐξ ἀκοῆς ὑμᾶς ἔδει πιστεῦσαι. διὸ πρότερον αὐτὸ κατασκευάζει καὶ φησὶ, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” εἶτα ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. οὐ γὰρ ἁπλῶς ἀκοὴν εἶπον φησὶ, οὐδ’ ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι, ἀλλὰ ἀκοὴν ῥημάτων Θεοῦ. “ ἡ γὰρ ἀκοὴ διὰ ῥήματος Θεοῦ.” οὐ γὰρ τὰ αὐτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον. ὃ σημεῖον ἐστὶν ὑψηλότερον. τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι, ὁμοίως καὶ πιστεύειν καὶ πείθεσθαι δεῖ. Γενναδίου. τάχα δὲ θεὶς τὴν τοῦ Ἡσαίου φωνὴν, τὸ, “ Κύριε “ τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ;” ἔοικε συνιστᾶν ἐκ ταύτης, τὸ εὖ αὐτῷ προειρῆσθαι, τὸ, “ πῶς πιστεύσουσιν οὗ οὐκ ἤκουσαν·” λέγει γάρ· “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο ἐκεῖνο, φησὶν, ὃ μικρῷ πρόσθεν ἐφάσκομεν. ὅτι τὸν πιστεύειν μέλλοντα δεῖ πρότερον τῆς περὶ τοῦ πιστευθησομένου διδασκαλίας ἀκοῦσαι. “ ἡ δὲ ἀκοὴ, διὰ
381
“ ῥήματος Θεοῦ.” ἀντὶ τοῦ, ἡ μέντοι διδασκαλία, δι’ ἐνεργείας θείας τοῖς διδάσκουσι παραγίνεται.

Θεοδωρήτου. Οὐκοῦν ὁ ἀπιστῶν τοῖς θείοις λόγοις, διαπιστεῖ. καὶ ὁ πιστεύων θεία δεχόμενος ῥήματα, καρπὸν προφέρει τῆς ἀκοῆς τὴν πίστιν.

Θεοδώρου Μονάκου. Ἤρτηται μὲν οὖν ἡ πίστις, ἀκοῆς. ἡ δὲ ἀκοῆς ῥήματος. ὅμως θεῖον ἦν τὸ ῥῆμα, καὶ πάντως πιστὸν, καὶ ἐγγυώμενον τῶν λόγων τὴν ἀψεύδειαν. ἀλλ’ οὐκ ἐπίστευσαν. τὸ μέντοι “ τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν,” καὶ οὕτω νοηθήσεται. οἷς ἠκούσαμεν παρὰ σοῦ, καὶ ἐκηρύξαμεν, τίς ἐπίστευσεν ;