Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Προσήκει πρότερον, φησὶ, πιστεῦσαι, εἶτα ἐπικαλέσασθαι. ἀδύνατον δὲ πιστεῦσαι τῆς διδασκαλίας οὐκ ἀκούσαντας. ταύτης δὲ τυχεῖν οἷόν τε οὐδαμῶς. τῶν κηρυττόντων οὐκ ὄντων. καὶ τούτους δὲ πάλιν ἡ χειροτονία ποιεῖ. οὕτω ταῦτα εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν. καὶ τὸ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς κηρύκων ἀποστολῆς· δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι. ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. φέρει τοίνυν τὴν προφητείαν τοῦ Ἠσαίου, καὶ φησὶ, “ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων

379
“ εἰρήνην.” καὶ γὰρ τοῖς Ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν, “ εἰρήνη τῷ οἴκῳ τούτῳ.” κατεμήνυον γὰρ τὰς θείας καταλλαγάς· εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον· ὡς ὑπὸ τῶν δεσποτικῶν ἀπονιφθέντας χειρῶν.

Θεοδώρου Μονάκχου. Εἰρῆσθαι δὲ ταῦτα ἔφη τίς οὐ περὶ τῶν Ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησὶ, οὕτω νομίζονται θαύματος ἄξιοι, πολλῷ γε μᾶλλον ἀναγκαῖον πρᾶγμα καὶ λυσιτελέστατον, ἅπαντας δεῖ νομίζειν, τῶν Ἀποστόλων τὴν διδαχήν.

Ἀποστόλου. ταυτί γε μὴν οὕτω παρὰ τῶν ἑβδομήκοντα εἴρηται. “ ὡς ὥρα ἐπὶ τῶν ὀρέων. ὡς πόδες εὐαγγελιζομένων ἀκοὴν “ εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά.” ἀντὶ τοῦ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνὴν οἱ εὐαγγελιζόμενοι, τὴν εἰρήνην καὶ τὰ ἀγαθά· τῇ μὲν καλλονῇ, τέρπουσαν· τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς.

Χρυσοστόμου. Εἰρηκὼς δὲ ὁ Ἀπόστολος, ἐὰν μὴ ἀποσταλῶ, ἔοικε καὶ περὶ αὐτοῦ λέγειν, ὡς οὐκ ἐξ οἰκείας αὐθεντίας ἦλθεν εἰς τὸ κηρύξαι αὐτοῖς, ἀλλὰ ἀποσταλεὶς παρὰ Χριστοῦ, τούτῳ ἑαυτὸν ἀξιόπιστον ποιῶν. οὐ μόνον δέ φησιν, ὅτι ἀπέσταλμαι, ἀλλὰ καὶ ὅτι πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρηται. ἀξιόπιστος οὖν κατ’ ἄμφω. ἔκ τε τοῦ παρὰ Χριστοῦ ἀπεστάλθαι· ἔκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν.