Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

3

α΄. Περὶ τῆς ἀπογραφῆς.

β΄. Περὶ τῶν ἀγραυλούντων ποιμένων.

γ΄. Περὶ Συμεών.

δ΄. Περὶ Ἄννης τῆς προφήτιδος.

ε΄. Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.

ς΄. Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.

ζ΄. Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.

η΄. Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον,

θ΄. Περὶ τῆς πενθερᾶς Πέτρου.

ι΄. Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

ια΄. Περὶ τῆς ἄγρας τῶν ἰχθύων,

ιβ΄. Περὶ τοῦ λεπροῦ.

ιγ΄. Περὶ τοῦ παραλυτικοῦ.

ιδ΄. Περὶ Λευῒ τοῦ τελώνου.

ιε΄. Περὶ τοῦ ξηρὰν ἔχοντος χεῖρα.

ις΄. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.

ιζ΄. Περὶ τῶν μακαρισμῶν.

ιη΄. Περὶ τοῦ ἑκατοντάρχου.

ἴθ’. Περὶ τοῦ υἱοῦ τῆς χήρας .

κ΄. Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννῃ.

κα΄. Περὶ τῆς ἀλειψάσης τὸν Κυρίον μύρῳ.

κβ΄. Περὶ τῆς παραβολῆς τοῦ σπείροντος.

κγ΄. Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.

κδ΄. Περὶ τοῦ λεγεῶνος.

κε΄. Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.

κς΄. Περὶ τῆς αἱμορρούσης.

κζ΄. Περὶ τῆς ἀποστολῆς τῶν ιβ΄.

κη΄. Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων.

κθ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.

[*](a Hæc Capita dedi e Cod. Bodl.)
4

λ΄. Περὶ τῆς μεταμορφώσεως.

λα΄. Περὶ τοῦ σεληνιαζομένου.

λβ΄. Περὶ τῶν διαλογιζομένων τις μείζων

λγ΄. Περὶ τοῦ ἐπιτρεπομένου ἀκολουθεῖν.

λδ΄. Περὶ τῶν ἀναδειχθέντων ο΄.

λε΄. Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.

λς΄. Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.

λζ΄. Περὶ Μάρθας καὶ Μαρίας.

λῆ. Περὶ προσευχῆς.

’λθ’. Περὶ τοῦ ἔχοντος δαιμόνιον κωφόν.

μ΄. Περὶ τῆς ἐκ τοῦ ὄχλου ἐπαράσης φωνήν.

μὰ. Περὶ τῶν αἰτούντων σημεῖον.

μβ΄. Περὶ τοῦ Φαρισαίου τοῦ καλέσαντος τὸν Ἰησοῦν.

μγ΄. Περὶ τοῦ ταλανισμοῦ τῶν νομικῶν.

μδ΄. Περὶ τῆς ζύμης τῶν Φαρισαίων.

με. Περὶ τοῦ θέλοντος μερίσασθαι τὴν κληρονομίαν.

μς΄. Περὶ τοῦ οὐτ’ ηὐφόρησεν ἡ χώρα πλουσίου.

μζ΄. Περὶ τῶν Γαλιλαίων καὶ τῶν ἐν τῷ Σιλωάμ.

μὴ. Περὶ τῆς ἐχούσης πνεῦμα ἀσθενείας.

μθ΄. Περὶ τῶν παραβολῶν.

ν΄. Περὶ τοῦ ἐπερωτήσαντος εἰ ὀλίγοι οἱ σωζόμενοι.

να΄. Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην.

νβ΄. Περὶ τοῦ ὑδρωπικοῦ.

νγ΄. Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.

νδ΄. Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.

νε΄. Περὶ οἰκοδομῆς πύργου παραβολή.

νς΄. Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.

νζ΄. Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.

νη’. Περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου.

νθ΄. Περὶ τῶν ι΄ λεπρῶν.

ξ΄. Περὶ τοῦ κριτοῦ τῆς ἀδικίας.

ξα΄. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.

ξβ΄. Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλούσιον.

ξγ΄. Περὶ τοῦ τυφλοῦ.

ξδ΄. Περὶ τοῦ Ζακχαίου.

ξε΄. Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.

ξς΄. Περὶ τῶν λαβόντων τὰς μνᾶς.

ξζ΄. Περὶ τοῦ πώλου.

ξῆ. Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον ἀρχιερέων.

ξθ΄. Περὶ τοῦ ἀμπελῶνος.

5

ο΄. Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.

ὄα. Περὶ τῶν Σαδδουκαίων.

οβ΄. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.

ογ΄. Περὶ τῆς τὰ β΄ λεπτά.

ὂν. Περὶ τῆς συντελείας.

οε΄. Περὶ τοῦ Πάσχα.

ὃς. Περὶ τῶν φιλονεικησάντων τίς μείζων.

οζ΄. Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.

οη΄. Περὶ τῶν κοπτομένων γυναικῶν.

ὅθ’. Ἐξουθένησις Ἡρώδου.

π΄. Περὶ τοῦ μετανοήσαντος λῃστοῦ.

πα. Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου.

πβ΄. Περὶ τοῦ Κλεόπα.

6

Του Ἁγίου Ἰωάννου Τοῦ ἂν, οὐκ ἐπειδὴ βέβαια καὶ ἀκίνητα μόνον ἐστὶν ἀγαθὰ καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν, ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας ἁπάσης ἡμῖν ἐδόθη· οὐδὲ γὰρ πονήσαντες καὶ ἱδρώσαντες, ἀλλ’ ἀγαπηθέντες ὑπὸ τοῦ Θεοῦ μόνον, ἐλάβομεν ἅπερ ἐλάβομεν. Εὐαγγέλιον δέ ἐστι λόγος περιέχων ἐπαγγελίαν πραγμάτων κατὰ τὸ Εὐαγγέλιον, διὰ τὸ ὠφελεῖν εὐφραίνων τὸν ἀκούοντα, ἐπὰν παρα- δέξηται τὸ ἐπαγγελλόμενον.

Λουκᾶς ὁ μακάριος, ἰατρὸς μὲν ἦν τὴν τέχνην, γέγονε δὲ καὶ ψυχῶν ἰατρὸς, ἀναβὰς ἀπὸ τοῦ ἐλάττονος ἐπὶ τὸ κρεῖττον. καταλέλοιπε γὰρ ἡμῖν τῶν Ἰησοῦ λόγων τε καὶ θαυμάτων τὴν μνήμην ἔγγραφον. μόνος δὲ τῶν ἄλλων Εὐαγγελιστῶν ἀκριβῶς ἐποιήσατο τὴν τοῦ Εὐαγγελίου γραφὴν, καὶ πολλὰ τῶν τοῖς ἄλλοις σεσιωπημένων, οὗτος ἀπεμνημόνευσέ τε καὶ διεξῆλθεν ἀκριβῶς, διὸ καὶ τὸ προοίμιον τῆς Εὐαγγελικῆς γραφῆς ἀκρίβειαν ἐπαγγέλλεται.

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.

Τοῦ ἐν Ἁγίοισ Τίτου ὲπισκόπου Βοστρῦν, καὶ Ὠριγένουσ. Τὸ “ ἐπεχείρησαν” ἐνταῦθα ἀντὶ ὅτι χωρὶς χαρίσματος ἦλθον εἰς τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων τινὲς, χρὴ νοεῖν. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν ἀλλ’ ἔγραψεν ἀπὸ ἁγίου Πνεύματος, ὁμοίως καὶ Μάρκος καὶ Ἰωάννης, παραπλησίως δὲ καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατ’ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν ιβ΄ Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. πολλὰ δὲ καὶ ἕτερα φέρονται, ἀλλὰ τὰ τέσσαρα

7
μόνα ἡ τοῦ Χριστοῦ Ἐκκλησία προσδέχεται. “ πεπληροφορημένων” δὲ λέγει, ὡς οὐχ ἁπλῶς τῷ λόγῳ παραδεδομένων, οὐδὲ ψιλῇ τῇ πίστει παρειλημμένων, ἀλλὰ περὶ ὧν ἐν πληροφορίᾳ γέγονεν αὐτοῖς παρηκολουθηκὼς τοῖς ἔργοις· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοὺς ἁγίους Ἀποστόλους.

Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας.

ἘΞ ἀνεπιγράφου. Λαμβάνει πρῶτον τὸν χρόνον, ἵνα μὴ τῶν πραγμάτων ὁ καιρὸς, καί φησι, βασιλεὺς τῆς Ἰουδαίας, ἐπειδὴ τὰ παρὰ Ἰουδαίοις ἐδίδαξε, συνήθως τοῖς προφήταις τοῦ βασιλέως τῶν Ἰουδαίων φέρει τὸν χρόνον, καὶ οὕτως στηρίζει τῆς παρουσίας τοῦ Ἰησοῦ τὴν γνῶσιν.

Ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά.

ΕΞ ἀνεπιιγράφου. Πατέρα δὲ Ἰωάννου ὀνομάζει, ἵνα προδρόμου ἄρξηται τῆς Εὐαγγελικῆς ἱστορίας, καὶ οὕτως εἰς τὸν Ἰησοῦν παραγένηται· διὸ καὶ τὴν γέννησιν αὐτοῦ πρώτην ὁ Εὐαγγελιστὴς ἐξηγεῖται, θαυματούργημα οὖσαν Θεοῦ, ὅπερ καὶ αὐτὸ πρόφασιν εἶχε πίστεως ἀγαθῆς.

Οτι περ δύο ἦσαν ἱερεῖς ἐκ διαδοχῆς τὴν λειτουργίαν ποιοῦντες, ὁ Ἀβιὰ οὕτω λεγόμενος, καὶ ὁ Ζαχαρίας. ἐπεὶ οὖν ἱεράτευσεν ἐν τῇ λειτουργίᾳ ὁ Ἀβιὰ, μετὰ τὴν ἐκείνου ἐφημερίαν ἐλειτούργει ὁ Ζαχαρίας. ἐφημερίαν δὲ χρὴ νοεῖν οὐ τὸ πρὸς ἡμέραν παραμένειν καὶ λειτουργεῖν ἐν τῷ ἱερῷ, ἀλλὰ τὸ πρὸς ἑβδομάδα· δεῖξαι δὲ θέλων ὅτι ἑκατέρωθεν νομίμως ἐτύγχανεν ἱερεὺς ὁ Ζαχαρίας, φησὶ, “ καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών.”

Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ.

Τὸ εἶναι δὲ δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος· αὐτὸς γὰρ ἐπίσταται μόνος τὰς τῶν ἀνθρώπων καρδίας. καὶ γὰρ ἐνδέχεται κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας, μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς.

τίνος δὲ ἕνεκεν πρόσκειται ταῖς ἐντολαῖς καὶ τοῖς δικαιώμασι τοῦ Κυρίου τὸ ἄμεμπτον; ἐπειδή περ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἣ ἀνθρωπαρεσκείας, ἣ ἑτέρου τινὸς τοιούτου οὐκ εἶχον.

8

βουλόμενος δὲ δεῖξαι ὅτι ἡ τοῦ Κυρίου γένεσις ἡ παράδοξος, ἄλλην πρὸ ἑαυτῆς κατεσκεύασε γένεσιν, καὶ ὅτι τῆς φύσεως ἐστι δημιουργὸς ὁ ἐπιδημῶν, ἐπήγαγε λέγων· “ καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καὶ τὰ ἑξῆς.

Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου.

Καὶ ἐπειδὴ οὐ πᾶσι φαίνεται ὁ Θεὸς, ἢ οἱ Ἄγγελοι αὐτοῦ, εἰ μὴ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, ἦν δὲ ὁ Ζαχαρίας τοιοῦτος, διὰ τοῦτο ὤφθη αὐτῷ Ἄγγελος Κυρίου.

“ τοῦ θυσιαστηρίου δὲ τοῦ θυμιάματος” εἶπεν, ἐπειδὴ ἦν καὶ ἕτερον θυσιαστήριον χαλκοῦν τὸ τῶν ὁλοκαρπωμάτων. “Ἐτα- “ ράχθη δὲ Ζαχαρίας,” καὶ τὰ ἑξῆς . διότι ξενίζουσα ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητή· ἀλλ’ ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ὁ Ἄγγελος, εἰπὼν αὐτῷ, “ μὴ φοβοῦ Ζα- “ χαρία,” καὶ ἀνακτᾶται αὐτόν.

Τοῦ χρυσοστόμου. Ποῖα δὲ αὕτη ἀκολουθία, ὅτι ὑπὲρ τοῦ λαοῦ παρακαλοῦντος τοῦ Ζαχαρίου, καὶ ὑπὲρ ἁμαρτημάτων δεομένου, καὶ συγγνώμην αἰτοῦντος τοῖς συνδούλοις, εἰπεῖν πρὸς αὐτὸν τὸν Ἄγγελον, “ μὴ φοβοῦ, εἰσηκούσθη γὰρ ἡ δέησίς σου,” καὶ τοῦ ἀκουσθῆναι ἀπόδειξιν ποιεῖται, τὸ τεχθήσεσθαι αὐτῷ παῖδα τὸν Ἰωάννην ; καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ λαοῦ παρεκάλει, ἔμελλε δὲ τίκτειν τὸν υἱὸν βοῶντα, ‘ ἴδε ὸ ἀμνὸς του Θεοῦ ο αἴρων τὴν ἁμαρτίαν, καὶ τὰ ἐξῆς, εἰκότως φησὶν ἠκούσθη ἡ δέησίς σου, καὶ τέξῃ υἱόν.

Μέγεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ Θεοῦ. ἔστι γὰρ μέγεθος ψυχῆς κατὰ ἀρετὴν, καὶ ἔστι τις σμικρότης ψυχῆς. ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ Εὐαγγελίῳ, “ μὴ “ καταφρονήσητε ἑνὸς τῶν σμικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ·” μικρὸν γὰρ ἐκεῖ τὸν ἐναντίον τῷ μεγάλῳ λέγει· ὅτι ὁ τυχὼν ὁ μικρός ἐστι, δῆλον ἐκ τοῦ “ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν σμικρῶν τούτων·” μέγας γὰρ οὐ σκανδαλίζεται, ἀλλ’ ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστι·

Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου.

Ἴδου καὶ ἐνταῦθα “ ἐνώπιον Κυρίου” λέγει, ὥσπερ καὶ περὶ τῶν τεκόντων αὐτὸν εἴρηται.

9

Σίκερα δὲ ἐστὶ πᾶν τὸ μέθην μὲν ποιεῖν δυνάμενον, οὐκ ὃν δὲ ἐξ ἀμπέλου.

Ἐπλήσθη δὲ Πνεύματος Ἁγίου ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ὑπάρχων ὁ Ἰωάννης, ἡνίκα ἐλθούσης τῆς μητρὸς τοῦ Κυρίου πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησεν ἐν ἀγαλλιάσει.

Καὶ ὁ μὲν Ἰωάννης, πολλοὺς τῶν υἱῶν ἐπέστρεψε πρὸς Κύριον τὸν Θεὸν ἡμῶν κατὰ τὴν τοῦ Εὐαγγελίου φωνήν· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, πάντας ἐφώτισεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας· τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστί.

Τὸ δὲ “ προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου,” τοῦτό ἐστιν· ὁ Ἠλίας τῆς δευτέρας τοῦ Κυρίου παρουσίας ἐστὶ πρόδρομος, καθώς, φησιν, ὁ προφήτης εἶπε· “ πέμψω ὑμῖν Ἠλίαν τὸν “ Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ “ ἐπιφανῆ.” οὕτως οὖν καὶ ὁ Ἰωάννης τῆς πρώτης γέγονε πρόδρομος· καὶ ἐν πνεύματι μὲν, ὅτι ὥσπερ ἦν ἐπὶ τὸν Ἠλίαν ἡ τοῦ Παναγίου Πνεύματος χάρις, οὕτως καὶ ἐπὶ τὸν πρόδρομον. ἐν δύο δὲ διὰ τὸ μέγεθος τῆς πληρουμένης παρ’ αὐτῶν διακονίας.

Τί ἐστι τὸ ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα ; τέκνα τοῦ Ιουδαίων λαοῦ οἱ ἅγιοι Ἀπόστολοι ὑπῆρχον· ἐξ αὐτῶν γὰρ κατήγοντο κατὰ τὴν τοῦ αἵματος συγγένειαν. τοιαύτη οὖν ἔσται, φησὶν, ἡ τοῦ Ἰωάννου διακονία, ὡς ἐπιστρέψαι τὰς τῶν Ἰουδαίων καρδίας εἰς τὴν τῶν Ἀποστόλων διδασκαλίαν· ὁ γὰρ περὶ Χριστοῦ τοιαῦτα μαρτυρήσας, συνεισήγαγε τῇ τοιαύτῃ μαρτυρίᾳ καὶ τοὺς Χριστοῦ μαθητὰς, καὶ τὸ ἀξιόπιστον αὐτοῖς ἐκ τούτου κατε- σκεύασε.

Τὸ δὲ “ ἀπειθεῖς ἐν φρονήσει δικαίων” δηλοῖ, ὅτι ἀπειθεῖς μὲν ἐξ ἀρχῆς ὑπῆρχον οἱ Ἰουδαῖοι, φρόνησις δὲ δικαίων, ἡ ἐν τοῖς Ἀποστόλοις οὖσα ἦν.

Τὸ δὲ “ ἑτοιμάσαι Κυρίῳ,” καὶ τὰ ἑξῆς, ἀντὶ τοῦ προευτρεπίσαι τῷ Χριστῷ εἴρηται· πρὸ τοῦ φανερῶσαι ἑαυτὸν ἐμπαράσκευον καὶ προκατεσκευασμένον λαόν· πολλὰ γὰρ θαυμαστὰ προειπὼν περὶ τοῦ Κυρίου ὁ πρόδρομος, τὴν εἰς αὐτὸν πίστιν τοῦ λαοῦ προευτρέπισεν.

Καὶ ἐπειδήπερ ἀπιστήσας ὁ Ζαχαρίας, “ κατὰ τί γνώσομαι “ τοῦτό,” φησιν, ἐπιτιμᾶται κωφότητα καὶ ἀφωνίαν, ὡσανεὶ τοῦ

10
Ἀγγέλου λέγοντος ταῦτα πρὸς αὐτόν· ἐπειδὴ ἀπιστεῖς Ἀγγέλῳ παρεστηκότι Θεῷ, καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι αὐτὸν, οὐδὲ λογίζῃ τὴν τοῦ λέγοντος δύναμιν, ἀλλὰ τὴν τοῦ πράγματος ἀδυναμίαν, διὰ τὴν ἄπιστόν σου ταύτην φωνὴν, ἀφαιρεθήσῃ τῆς φωνῆς· ἕως ἂν τοῦ πράγματος πληρωθέντος, γνῷς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ δυνατὸν τοῦ Θεοῦ.

Ἡ Ζαχαρίου Κώφευσις, οὐκ ἐκπλήξει γέγονεν ὡς ἐνόμισας· ἐν συνεχείᾳ γὰρ θεοφανείας καὶ ἀγγελικῆς ὀπτασίας ἣν ὁ ἱερεὺς καθαρῶς τοῖς μυστηρίοις διακονούμενος· ἀλλὰ τῷ τύπῳ τῆς ἐκείνου σιγῆς καὶ στειρώσεως καὶ γήρους τεχθῆναι τὴν φωνὴν, τοῦτο οἶμαι δηλοῦν τὸ ἐκ τοῦ παλαιωθέντος καὶ καταγηράσαντος καὶ στειρωθέντος τῇ ἀνηκοίᾳ τῶν δεξαμένων νόμου τοῦ γραπτοῦ τὰς περὶ Χριστοῦ προρρήσεις προελθεῖν, καὶ τὴν αὐτοῦ μητέρα ἐκ τούτου προελθεῖν.

Διὰ δὲ τοῦ βούλεσθαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς τὸν λαὸν, ταύτην διὰ νεύματος ὁ Ζαχαρίας ἐδήλου, καὶ τοῦτό ἐστιν ἴσως, “ ὅτι καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμεινε κωφός.”

Τί δὲ καὶ διένευεν αὐτοῖς ; τὸ διανεύειν διαμένοντα κωφὸν, τοιοῦτόν ἐστιν. αἱ χωρὶς λόγου πράξεις, οὐδὲν διαφέρουσι νεύσεων, αἱ δὲ μετὰ λόγου πράξεις, οὐκ εἰσὶ νεύσεις, κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου· ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον περὶ ὧν πράττουσι, βλέπε τὸν τύπον τῶν γεγενημένων ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς. ἔστι γὰρ νῦν κωφὸς ὁ λαὸς καὶ ἄλαλος. πῶς γὰρ οὐκ ἤμελλεν ἄλαλος καὶ ἄλογος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ’ ἑαυτοῦ, καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου.

Αἰδεῖται δὲ ἡ Ἐλισάβετ διὰ τὸ ἐν γήρει συλλαβεῖν, σώφρων γὰρ ἢν η γυνὴ·

Ωριγένουσ. Ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε, ἕως καὶ συλλάβῃ, ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτὴν, καὶ ὅτε ἐγένετο ο ἀσπασμὸς ἀύτης εἰς τὰ ὤτα ἀύτης, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, καὶ ἐκ Πνεύματος ἁγίου ἐλάλησε τὰ ἀναγεγραμμένα, καὶ ἐλαλήθη ἐν τῇ ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα. λαληθέντων οὖν αὐτῶν ὡς περὶ

11
θείας συλλήψεως καὶ ὡς περὶ προφήτου μέλλοντος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι ἑαυτὴν περιέκρυβεν, ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρόδρομος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὅνειδος δὲ ἐν ἀνθρώποις τοῦτο λέγει, ὅπερ ἐν τοῖς χρόνοις ἐκείνοις ὑπῆρχεν, τουτέστιν ἡ ἀτεκνία, ἤγουν τὸ εἶναι στεῖραν, ὥσπερ ἔπαινος καὶ εὐλογία ἡ πολυτεκνία. Μήνα ἕκτον λέγει τὸν τῆς συλλήψεως Ἰωάννου.

Εἶπε δὲ ὁ Εὐαγγελιστὴς περὶ τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου, ὅτι ἦν μεμνηστευμένη ἀνδρὶ ἐξ οἴκου Δαβὶδ καὶ πατριᾶς, δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὴ ἡ πανάμωμος ἐκ γένους ἦν τοῦ Δαβίδ. ὅθεν καὶ ὁ μνηστευσάμενος αὐτὴν Ἰωσήφ· οὐδὲ γὰρ ἦν δυνατὸν κατὰ τὸν νόμον ἀπὸ φυλῆς ἑτέρας ἁρμόζεσθαι γυναῖκα.

Ἐπειδὴ δὲ εἶπεν ὁ Θεὸς τῇ Εὔᾳ, “ ἐν λύπαις τέξῃ τέκνα·” λύει τὴν λύπην ταύτην ἡ χαρὰ ἣν ὁ Ἄγγελος φησι, “ χαῖρε κεχαρι- “ τωμένη ὁ Κύριος μετὰ σοῦ.”

Τὸ δὲ “ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος,” τοῦτο ἐμφαίνει, ὡσανεὶ ἔλεγε πρὸς ἑαυτὴν, μὴ ἆρά τις ἄτοπος, ὡς ἐξ ἀνδρὸς πρὸς κόρην ; ἢ θεῖος· ἐπειδὴ καὶ Θεοῦ μνήμη σύνεστι τῷ ἀσπασμῷ, τὸ “ ὁ Κύριος μετὰ σοῦ.”

Διὰ δὲ τὸ μὴ εἶναι δυνατὸν, θορυβουμένην καὶ φοβουμένην ἀκριβῶς ἀκούειν τὰ λεχθησόμενα, διὰ τοῦτο λύει πρῶτον αὐτῆς τὸν φόβον ὁ Ἄγγελος εἰπὼν, “ μὴ φοβοῦ Μαριὰμ,” ἵνα ἐν ἀταραξίᾳ γενομένη, δέξηται τὴν θείαν ἀπόκρισιν.

Τὸ μὲν οὖν εἰπεῖν τὸν Ἄγγελον πρὸς αὐτὴν, “ εὗρες χάριν” κοινὸν ἦν· εὗρον γὰρ χάριν πρὸ αὐτῆς καὶ ἄλλαι, τὸ δὲ εἰπεῖν “ συλλήψῃ,” οὐκέτι κοινὸν ἦν, ἀλλ’ ἰδιάζον εἰς ἐπαγγελίαν.

Εἶπε δὲ τοῦτο, ἵνα δείξῃ τὸν Κύριον ἐξ αὐτῆς τῆς παρθενικῆς νηδύος καὶ ἐκ τῆς ἡμετέρας οὐσίας λαβόντα τὴν σάρκα.

Δικαίως δὲ ἐκλήθη Ἰησοῦς ὁ ἐπὶ σωτηρίᾳ τοῦ ἡμετέρου γένους ἐλθών· τὸ γὰρ ὄνομα τοῦτο εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβαλλόμενον, Θεοῦ λέγεται σωτηρία καὶ ἴασις.

Τὸ δὲ “ ἔσται μέγας,” ὡς δεσπότης καὶ δημιουργὸς δηλοῖ, καὶ οὐχ ὡς ὁ Ἰωάννης· τὸ γὰρ ἐπαγόμενον ὅτι “ Υἱὸς Ὑψίστου κληθή- “ σεται” τοῦτο ἐμφαίνει. Πῶς δέ φησιν “ Υἱὸς Ὑψίστου κλη-

12
θήσεται ; ἔδει γὰρ μᾶλλον εἰπεῖν, Υἱὸς Ὑψίστου ὑπάρχει, ὡς πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντος αὐτοῦ. ἀλλ’ ἐροῦμεν· ὅτι ὥσπερ ὢν φύσει ἀληθὴς Θεὸς ὁ Υἱὸς, ἔλαβεν ἐν δωρεᾶς μέρει διὰ τὸ ἀνθρώπινον τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι τὸ καλεῖσθαι Θεός· καὶ ὥσπερ ὢν Κύριος πάσης τῆς κτίσεως, ὡς δημιουργὸς καὶ ποιητὴς, ἐκ δωρεᾶς λαμβάνει πατρικῆς εἰς κληρονομίαν τὰ ἔθνη διὰ τὸ ἀνθρώπινον. “ αἴτησαι” γάρ φησι “ παρ’ “ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.” οὕτως ὣν φύσει καὶ ἀληθῶς Υἱὸς, καὶ ἐκ τῆς οὐσίας ἐκλάμψας τοῦ Πατρὸς πρὸ πάντων τῶν αἰώνων, “ Υἱὸς Ὑψίστου” καλεῖται, διὰ τὸ ἀνθρώπινον. καὶ τὸ “ δώσει” δὲ τῇ οἰκονομίᾳ ἀρμόττει.

Θρόνον δὲ οὐκ αἰσθητὸν λέγει, ἀλλὰ τὸν μηδὲν θνητὸν καὶ ἐπίκηρον ἔχοντα, τὸν καθ’ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερὰς καταυγάζοντα, διὰ τῆς ἐνθέου διδασκαλίας. Καὶ οἶκον δὲ Ἰακὼβ, μὴ τὸ Ἰουδαίων ἔθνος μόνον νομίσωμεν, ἀλλὰ καὶ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν, ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους.

βασίλειαν δὲ τέλος οὐκ ἔχουσαν οὐδενός ἐστι τοῦ βασιλεύειν, εἰ μὴ μόνου τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ὅλων Θεοῦ. ὥστε αὐτός ἐστι βασιλεὺς αἰώνιος, ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν ἄνθρωπος γενέσθαι καταδεξάμενος.

Οὐχ ὡς ἀπιστήσασα ἡ παναγία παρθένος τὸ “ πῶς ἔσται “ τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω” λέγει, ἀλλ’ ὡς σοφὴ τὸν τρόπον ἐπιζητοῦσα μαθεῖν τοῦ πράγματος τοῦ λεγομένου. οὐδὲ γὰρ γέγονε πρότερόν τι τοιοῦτον, οὐδὲ μετὰ ταῦτα γενήσεται· λέγω δὴ τὸ παρθένον τεκεῖν, ὅθεν καὶ συγγινώσκει ὁ Ἄγγελος, καὶ τὸν τρόπον ἑρμηνεύων λέγει, “ Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ “ δύναμις Ὑψίστου” καὶ τὰ ἑξῆς. “ Χριστὸς δὲ Θεοῦ δύναμις “ καὶ Θεοῦ σοφία,” ὡς διδάσκει ὁ Ἀπόστολος. καὶ πῶς μὲν ἐπελεύσεται ; οὐκ ὄψει τὸ ἐπερχόμενον, ἐνεργήσει δὲ δημιουργικῶς μὴ φαινόμενον.

Τί δέ ἐστιν “ ἐπισκιάσει σοι ” περιβαλεῖ σε καὶ ἐνδύσῃ σε καὶ περιχαρακώσει σε, καὶ κύκλῳ σου ἔσται.

Χρὴ δὲ σκοπῆσαι πῶς ὅλην αὐτὴν τὴν παναγίαν καὶ ζωοποιὸν τριάδα ἐξέφηνεν εἰπὼν, Πνεῦμα Ἅγιον καὶ δύναμιν, καὶ Ὕψιστον.

13
Οὐ συγγινώσκει δὲ τῷ Ζαχαρίᾳ ὁ Ἄγγελος ἀπιστήσαντι δικαίως, διότι εἶχεν ἐκεῖνος εἰς ὑπόδειγμα καὶ ἄλλας στείρας πρὸ αὐτοῦ γενομένας καὶ τεκούσας, ὡς αἱ θεῖαι γραφαὶ διδάσκουσι.

Οὐχ ἁπλῶς δὲ τὸ γενέμενον φησὶ πρὸς τὴν παρθένον ὁ Ἄγγελος, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ’ ἐπήγαγε καὶ τὸ “ ἐκ σοῦ,” ἵνα ἐξ αὐτῆς φύσει τὸ γενώμενον εἶναι πιστευθῇ.

Ἅγιον δὲ κληθησόμενον οὐχ ὡς ἔνοικον ἕξοντα τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ἐκ μετοχῆς ἁγιασθησόμενον, ἀλλ’ ὡς ὄντα κατὰ φύσιν ἅγιον, τῷ τὸν αὐτὸν Υἱὸν ὑπάρχειν Θεοῦ καὶ ἕνα εἶναι.

Συγγενῆ δὲ τῆς Παναγίας παρθένου τὴν Ἐλισάβετ εἶπεν ὁ Ἄγγελος, εἴτε ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, εἴτε διὰ τὸ πρὸ τῆς νομοθεσίας, λαβεῖν τὸν Ἀαρὼν ἐκ τῆς τοῦ Λευῒ φυλῆς ὄντα γυναῖκα τὴν Ἐλισάβετ, θυγατέρα οὖσαν τοῦ Ἀμιναδὰβ, τὴν ἀδελφὴν Ἀασσὼν, ἐκ τῆς Ἰούδα φυλῆς ὑπάρχοντος. καὶ γὰρ ἐνταῦθα συνήφθη ἡ βασιλικὴ τοῦ Ἰούδα φυλὴ, ἐξ ἧς ὑπῆρχεν Ἐλισάβετ. διὸ καὶ παραδόξως ἡ πάνσοφος τοῦ παναγίου Πνεύματος ᾠκονόμησε χάρις, καὶ ταύτην τὴν Ζαχαρίου γυναῖκα Ἐλισάβετ προσαγορεύεσθαι, ὥσπερ καὶ τὴν τοῦ Ἀαρὼν, ὅπως διὰ τοῦ ὀνόματος ἐναργῶς μάθωμεν, ὡς ἐξ ἐκείνης τῆς Ἐλισάβετ ὑπάρχει η συγγενεια.

εἰποῦσα δὲ ἡ Παναγία παρθένος, “ ἰδοὺ ἡ δούλη Κυρίου” καὶ τὰ ἑξῆς, τοῦτο ἐδήλωσε, πίναξ εἰμὶ, φησὶ, γραφόμενος, ὃ βούλεται ὁ γραφεὺς γραφέτω, ποιείτω ὃ θέλει ὁ τοῦ παντὸς Κύριος.

Δεξάμενος δὲ ὁ Ἄγγελος τῆς παναγίας παρθένου τὴν ὁμολογίαν τῆς πίστεως, ἀπῆλθεν ἀπ’ αὐτῆς.

Επορεύθη δὲ ἡ παναγία παρθένος εἰς τὴν ὀρεινὴν πρὸς τὴν Ελισάβετ, ἐπειδὴ ἐκεῖ ᾤκει ὁ Ζαχαρίας, γνῶναι βουλομένη τὸ πέρας ὧν εἶπεν ὁ Ἄγγελος πρὸς αὐτήν.

Ὅπερ δὲ οὐδενὶ τῶν προφητῶν ὑπῆρξε, τοῦτο εἰς Ἰωάννην γέγονεν. διὰ τὸ πλησιάζειν αὐτὸν τῇ Χριστοῦ παρουσίᾳ καὶ προτρέχειν αὐτῆς. διὸ οὐδὲ πρότερον τοῦ Ἁγίου Πνεύματος ἐπλήσθη, ἕως οὗ ἐπέστη αὐτῷ ἡ κυοφοροῦσα τὸν δεσπότην Χριστόν.

τότε δὲ πλησθεὶς Πνεύματος Ἁγίου, ἐσκίρτα καὶ τῇ μητρὶ μετεδίδου τῆς χάριτος, καὶ ἀνεβόα προφητικὰ ἡ Ἐλισάβετ

14
ῥήματα, διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος, “ εὐλογημένη σὺ “ ἐν γυναιξὶ” λέγουσα “ καὶ εὐλογημένος” καὶ τὰ ἑξῆς. οὐδεμία γὰρ τοιαύτης χάριτος κοινωνὸς, οὔτε γέγονεν, οὔτε γενέσθαι δύναται.

“ Καρπὸν δὲ κοιλίας” εἶπε, κατὰ τὴν παλαιὰν τοῦ Θεοῦ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν τὴν λέγουσαν, “ ἐκ καρποῦ τῆς κοιλίας “ σωθήσομαι ἐπὶ τὸν θρόνον σου.” καλῶς δὲ καρπὸν κοιλίας τῆς παναγίας παρθένου ἡ Ἐλισάβετ ὠνόμασε, διὰ τὸ μὴ ἐξ ἀνδρὸς εἶναι, ἀλλ’ ἐκ μόνης τῆς παναγίας θεοτόκου Μάριας, Πνεύματος Ἁγίου ἐνοικήσαντος ἐν αὐτῇ, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως ἐπισκιασάσης αὐτῇ. οἱ γὰρ ἐκ τῶν πατέρων τὴν σπορὰν ἔχοντες, ἐκείνων εἰσὶ καρποὶ, καθὼς καὶ τῷ Δαβὶδ ἐρρέθη, ἐκ καρποῦ τῆς κοιλίας, τουτέστιν οἱ πρόγονοι τῆς παναγίας θεοτόκου, καὶ αὐτοὶ ἐκ σπορᾶς ἀνδρῶν γεννηθέντες.

Σύμφωνα δὲ τῶν μελλόντων ὑπὸ Ἰωάννου λέγεσθαι, ἡ μήτηρ αὐτοῦ ἀπεφθέγγετο· ὥσπερ γὰρ ἐκεῖνος ἀνάξιον ἑαυτὸν τῆς παρουσίας τῆς παρθένου θεοτόκου, ὡσανεὶ λέγουσα, τί γάρ μοι τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με. καλεῖ δὲ αὐτὴν μητέρα τὴν ἔτι κυοφοροῦσαν, προφητικῷ λόγῳ προφθάνουσα τὴν κύησιν.

Μακαρίζει δὲ αὐτὴν ὡς ἤδη πιστεύσασαν, “ ὅτι ἔσται τελείω- “ σις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.”

Εἰποῦσα δὲ “ μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,” ἡ παναγία παρθένος, ἔδειξεν ἑαυτὴν καρπὸν δοξολογίας προσφέρουσαν. ὅσον γάρ, φησιν, ὑπηρετοῦμαι μεγάλῳ θαύματι, τοσοῦτον ὀφείλω δοξάζειν τὸν ἐν ἐμοὶ ἐνεργοῦντα παράδοξα. διὸ καὶ ἠγαλλιάσατο τὸ πνεῦμά μου, τουτέστιν ἐτέρφθη καὶ ἡδύνθη ἐπὶ τῷ Θεῷ τῷ Σωτήρι’ μου. Σωτῆρ’ μου γάρ ἐστι καὶ Θεός· σωτηρίαν τῷ κόσμῳ δι’ ἐμοῦ χαριζόμενος. πνεῦμα δὲ καὶ ψυχὴν τὸ αὐτὸ λέγει.

Καὶ ἐπέβλεψε δέ, φησιν, ἐπ’ ἐμὲ, οὐδὲ γὰρ ἐγὼ προσεδόκησα τοῦτο, ταπεινὴ οὖσα καὶ ἀναξία, καὶ νῦν εἰς οὐρανὸν ἀπὸ γῆς μεταβαίνω, ἄρρητον οἰκονομίαν ἐκπληροῦσα· καὶ οὐχὶ σὺ μόνη ἡ Ελισάβετ, ἀλλὰ καὶ πάντων τῶν πιστευόντων μακαριοῦσι με πᾶσαι αἱ γενεαὶ, καὶ γὰρ μεγαλεῖα ἐποίησέ μοι ὁ δυνατὸς, ὅτι παρθένος οὖσα συνέλαβον, ὑπερβᾶσα τὴν φύσιν βουλήματι αὐτοῦ,

15
καὶ καταξιουμένη ἄνευ ἀνδρὸς, οὐχ ἁπλῶς εἶναι μήτηρ, ἀλλὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ. Διὰ δὲ τὸ μὴ ἀπιστῆσαι τινὰ τῷ τοιούτῳ μυστηρίῳ, εἶπεν ὁ δυνατὸς, ὡσανεὶ ἔλεγεν, ὅτι δυνατὸς ὁ τοῦτο ἐνεργήσας Θεός.

Ἅγιον δὲ εἶπε τὸ ὄνομα αὐτοῦ, δηλοῦσα ὅτι οὐδὲν παραχραίνεται, εἰς γυναῖκα συλλαμβανόμενος ὁ τῶν ἁπάντων δημιουργός. “ Καὶ τὸ ἔλεος δὲ αὐτοῦ εἰς γενεὰς καὶ τὰ ἑξῆς. ἐπειδὴ διὰ τὸ ἐλεῆσαι τὰς γενεὰς τῶν γενεῶν συνελήφθη.

Προσέθηκε δὲ “ τοῖς φοβουμένοις αὐτὸν,” ὅτι οἱ πάντῃ ἀνάξιοι, καὶ ἐν τῇ ἀπιστίᾳ διαμένοντες οὐκ ἐλεοῦνται, ἀλλ’ οἱ δι᾿ ἐπιγνώσεως πρὸς πίστιν καὶ μετάνοιαν μετατρεπόμενοι.

“ Ἐποίησε δὲ κράτος” καὶ τὰ ἑξῆς. ἐπειδὴ τῆς αὐτοῦ χειρὸς οὐκ ἀνθρώπου τὸ ἔργον. καὶ γὰρ βραχίων τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸ “ ἐλυτρώσω ἐν βραχίονί σου τὸν λαόν σου.” δι’ αὐτοῦ οὖν νίκην εἰργάσατο, καὶ τρόπαιον ἔστησε, κατὰ τῶν πάλαι τυραννούντων νοητῶν ἐχθρῶν. “ Διεσκόρπισε” δὲ καὶ τὰς τούτων αὐτῶν καρδίας, τῶν τῇ διανοίᾳ ὑπερηφάνων, τουτέστι τὰς βουλὰς αὐτῶν τὰς καθ’ ἡμῶν ἀπρακτῆσαι ποιήσας. τούτους δὲ αὐτοὺς καὶ δυνάστας καλεῖ, οὓς καθελὼν ὕψωσε τοὺς ταπεινώσαντας ἑαυτοὺς ὑπὸ τὴν κραταιὰν χεῖρα, “ δεδωκὼς αὐτοῖς ἐξουσίαν “ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν “ τοῦ ἐχθροῦ.”

Καὶ “ πεινῶντας” μὲν τοὺς ἐξ ἐθνῶν λιμώττοντας θείων λόγων καὶ διδασκαλίας, ἐνέπλησεν ἀγαθῶν, τῶν τῆς νέας διαθήκης. τοὺς δὲ τῷ νόμῳ πλουτοῦντας Ἰουδαίους, καὶ τοῖς προφήταις πιαινομένους, κενοὺς ἐξαπέστειλε, μὴ προσδεξαμένους τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προθεσπιζόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.

Τὸ δὲ “ ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,” δύναται μὲν καὶ πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ τοῦτο ἁρμόσαι· πολλαὶ γὰρ ἐξ αὐτῶν μυριάδες πιστεύσασαι τῷ Κυρίῳ ἐσώθησαν. δύναται δὲ καὶ πρὸς τὸν νοητὸν Ἰσραὴλ τὸν ἐν τῷ νοὶ ὁρῶντα Θεόν· τοῦτο γὰρ Ισραὴλ ἑρμηνεύεται, οἵτινές εἰσιν οἱ ἐκ τῶν ἐθνῶν πιστεύσαντες.

“ Ἐμνήσθη δὲ τοῦ ἐλέους αὐτοῦ καθὼς ἐλάλησε” καὶ τὰ ἑξῆς, εἰς πέρας ἀγαγὼν, ὅπερ ἦν εἰπὼν πρὸς αὐτὸν, ὅτι “ ἐνευλογηθή- “ σονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς.”

16

“ Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ” καὶ τὰ ἑξῆς. δηλοῖ ὅτι ἕως οὗ τίκτειν ἔμελλεν ἡ Ἐλισάβετ. εἰ γὰρ τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως αὐτῆς ἀπεστάλη ὁ Ἄγγελος πρὸς τὴν παναγίαν παρθένον. ἀπελθοῦσα δὲ ἔμεινε σὺν αὐτῇ μῆνας τρεῖς, πρόδηλον ὅτι πληρωθέωτος τοῦ χρόνου τῆς συλλήψεως τῆς Ἐλισάβετ, εἰς τὸν οἰκον αὐτῆς ὑπέστρεψεν ἡ παναγία παρθένος, διὰ τὸ μέλλον συνεισέρχεσθαι πλῆθος εἰς τὸν οἶκον Ζαχαρίου, ἐν τῇ τῆς Ἐλισάβετ γεννήσει· ἦν γὰρ αἰδὼς ἐν τῇ παναγίᾳ παρθένῳ παρθενική.

τίνος δὲ χάριν ἔμεινεν ; ἴσως καὶ τοῦ παραδόξου θεωρῆσαι τὴν ἔκβασιν, καὶ ἐπὶ τοῖς καθ’ ἑαυτὴν ἀποροῦσά τε καὶ ἐκπληττομένη, καὶ τί δεήσει γενέσθαι βουλευομένη.

Παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ παλαιᾷ διαθήκῃ καὶ τῇ καινῇ γραφῇ, εἴπου ἐστὶν ἐπὶ ἁμαρτωλοῦ γενέσεως εἰρημένον τὸ, “ ἐπλή- “ σθη ὁ χρόνος τοῦ τεκεῖν.” οἶμαι δὲ ὅτι οὐκ ἄν τις εὕροι, εἰ μὴ μόνον ὀποῦ ὠνόμασται ὅτι δίκαιός ἐστιν ὁ γεννώμενος.

Διατὶ μετὰ τὴν περιτομὴν, τὸ ὄνομα ἑκάστου παιδὸς τίθεσθαι ὁ νόμος προσέταττεν ; ἐπειδὴ τοῦτο καλὸν ἦν πρῶτον τὴν ἐκ Θεοῦ προσταχθεῖσαν λαβεῖν σφραγίδα, τουτέστι τὴν περιτομὴν, καὶ εἰς λαὸν Θεοῦ χρηματίσαι, καὶ τότε τὸ ἀνθρώπινον δέξασθαι ὄνομα.

Οὐχ ἁπλῶς δὲ ἡ Ἐλισάβετ, Ἰωάννην εἶπε κληθῆναι τὸν πρόδρομον, ἀλλ’ ὡς προφῆτις οὖσα ὑπὸ Πνεύματος Ἁγίου κινουμένη. οὐδὲ γὰρ ἐγίνωσκεν τὰ χρηματισθέντα τῷ Ζαχαρίᾳ· πῶς γὰρ ἃν αὐτῇ ἀπήγγειλεν ὁ μὴ λαλῶν ;

“ Αἰτήσας δὲ πινακίδιον“ ὁ Ζαχαρίας ἔγραψε τὸ ὄνομα, ἐπειδὴ διὰ νεύματος οὐκ ἠδύνατο τοῦτο δηλῶσαι. πῶς γάρ ;

“ Ἐθαύμασαν πάντες,” ἐπειδήπερ ὁμοφώνησαν ὅτε Ζαχαρόας καὶ ἡ Ἐλισάβετ περὶ τοῦ ὀνόματος Ἰωάννην εἰπόντες, καίπερ ξένον ὂν, εἰς τὴν συγγένειαν αὐτῶν. Ἑρμηνεύεται δὲ Ἰωάννης Θεοῦ χάρις, διὸ καὶ μετὰ τὸ γράψαι αὐτὸν τὸ ὄνομα, εὐθέως τῇ τοῦ Θεοῦ χάριτι, ἀνεῴχθη αὐτοῦ τὸ στόμα, καὶ ἐλάλει εὐλογῶν τὸν Θεὸν, καὶ προφητεύων τὰ ἀναγεγραμμένα, πρῶτον μὲν τὰ παρὰ τοῦ Χριστοῦ, ὡς ἤδη ἐπιδημήσαντος τῷ βίῳ, ὕστερον δὲ καὶ περὶ τοῦ Ἰωάννου.

Διατί δὲ ἐγένετο ἐπὶ πάντας φόβος; ἵνα ὥσπερ ἐπὶ τῇ σιωπῇ Ζαχαρίου ἐξέστη ὁ λαὸς, οὕτω καὶ ἐν τῷ λαλῆσαι αὐτὸν, ὅπως

17
διὰ τῶν δύο τούτων θαυμάτων λογίζονται πάντες, περὶ τοῦ τεχθέν- τος παιδός· ταῦτα δὲ πάντα προκατεσκευάζοντο πόρρωθεν, ὥστε ἀξιόπιστον εἶναι τὸν τῷ Χριστῷ μαρτυρῆσαι μέλλοντα.

Εὐλογῶν τὸν Θεὸν ὁ Ζαχαρίας ἐπισκοπὴν λέγει γεγονέναι παρ’ αὐτοῦ πρὸς τὸν λαὸν αὐτοῦ, λέγων οὕτως, “ εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ ὅτι καὶ τὰ ἑξῆς. οἵτινές εἰσιν οἱ τῷ Χριστῷ πιστεύσαντες· οὗτοι γὰρ τῆς ἐπισκοπῆς ἄξιοι γεγόνασιν, ἐνεργὸν εἰς ἑαυτοὺς τὴν θείαν ἐπισκοπὴν ἀποδείξαντες.

Πῶς δὲ ἤγειρε κέρας σωτηρίας ἡμῖν καὶ τὰ ἑξῆς ; τὸ κέρας ἣ ἀντὶ βασιλείας, ἣ ἀντὶ δυνάμεως παρείληπται τῇ θείᾳ γραφῇ. ἀμφότερα δὲ ὁ Χριστὸς ἐστὶν ὁ ἐκ τῆς πατριᾶς τοῦ Δαβὶδ ἀνατείλας· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ ἡ ἀκαταμάχητος δύναμις τοῦ Πατρὸς, ἡ πάντας τοὺς ἐχθροὺς ἡμῶν τροπωσαμένη, κατὰ τὴν τῶν ἁγίων αὐτοῦ προφητῶν προσαγόρευσιν· πᾶσι γὰρ τοῖς προφήταις τὸ περὶ τοῦ Χριστοῦ κατήγγελται μυστήριον, καὶ ῥυσαμένη ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· ἐχθρῶν δὲ οὐκ αἰσθητῶν, ἀλλὰ νοητῶν.

Τὸ “ ποιῆσαι δὲ ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,” οὕτως χρὴ νοεῖν, ὅτι τὸ εἰς ἡμᾶς γενόμενον ἔλεος, καὶ πρὸς τοὺς πατέρας ἡμῶν ἀνατρέχει, τοὺς περὶ τὸν Ἀβραάμ. ἐπαισθόμενοι γὰρ τῆς εἰς ἡμᾶς εὐεργεσίας, κοινωνοὶ γίνονται τῆς εὐφροσύνης.

Περὶ ταύτης δὲ λέγει μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, περὶ ἧς πρὸς τὸν Ἀβραὰμ διέθετο λέγων, “ καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι σου πάντα τὰ ἔθνη καὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.”

“Ὄρκον δὲ ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ὴμῶν,” τοῦτον φησιν, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· “ εὐλογῶν εὐλογήσω σε, καὶ πλη- “ θύνων πληθυνῶ σε.” ἐπληθύνθη γὰρ τὸ σπέρμα Ἀβραὰμ, εἰς σπέρμα καὶ τῶν ἐθνῶν λογισθέντων αὐτῷ.

Καὶ ἐπειδὴ πολλάκις ῥύονταί τινες ἐκ χειρὸς ἐχθρῶν, μετὰ φόβου δὲ, διὰ τοῦτό φησι, “ τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἡ Χριστοῦ ἐπιδημία, πεποίηκεν ἡμᾶς ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθῆναι, οὐ γὰρ ἠσθάνθημεν τῆς ἐπιβουλῆς τῶν ἐχθρῶν, ἀλλ’ αἰφνίδιον ἥρπασεν ἡμᾶς μεταστήσας ἀπ’ ἐκείνων ἐπὶ τὸν κλῆρον καὶ τὴν μερίδα αὐτοῦ. διὸ καὶ ἡμεῖς

18
ὀφείλομεν λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὅπερ οὐ γίνεται διά τινα καιρὸν, ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἤμων.

Τί δήποτε δὲ ὡς πρὸς ἀκούοντά φησι· “ καὶ σὺ παιδίον προ- “ φήτης Ὑψίστου κληθήσῃ ” καὶ γὰρ περιττὸν ἦν ταῦτα λέγειν τῷ μὴ νοοῦντι παιδίῳ. χρὴ οὖν ὑπολαβεῖν, ὅτι μήποτε ἄρα ὅπερ παράδοξον γέννησιν ἔσχεν ὁ Ἰωάννης, ἅτε Ἀρχαγγέλου ταύτην κηρύξαντος, ἅτε αὐτοῦ σκιρτήσαντος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὑπὲρ φύσιν ἐπὶ τῇ παρουσίᾳ τῆς παναγίας παρθένου τῇ πρὸς τὴν Ἐλισάβετ, οὕτω καὶ γεννηθέντι, παράδοξον ἤδη καὶ τὴν παρακολούθησιν ἔσχε τῆς αἰσθήσεως.

τάχιον δὲ αὐτῷ παρόντι προεφήτευσεν ὁ πατὴρ λέγων, “ προ- “ πορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ·” ἐπειδήπερ ᾔδει ὡς προφήτης, ὅτι μετ’ ὀλίγον οὐ μέλλει ἔχειν αὐτὸν παρ’ ἑαυτῷ τρεφόμενον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ ἦν τὸ παιδίον ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ “ πρὸς τὸν Ἰσραήλ.”

“ Γνῶσιν δὲ σωτηρίας” φησὶ δοῦναι τοῖς ἀνθρώποις τὴν τοῦ Χριστοῦ· ἥτις γνῶσις σωτηρία ἔσται αὐτοῖς τοῖς θελήσασιν ἐπιγνῶναι τὴν σωτηρίαν, Ἰουδαίοις τὲ καὶ Ἕλλησι.

Λέγει δὲ καὶ πῶς ἔσται ἡ τοῦ Θεοῦ γνῶσις σωτηρία, ὅτι φησὶν “ ἐν ἀφέσει ἁμαρτιῶν” ἔσται, οὕτως ἐλεήσαντος τοῦ Θεοῦ τοὺς ἐπὶ γῆς, καὶ γὰρ ὡς ἀληθῶς διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν ἠλεήθημεν· οὐδὲ γὰρ διὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς.

Ἐν οἷς τοῦ πατρὸς σπλάγχνοις ἐπεσκέψατο ἡμᾶς ὁ ἐξ ὕψους καὶ ἐξ οὐρανοῦ ἀνατείλας ἡμῖν ἥλιος δικαιοσύνης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἡμῶν.

Καὶ “ σκότος” μὲν λέγει τὴν ἀγνωσίαν. “ σκιὰν δὲ θανάτου” τὴν ἁμαρτίαν, διὰ τὸ μὴ εἶναι αἰσθητὸν θάνατον, ἀλλ’ αἰώνιον, εἰκόνα δὲ ἔχειν θανάτου. ὥσπερ γὰρ ὁ αἰσθητὸς θάνατος χωρισμὸν ἔχει ψυχῆς, οὕτως ἡ ἁμαρτία χωρισμὸν Πνεύματος Ἁγίου.

Τὸ δὲ “ εἰς ὁδὸν εἰρήνης” δηλοῖ, ἵνα, φησὶ, τὰ τοῦ βίου ἡμῶν διαβήματα κατευθύνῃ, καὶ ὁδηγήσῃ εἰς τὴν διδασκαλίαν τὴν ἑαυτοῦ ὁ Χριστὸς καὶ τὸ κήρυγμα· τοῦτο γάρ ἐστιν ὁδὸς εἰρήνης.

Επειδὴ δὲ κατὰ τὴν ἀναλογίαν τῆς ἡλικίας πνευματικῆς

19
ἠξιοῦτο χάριτος ὁ πρόδρομος, διὰ τοῦτό φησιν ὁ Εὐαγγελιστὴς “ τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι.”

Διὰ τοῦτο δὲ “ ἐν ταῖς ἐρήμοις ἢν ἕως ἀναδείξεως καὶ τὰ ἑξῆς. ἵνα ὁ τὸν ὑπερκόσμιον μηνύων Χριστὸν, ἔξω τῆς ἐν ἀνθρώποις κακίας ᾐ καὶ ὅπως ἀξιόπιστος μάρτυς φανῇ, μαρτυρῶν τῷ Χριστῷ, καὶ τὴν κακίαν ἐλέγχων μετὰ παρρησίας.

Περὶ τῆς ἀπογραφῆς.

Καὶ ἐπειδήπερ καθολικὴ χάρις ἐκλάμπειν ἔμελλεν εἰς πᾶσαν τὴν γῆν, γίνεται ἓν πρόσταγμα καθ’ ὅλης τῆς οἰκουμένης, Σωτῆρος ἑνὸς κἀς ὅλῃ τῇ οἰκουμένῃ γεννωμένου· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, “ ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα” καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο δὲ γίνεται τοῦτο, ἐπειδὴ ἡ ἀπογραφὴ αὕτη χρησίμως τὴν παναγίαν παρθένον ἐξέπεμπεν εἰς Βηθλεὲμ τεκεῖν, ἵνα πληρωθῇ ἡ λέγουσα προφητεία “ καὶ σὺ Βηθλεὲμ, “ οἰκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ a τοῦ εἶναι ἐν χιλιάσιν “ Ἰούδα, ἐξ οὗ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν “ τῷ Ἰσραήλ.”

Μυστήριόν τι μέγα βούλεται ὁ λόγος παραστῆσαι, ὅτι εἰς τὴν τῆς οἰκουμένης ὅλης ἀναγραφὴν ἔδει ἀναγραφῆναι Χριστὸν Ἰησοῦν, ἵνα συναναγραφεὶς τοῖς ἐν τῇ οἰκουμένῃ, ἁγιάσῃ τὴν οἰκουμένην, καὶ μεταθῇ τὴν ἀπογραφὴν ταύτην εἰς βίβλον ζώντων, ἵνα τὰ ὀνόματα τῶν συγγραφέντων αὐτῷ καὶ πιστευόντων αὐτῷ, ἐγγράψῃ ἐν τοῖς οὐρανοῖς.

Ἰσιδώρου Πηλουσιώτου. Ἀπεγράφη ὁ Κύριος ἐτέλεσε Καίσαρι, τῷ κράτει νομοθετῶν ὑποτάσσεσθαι, ὅταν μηδὲν παραβλάπτῃ πρὸς τὴν εὐσέβειαν.

Διατί εἰπεν ὁ Εὐαγγελιστὴς “ τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·” οὐδὲ γὰρ ἄλλον ἔσχεν υἱὸν ἡ παναγία θεοτόκος καὶ ἀειπάρθενος ; ἐπειδὴ Θεὸς ὑπάρχει ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστός. γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός.

Ἐν τῇ φάτνῃ δὲ κατακλίνεται, καὶ διὰ τὸ μὴ ὑπάρχειν μὲν [*](a ἦ Cod.)

20
αὐτοῖς τόπος ἐν τῷ καταλύματι, καθὼς γέγραπται, ἔτι δὲ ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν ἀνακτησαμένους σύνεσιν.

Περὶ τῶν ἀγραυλούντων ποιμένων.

Ἐπειδὴ δὲ καὶ πρότερον ἐν τῇ παλαιᾷ πνευματικοῖς ποιμέσι τοῖς προφήταις τὰ παρὰ Θεοῦ διεπορθμεύετο ῥήματα, διὰ τοῦτο καὶ νῦν διὰ τῶν αἰσθητῶν ποιμένων τὸ αὐτὸ γίνεται. καὶ γὰρ ὁ ἀσώματος σάρκα προσλαβόμενος, δι’ αὐτῆς ὡράθη τῷ γένει τῶν ἀνθρώπων. ἔτι δὲ καὶ διὰ τὸ ἀπλάστους αὐτοὺς ε-ι’ναι· ἐζήλουν i o γὰρ τὴν παλαιὰν πολιτείαν, ποιμαίνοντες ὥσπερ οἱ πατριάρχαι καὶ αὐτὸς Μωυσῆς.

Tὸ δὲ ** ἥτις ἔσται παντὶ τῷ λαῷ” τῷ τῶν ἀνθρώπων δηλοῖ, οὐ μόνον τῷ τῶν Ἰουδαίων.

Ὅπερ δὲ τὸ πλῆθος τῆς οὐρανίου στρατιᾶς αἰνοῦντες ἔλεγον, * δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι δόξα τῷ ἐν ὑψίστοις ὄντι Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη γενομένῳ. καὶ γὰρ ἀγέλην ἀπέφηνε μίαν, τούς τε ἐν οὐρανῷ, καὶ τοὺς ἐπὶ γῆς, γενόμενος ἡμῖν εἰρήνη καὶ εὐδοκία. οἱ μὲν γὰρ Ἄγγελοι καὶ πᾶσα ἡ ἐν οὐρανοῖς δύναμις, πλὴν τῶν ἀπιστούντων, ἐν εἰρήνῃ μεμενήκασι πρὸς τὸν Θεὸν, τὰ αὐτοῦ πληροῦντες θελή- θελήματα, ἡμᾶς δὲ ἡ ἁμαρτία ἐχθροποίησε πρὸς τὸν Θεόν. ἐπειδὴ οὖν ἔλυσε τὴν ἔχθραν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, ἀποκαταλλάξας ἡμᾶς πρὸς τὸν πατέρα, κατὰ τὸν λέγοντα ’πό. στόλον· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· εἰκότως δοξολογοῦσιν οἱ Ἄγγελοι αὐτὸν, τὸν ἐπὶ τῆς γῆς εἰρήνη γενόμενον Χριστὸν τὸν Θεὸν ἡμῶν.

Ὠριγένουσ. Tί δήποτε ὁ Ἄγγελος οὐκ ἀπῆλθεν εἰς Ιεροσό- λύμα ; οὐκ ἐζήτησε τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους ; οὐκ εἰσῆλθεν εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἀλλὰ ποιμένας ἀγραυλοῦντας καὶ φυλάσσοντας τὰς φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν, κἀκείνους εὐηγγελίσατο ; ὅτι ἐκεῖνοι μὲν ἦσαν διεφθαρμένοι, καὶ τῷ φθόνῳ ἤμελλον διαπρίεσθαι· οὗτοι δὲ ἄπλα-

21
στοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν, καὶ αὐτοῦ Μωϋσέως· ποιμένες γὰρ ἦσαν καὶ οὗτοι.

Θείᾳ δόξῃ καὶ οὐρανίῳ περιαστραφθέντες οἱ ποιμένες καὶ ἀγγελικῆς στρατιᾶς θεασάμενοι, καὶ ὑμνολογούσης ἀκούσαντες, ἐπιζηκῆς θερμῶς τὴν Βηθλεὲμ, ἥτις οἶκος ἄρτου μεθερμηνεύεται. “ διέλθωμεν δὴ ἕως εἰς Βηθλεὲμ” λέγοντες, τοὺς τῆς ἐκκλησίας προτυποῦντες ποιμένας τὲ καὶ ἱερεῖς, οἷς ἔργον ἐστὶ τὸν οὐράνιον ἄρτον ἐπιζητεῖν, τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ μυστικῶς καθ’ ἑκάστην ἱερουργούμενον, κατὰ τὸ μέγα ἔλεος αὐτοῦ.

Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα.

Ποῖα δὲ “ συνετήρει πάντα” ἡ παναγία θεοτόκος ; ὅσα τε εἰρήκει αὐτῇ ὁ Ἄγγελος, ὅσα τε οἱ ποιμένες εἶπον, συμβιβάζουσα ἐν τῇ ἑαυτῆς καρδίᾳ, τουτέστι τούτῳ ἐκεῖνο συγκρίνουσα τὰ ῥήματα, ἑνὸς πράγματος συμφωνίαν, ὡς ὅτι περ Θεὸς ὑπάρχει κατὰ ἀλήθειαν ὁ ἐξ αὐτῆς γεννηθεὶς ἐν σαρκί.

Κυρίαδου Ἀαεξανδρείασ. Ὅταν ἴδῃς βρέφος ἐσπαργανωμένον, μὴ μέχρις μόνης τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ τὴν ἑαυτοῦ διάνοιαν στήσῃς· ἀναπήδησον δὲ εἰς θεωρίαν τῆς θεοπρεποῦς δόξης αὐτοῦ. ἀνάβηθι τὸν οὐρανὸν, οὕτως αὐτὸν ἐν τοῖς ἀνωτάτω θεωρήσεις ὑψώμασι τὴν ὑπερτάτην ἔχοντα δόξαν, ὄψει καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· ἀκούσεις τῶν Σεραφεὶμ ὑμνολογούντων αὐτόν· πλήρη λεγόντων τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· γέγονε δὲ τοῦτο καὶ ἐπὶ τῆς γῆς· δόξα γὰρ Θεοῦ περιήστραψε τοὺς ποιμένας, καὶ πλῆθος ἦν στρατιᾶς οὐρανίου δοξολογούντων Χριστόν — Καὶ μετ’ ὀλίγα. οὐκοῦν μὴ ὡς βρέφος ἴδῃς ἁπλῶς τὸν ἐν φάτνῃ κείμενον, ἀλλ’ ἐν πτωχείᾳ τῇ κἀς ἡμᾶς τὸν πλούσιον ὡς Θεὸν, καὶ διὰ τοῦτο δοξολογούμενον καὶ πη αὐτῶν τῶν ἁγίων Ἀγγέλων.

Περὶ Συμεών.

Περιετμήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἐπειδὴ γέγονεν ὑπὸ νόμον, καθὼς φησὶν ὁ Ἀπόστολος, “ γεννώμενον ἐκ

22
“ γυναικὸς, γενόμενον ὑπὸ νόμον.” γέγονε δὲ τοῦτο δύο πραγμάτων ἕνεκεν, τῷ τε ἐξαγοράσαι διὰ τῆς πληρώσεως τοῦ νόμου τοὺς ὑπευθύνους τῆς παραβάσεως τοῦ νόμου, καὶ τῷ διὰ τῆς πρὸς πάντα ὑπακοῆς, τὴν τοῦ Ἀδὰμ ἐξιάσασθαι παρακοὴν, ὡς λέγει ὁ Ἀπόστολος. ὅτι “ ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου “ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς “ τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοὶ,” τουτέστιν οἱ πιστεύσαντες τῷ Χριστῷ καὶ Θεῷ. τῆς οὖν θεοπνεύστου γραφῆς λεγούσης κατὰ ἀλήθειαν περιτμηθῆναι τὸν Χριστὸν, τίς ἐστιν ὁ τολμῶν λέγειν, ὡς οὐχ ὑπέμεινε τὴν περιτομὴν, ὅπερ ἀρνεῖσθαι βούλονται μετὰ τῶν ἄλλων οἱ τὴν φαντασίαν πρεσβεύοντες· ἡμεῖς δὲ τοὺς περὶ τοῦ περιτμηθέντος αὐτοῦ μορίου, λέγω δὴ τῆς ἀκροβυστίας, πολυπραγμονοῦντας τὸ τι ἐγίνετο, ὡς τὰ ἀνέφικτα καὶ ἄδηλα πολυπραγμονοῦντας ἀποκρουσώμεθα· οὐδὲ γὰρ γέγραπταί τι περὶ τούτου. εἰ δὲ καὶ εἴποιμεν ὅτι ὥσπερ τὸ ἄχραντον αὐτοῦ αἷμα μετὰ τοῦ ὕδατος ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἡγίασε τὴν γῆν στάξαν ἐν αὐτῇ, οὕτω καὶ ἡ περιτμηθεῖσα ἀκροβυστία τῆς γῆς ψαύσασα, ταύτην ἡγίασεν, οὐκ ἃν ἁμάρτοιμεν. πάντως δὲ καὶ οἷς οἶδε λόγοις ὁ ἑκουσίως περιτμηθεὶς ἐφύλαξε τὸ περιτμηθέν· ὅπως καὶ κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, καὶ κατὰ τοῦτο ἀνελλειπῶς ἔχων αὐτὸ ἀναστῇ πλήρης ὑπὸ Χριστοῦ, καὶ ἄφθαρτος ὅλῳ τῷ σώματι· καὶ γὰρ ἡμεῖς ἐν τῇ ἀναστάσει τὸ σῶμα τὸ ἡμέτερον πλῆρες ἀποληψόμεθα.

Ἐν τῷ εἰπεῖν τὸν Εὐαγγελιστὴν, “ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ “ Ἰησοῦς,” ὅπερ ἐστὶ σωτηρία λαοῦ, “ τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέ- “ λοῦ πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.” πῶς τολμῶσι λέγειν τινὲς, ὅτι εὐθέως σὺν τῷ εἰπεῖν τὸν Ἄγγελον “ χαῖρε “ κεχαριτωμένη” συνελήφθη, θαυμάζειν χρή.

“ Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς.” καλῶς ἐπήγαγε “ κατὰ τὸν νόμον·” κατὰ γὰρ τὴν ἀλήθειαν οὐκ εἶχεν ἀνάγκην ἡ παναγία θεοτόκος περιμένειν ἡμέρας καθαρισμοῦ, αἵτινες ἦσαν τεσσαράκοντα ἐπὶ ἄρσενι τεχθέντι· εἴρηται γὰρ ἐν τῷ νόμῳ “ γυνή,” φησὶν, “ ἥτις ἐὰν σπερματισθῇ, καὶ τέκει ἄρ- “ σεν, (??) ἡμέρας ἔσται ἀκάθαρτος.” ἡ δὲ πανάμωμος οὐ σπερματισθεῖσα, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου συλλαβοῦσα

23
ἐξέφυγε τοῦ εἶναι, καὶ κατ’ αὐτὸν τὸν νόμον, καὶ τὴν κεκρυμμένην αὐτοῦ σημασίαν, καὶ ἀκάθαρτος.

Τὸ δὲ περὶ τοῦ Συμεὼν εἰρημένον ὅτι ἦν “ προσδεχόμενος “ παράκλησιν τοῦ Ἰσραὴλ,” τοῦτό ἐστι πότε διὰ τοῦ Χριστοῦ παράκλησιν εὕροι ὁ Ἰσραὴλ, διὰ τῆς εἰς αὐτὸν πίστεως ἐλευθερίαν εὑρίσκων ἐκ τῆς τῶν Ῥωμαίων διοικήσεως, καὶ ἐκ τῆς ὑπὸ ἀλλοφύλου βασιλείας Ἡρώδου.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. ἱερῷ ὁ Χριστὸς, βρέφος ὢν ἔτι βραχύ τε καὶ ὑπομάζιον. ὁ δέ γε μακάριος Συμεὼν προφητικῇ χάριτι τετιμημένος, δέχεται μὲν εἰς ἀγκάλας αὐτὸν, θυμηδίας δὲ τῆς ἀνωτάτω πιμπλάμενος ηὐλόγησε Θεὸν λέγων, “ νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα,” καὶ τὰ ἑξῆς· προητοίμαστο γὰρ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ πρὸ αὐτῆς τῆς τοῦ κόσμου καταβολῆς.

Τί τοῦτο δὲ “ νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσοιτα;” περὶ τῆς ἐν σαρκὶ ζωῆς εἶπε. “ Κατὰ δὲ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, διὰ τὸν χρησμὸν ὃν εἰληφὼς ἦν. Ἐπειδὴ δὲ ἐν σκότῳ καὶ ἀγνωσίᾳ ὑπῆρχε τὰ ἔθνη δαίμοσι λατρεύοντα, φῶς δὲ αὐτοῖς ὁ Χριστὸς γέγονεν, ἀποκαλύψας τὸν ὄντως ἀληθῆ Θεὸν ἑαυτόν τε καὶ τὸν Πατέρα καὶ τὸ Ἅγιον Πνεῦμα, διὰ τοῦτό φησι “ φῶς εἰς ἀποκά- “ λυψιν ἐθνῶν.”

Γέγονε δὲ καὶ “ δόξα τοῦ Ἰσραὴλ” ὁ Χριστὸς, καὶ κατ’ αὐτὸ μὲν τὸ ἐξ αὐτῶν ἀνατεῖλαι τὸ κατὰ σάρκα, ἐδόξασε δὲ καὶ πολλοὺς ἐξ αὐτῶν διὰ τῆς εἰς αὐτὸν πίστεως.

Κυρίλλου Ἀλεξανδρείασ. Γέγονε φῶς τοῖς ἐν σκότει καὶ πεπλανημένοις, καὶ ὑπὸ χεῖρα πεσοῦσι διαβολικὴν, κέκληται γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἀλλὰ καὶ εἰς δόξαν τοῦ Ἰσραήλ· εἰ γὰρ καὶ γεγόνασι τινὲς ὑβρισταὶ ἐξ αὐτῶν καὶ ἀπειθεῖς καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ’ οὖν σέσωσται τὸ κατάλειμμα, καὶ δεδόξασται διὰ Χριστοῦ.

Τὸ δὲ “ εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον πολλῶν ἐν “ τῷ Ἰσραὴλ” ἡγοῦμαι, οὐκ ἄλλων πιπτόντων, καὶ ἄλλων ἀνισταμένων, οὐδὲ γὰρ τοῖς μὲν τοῦ πίπτειν ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι· οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτὲ

24
ἦσαν καταπίπτουσι δηλονότι· οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος, ἀλλ’ οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετανοίας πίπτει καὶ ἀποθνήσκει ἐξ αὐτῆς· καὶ λοιπὸν ζῆ τῇ δικαιοσύνῃ καὶ ἀνίσταται τῇ εἰς Χριστὸν πίστει· πιπτέτω γὰρ τὰ χείρονα, ἵνα ἀναστῇ τὰ βελτίονα· ἐὰν γὰρ μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει· οὕτως οὖν ἐστι τὸ “ εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.”

“ Εἰς δὲ σημεῖον ἀντιλεγόμενον.” Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ θείᾳ γραφῇ τὸν ζωοποιὸν σταυρόν. ἔθηκε γάρ, φησι, Μωϋσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ. ἐπεὶ οὑν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου· οἱ μὲν ἀνειληφέναι αὐτὸν σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ τοῦ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοικὸν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ τῆς παρθένου καὶ ἀχράντου Μάριας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο εἰς σημεῖον ἀντιλεγόμενον. “ Ῥομφαίαν” δὲ λέγει τὸν λόγον τὸν πειραστικὸν τῶν ευθυμησεων.

Ἄλλωσ. “ Ῥομφαίαν” δέ φησι τὴν ἐπὶ τῷ σταυρῷ θλῖψιν τῆς παναγίας θεοτόκου, οἰομένην μὴ δεῖν αὐτὸν τοιαῦτα πάσχειν· τὸ γὰρ αὖθις ἀναστήσεσθαι αὐτὸν, ὡς ὑπέρογκον τέως ἠπιστεῖτο.

Ἄλλωσ. Προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μάριας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευτῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται τις περὶ τὴν σὴν ψυχὴν σάλος.

Τὸ δὲ “ ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλο- “ γισμοὶ,” αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς μαθηταῖς, καὶ αὐτῇ τῇ παναγίᾳ παρθένῳ ταχεία τις ἴασις ἐπακολουθεῖ παρὰ τοῦ Κυρίου. βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ’ αὐτὸν πίστιν. οὕτως γὰρ εἴδομεν καὶ Πέτρον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον, τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ.

25

Ἄλλωσ. Τὸ δὲ “ ὅπως ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν “ διαλογισμοὶ” τοῦτό ἐστιν, ἵνα πάντων οἱ διαλογισμοὶ δῆλοι καὶ σαφεῖς τοῖς ἀνθρώποις γένωνται· τίς μὲν ὁ ἀγαπῶν αὐτὸν, καὶ μέχρι θανάτου τὴν εἰς αὐτὸν ἀγάπην ἐνδεικνύμενος· τίς δὲ ὁ ἐπίπλαστὸν ἔχων τὴν εἰς αὐτὸν πίστιν, σκανδάλου πληρωθεὶς διὰ τὸν σταυρόν· τίς τε ὁ προδιδοὺς καὶ ἐπιμένων τῷ τε σταυρῷ καὶ τῷ θανάτω αὐτοῦ.

Περὶ Ἄννης τῆς προφήτιδος.

Ἡ δὲ προφῆτις Ἄννα ἡ τοσαύτης ἀξιωθεῖσα μαρτυρίας ὑπὸ τοῦ Εὐαγγελιστοῦ, ἀνθωμολογεῖτο τῷ Θεῷ, τουτέστιν ηὐχαρίστει τὴν σωτηρίαν ὁρῶσα, τοῦ τε κόσμου, τοῦ τε Ἰσραὴλ ἐπιστᾶσαν.

Ελάλει δὲ περὶ αὐτοῦ, ὅτι αὐτὸς εἴη ὁ λυτρωτὴς, αὐτὸς εἴη ὁ Σωτῆρ’, οὗτος ἡμῖν εἰς χαρὰν περιτρέψει τὴν κατήφειαν.

“ Ὑπέστρεψαν δὲ εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν ἑαυτῶν “ Ναζαρὲτ,” ἐπειδὴ εἰ καὶ ἡ Βηθλεὲμ ἦν αὐτῶν πόλις, ἀλλὰ καὶ τὴν Ναζαρὲτ πόλιν ἑαυτῶν ἐπεγράφοντο, ὡς ἐκεῖ τὴν οἴκησιν αὐτῶν πηξάμενοι.

Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δή μοι τῆς οἰκονομίας τὸ βάθος, ἀνθρώπινον ὑπομένει τόκον· καί τοι τὸ ἄναρχον ἐν χρόνῳ θεικῶς ἔχων ὁ Λόγος· ἐν αὐξήσει σώματος, ὁ παντέλειος ὡς Θεὸς, ἐν ἁδρότητι μελῶν ὁ ἀσώματος· πληροῦται σοφίας αὐτὸς ὢν ἡ πᾶσα σοφία. καὶ πρὸς τοῦτο φαμὲν, ὅρα διὰ τούτων τὸν ἐν μορφῇ τοῦ Πατρὸς, ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς, τὸν πλούσιον, ἐν πτωχείᾳ, ἐν ταπεινώσει τὸν ὑψηλὸν, τὸν τὸ πλῆρες ἔχοντα θεικῶς ἐν τῷ λέγεσθαι λαβεῖν, οὕτω κεκένωκεν ἑαυτὸν Θεὸς ὣν ὁ Λόγος· τὰ γὰρ ἀνθρωπίνως περὶ αὐτοῦ γεγραμμένα τὸν τῆς κενώσεως διαδείκνυσι τρόπον. οὐ γάρ ἐστι τῶν ἐνδεχομένων εἰς ἰδίαν φύσιν ὑποστῆναί τι τοιοῦτον ἐκ τοῦ Θεοῦ Πατρὸς φύντα Λόγον. Γέγονε δὲ σὰρξ, ἤγουν ἄνθρωπος καθ’ ἡμᾶς· τίκτεται ἐκ γυναικὸς κατὰ σάρκα τὰ ἀνθρώπινα ὑπομεμενηκώς. ἦν μὲν γὰρ ἱκανὸς ὁ Θεὸς ὣν ὁ Λόγος, εἰς μέτρον ἀνδρὸς τελείου καὶ ἐκ μητρὸς αὐτῆς τὴν ἰδίαν ἀναβιβάσας σάρκα. ἀλλ’ οὐκ ἦν μακρὸν τερατοποιήσας τὸ

26
δρώμενον. Ἐπεὶ δὲ οὐκ ἄσαρκος ἀλλὰ σεσαρκωμένος εἰσαγαγὼν τὸν Θεὸν Λόγος, ὁ Εὐαγγελιστὴς ἔφη, “ ηὔξανε καὶ ἐκραταιοῦτο,” καὶ τὰ ἑξῆς. διὰ τοῦτο περὶ τὸν κατὰ σάρκα χρὴ νοεῖν ταῦτα· σωματικῶς γὰρ ηὔξανε καὶ ἐκραταιοῦτο, τῶν μελῶν συναδρυνομένων τῇ αὐξήσει. Ἐπληροῦτο δὲ σοφίας καὶ χάριτος, οὐκ ἐν τῷ προλαμβάνειν· ἀεὶ γὰρ τὸ πλῆρες εἶχεν ὡς Θεὸς, ἀλλὰ τοῦ Θεοῦ Λόγου τῇ τοῦ σώματος ἡλικίᾳ συνεκτείνοντο κατὰ βραχὺ τῆς σοφίας καὶ τῆς χάριτος τὴν ἔκφανσιν. Ἐπερωτᾷ δὲ τοὺς διδασκάλους ὁ Κύριος τὰ τοῦ νόμου πάντως, καὶ τὰ νομικὰ πα. ραγγέλματα. καὶ ᾔδει μὲν ἡ παναγία Θεοτόκος μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλὰ διὰ τὴν ὑποψίαν τῶν Ἰουδαίων νομιζόντων ἐκ πορνείας αὐτὸν γεγενῆσθαι, φησὶ πρὸς αὐτὸν, ὅτι “ ἰδοὺ ὁ πατὴρ “ σοῦ κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.”

Τοῦ Ἁγιοῦ Κυρίλλου Ἀλεξανδρείασ. Εἰπὼν ὁ Εὐαγγελιστὴς, ὅτι “ προέκοπτε σοφίᾳ καὶ χάριτι παρά τε Θεῷ καὶ ἀνθρώ- “ ποις,” δείκνυσι τὸν ἑαυτοῦ λόγον ἀληθῆ. Ἀποφέρει γὰρ αὐτὸν εἰς Ἱερουσαλὴμ, ἅμα τῇ ἁγίᾳ παρθένῳ, ἑορτῆς εἰς τοῦτο καλούσης, εἶτά φησιν, ἀπομεῖναι μὲν αὐτὸν, ἐγκαταλειφθῆναι δὲ μετὰ ταῦτα ἐν τῷ ἱερῷ μεταξὺ τῶν διδασκάλων καθήμενον, ἐρωτῶντα δὲ καὶ ἀποκρινόμενον, δῆλον δὲ ὅτι τὰ πάλαι τῷ νόμῳ διηγορευμένα· εἶτα θαυμαζόμενος ὑπὸ πάντων ἐπὶ ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀπολογίαις. Ὁρᾷς ἐν σοφίᾳ καὶ χάριτι προκόπτοντα, διὰ τοῦ γινώσκεσθαι πολλοῖς, ὅτι τοιοῦτός ἐστι.

Ὠριγένουσ. Ὁ μακάριος Λουκᾶς ὅσα φῶς ἡμῖν ὅτι παρθένου υἱὸς ὁ Σωτῆρ’ ἦν, οὐκ ἐξ ἀνδρός. Πρὸς τι οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενόμενον τῆς γενέσεως ; Ἁπλούστερον μὲν λέγοιτο ἃν, ὅτι εἰ ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ Ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτό; εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύτερον, ἐροῦμεν, ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ Δαβίδ· ἔδοξε δὲ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰωσὴφ μὴ γεννήσαντα τὸν Σωτῆρα. ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη Ἰωσὴφ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἆρα δὲ ὅτι ἀπόλωλεν ὡς παῖς, κατεζήτουν, ἣ ὅτι πεπλάνηται ;

27
ἄπαγε. οὔτε γὰρ τῆς πανσόφου θεοτόκου Μάριας ἦν τοῦτο, τῆς μυρίας δεξαμένης περὶ αὐτοῦ θείας ἀποκαλύψεις, οὐδὲ τοῦ Ἰωσήφ· ἀλλ’ ὥσπερ ἐάν τις ζητῇ γραφὴν, ὀδυνωμένως αὐτὴν ζητεῖ, οὐχ ὥσπερ πλανημένην οὐδὲ ὡς ἐσφαλμένην, ἀλλ’ ὡς ἔχουσαν μὲν τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπως δὲ πεφανερωμένην, οὕτω κἀκεῖνοι ἐζήτουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μήπως ἀπέστη ἀπ’ αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς· ὁ δὲ Κύριος ἡμῶν καὶ Θεὸς ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείας ἅπτεται ἀποκρίσεως, παρεμφαίνων ὅτι Θεὸς εἴη σεσαρκωμένος. Ἐπειδὴ γὰρ ἡ παρθένος καὶ θεοτόκος τὸν ἐπικληθέντα αὐτοῦ πατέρα Ἰωσὴφ ἔλεγεν αὐτοῦ πατέρα, αὐτός φησιν, ὅτι ἐμὸς πατὴρ, οὐχ ὁ Ἰωσὴφ, ἀλλ’ ὁ Θεὸς, ὅτι ὁ τοῦ ναοῦ δεσπότης· εἰς τὸν ναὸν γὰρ τοῦ Θεοῦ ὣν, ἔφη, “ οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με ” οὐ συνῆκαν δὲ τὸ ῥῆμα οἱ περὶ τὴν ἁγίαν θεοτόκον, ὃ ἐλάλησεν αὐτοῖς ὁ Κύριος, ἐπειδὴ οὐκ ἦν ἀνθρωπίνης διανοίας τὸ οὕτω λεπτὸν συνιδεῖν μυστήριον.

Διὰ τοῦτο δὲ “ ἦν ὑποτασσόμενος αὐτοῖς,” παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς ἑαυτῶν γονεῖς καὶ ὑποτάσσεσθαι αὐτοῖς. Διετήρει δὲ ἡ μήτηρ αὐτοῦ ἡ παναγία παρθένος καὶ θεοτό- κος, ποῖα ῥήματα ; ὅσα ὁ Ἄγγελος εἶπεν, ὅσα οἱ ποιμένες, ὅσα Συμεὼν καὶ ἡ Ἄννα, καὶ ὅσα νῦν αὐτὸς πρὸς αὐτούς· εἰ γὰρ καὶ μὴ τελείως ἔγνωσαν τὰ εἰρημένα πη αὐτοῦ, πλὴν συνῆκεν ἡ παναγία θεοτόκος, ὅτι θεῖα ὑπῆρχον καὶ ὑπὲρ αὐτῶν. οὐδὲ γὰρ ὡς παιδίου ἤκουσε δωδεκαετοῦς, ἀλλ’ ἐτήρει τὰ ῥήματα ὡς τελείου. Πάλιν πρὸς τὴν αὔξησιν τοῦ σώματος προκοπὴν λέγει ὁ Εὐαγγελιστὴς, τουτέστι ὅτι καὶ ὁ Ἰησοῦς προέκοπτεν, ὥσπερ ὁ πολλοῖς ἐν γνώσει κατὰ προσθήκην γενόμενος τῆς περὶ αὐτοῦ θεοπρεποῦς ὑπολήψεως, ἣν σὺν εὐδοκίᾳ τοῦ Πατρὸς ἐπεδείκνυτο, συμπροσόντων τῶν χρόνων τῆς ἡλικίας, τὴν ἔλλαμψιν τῆς θεότητος.

Περὶ τοῦ γενομένου ῥήματος πρὸς Ἰωάννην.

Μέμνηται δὲ δικαίως τοῦ χρόνου καὶ τῶν ἀρχόντων λέγων ὁ Εὐαγγελιστὴς “ ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου

28
“ Καίσαρος,” καὶ τὰ ἑξῆς, ἵνα γνῶμεν ὅτι ἐν τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, ἐκλελοίπει καθόλου ἄρχων καὶ ἡγούμενος ἐξ Ἰουδαίων. ἀλλόφυλοι δὲ ἦρχον, Ῥωμαίων μὲν, οἱ δὲ λοιποὶ Ἡρώδου υἱοὶ, Ἀσκαλωνίτης τὸ γένος, “ ἦλθε γὰρ ᾧτινι τὸ ἄρχειν ἀπόκειται,” τουτέστι Χριστῷ τῷ Θεῷ ἡμῶν. Ἐξέλιπον δὲ οἱ Ἰουδαίων ἄρχοντες κατὰ τοὺς λόγους Ιακὼβ τοῦ πατριάρχου.

Τὸ δὲ εἰπεῖν “ ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην” δείκνυσιν ὅτι οὐκ ἀφ’ ἑαυτοῦ ἦλθεν, ἀλλὰ παρὰ Θεοῦ ἀποσταλεὶς, ὅθεν καὶ τοσαῦτα περὶ τὸν Ἰωάννην ἐξ ἀρχῆς ᾠκονομήθη διὰ ταύτην τὴν διακονίαν. Ἔδει γὰρ καὶ τὸν πρόδρομον τοῦ Χριστοῦ ἀξιάγαστον εἶναι. Διὰ τί δὲ ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ ; διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα αὐτῆς ἐρημωθείσης μᾶλλον εἶναι ἣ περὶ τῆς ἐχούσης τὸν ἄνδρα, τούτου χάριν τοῦτο γέγονε. Εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκπερισσῶς ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. Ἐκήρυσσε δὲ βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Τὸ μὲν γὰρ Θεῷ βάπτισμα τελείως ἔχει ἄφεσιν ἁμαρτιῶν ἐξ αὐτοῦ τοῦ βαπτίζεσθαι, τὸ δὲ Ἰωάννου εἰς αὐτὸ μὲν εἶχεν ἄφεσιν ἁμαρτιῶν, διὰ μετανοίας δὲ, ἀτελὴς γὰρ ἦν, εἰ καἲ τῶν Ἰουδαϊκῶν βαπτισμάτων τελειότερον ὑπῆρχεν· ἐποίει γὰρ αὐτοὺς ἐπιτηδείους μετάνοια, καὶ δεκτικοὺς αὐτῆς γενέσθαι παρεσκεύαζε τοὺς βαπτιζομένους.

Ἐπειδὴ δὲ ὁ Ἰωάννης πρόδρομος ἦν τοῦ Χριστοῦ, φωνὴ ἦν ὁ λόγος, προέδραμεν ἡ φωνὴ τὸν λόγον. διὰ τοῦτο καὶ ὡς οὔπω παρόντος τοῦ Κυρίου, “ ἑτοιμάσατε,” φησὶ, “ τὴν ὁδὸν αὐτοῦ, τουτέστι, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν, τῶν τοῦ νόμου σκιῶν ἀφιστάμενοι. Εὐθείας δὲ ποιεῖ τὰς τρίβους τοῦ Θεοῦ ὁ διὰ δικαιοσύνης αὐτὴν ὁδεύων· σκολιὰ γὰρ ἡ κακία. Τὸ δὲ “ πᾶσα φάραγξ πληρωθήσεται” καὶ τὰ ἑξῆς, ὡς πρὸς ἀντίθεσιν ἐστί· καὶ οἱονεὶ ἀμφιβάλλοντός τινος ἡ προφητεία ἀποκρίνεται. Ἐπειδὴ γὰρ εἶπεν, “ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, “ εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,” ἀνάντης δὲ καὶ τραχεῖα ἡ ἀρετὴ καὶ δυσδιάβατος, καὶ ἐμποδιζομένη, πρῶτον μὲν ἀπὸ τῶν πονηρῶν πνευμάτων, ἔπειτα δὲ καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἔξωθεν παθῶν, ὡς λέγοντός τινος τῷ προφήτῃ πῶς ἐνδέχεται

29
κατορθοῦσαι ἀρετὴν, τοσούτων ὄντων κωλυμάτων, αὐτὸς ἀποκριθεὶς λέγει, ὅτι πᾶν τὸ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐμποδίζον διορθωθήσεται ὑπὸ τοῦ Χριστοῦ· κἂν φάραγξ τις εἴη, καὶ διὰ τοῦτο ὑπάρχει δύσβατος, πληρωθήσεται πρὸς δεξίωσιν· κἂν ὅρος τις εἴη καὶ βουνὸς, καὶ διὰ τοῦτό ἐστι δυσπόρευτος, ταπεινωθήσεται εἰς ὁδὸν εἰθεῖαν, καὶ πάντα ἔσται εὐθεῖα.

Ἄλλωσ. Φάραγγας δὲ καὶ ὄρη καὶ βουνοὺς τὰ πάθη καλεῖ, καὶ τὰς τῶν δαιμόνων ἀντιστάσεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι πάντα ὅσα τὴν ἀρετὴν καὶ τὴν τοῦ Θεοῦ ὁδὸν δύσβατον ποιεῖ, καταργηθήσεται ὑπὸ Χριστοῦ, ὡς γενέσθαι λεῖα πάντα τοῖς ὁδεύειν βουλομένοις· λεῖα δὲ γέγονεν οὕτως, ἐπειδήπερ τὸν μὲν Σατανᾶν κατήργησεν ὁ Χριστὸς, καὶ ὑπὸ τοὺς πόδας τῶν δούλων αὐτοῦ τέθεικε. Τὰ δὲ τῆς σαρκὸς πάθη ἐν ἑαυτῷ κατεύνασε καὶ κατήργησε.

Δεῖξαι δὲ θέλων, ὅτι οὐκέτι Ἰουδαῖοι οὔτε προσήλυτοι μόνον, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τῆς φιλανθρωπίας ἀπο- λαύσει τοῦ Θεοῦ, φησὶ “ καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον “ τοῦ Θεοῦ, ” τουτέστιν, ὅτι πρὸς τὰ πέρατα τῆς γῆς κηρυχθήσεται τῶν Εὐαγγελίων τούτων ἡ δύναμις καὶ ἡ γνῶσις, ἀπὸ θηριώδους τρόπου καὶ σκληροτάτης γνώμης εἰς ἡμερότητα πολλὴν καὶ πραότητα μεταβάλλουσα τὸ τῶν ἀνθρώπων γένος. καὶ γὰρ διὰ τῶν σκολιῶν πάντα τὸν διεφθαρμένον βίον ᾐνίξατο, τουτέστι, τελώνας, καὶ πόρνας καὶ λῃστὰς καὶ μάγους, οἵτινες ὄντες διεστραμμένοι πρότερον, τὴν ὀρθὴν ὕστερον ἐβάδισαν ὁδόν· ὅπερ οὖν αὐτὸς ἔλεγε τοῖς Ἰουδαίοις, “ ὅτι τελῶναι καὶ πόρναι προάγουσιν “ ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.”

Τὸ “ἔλεγεν οὑν τοῖς ἐκπορευομένοις ὄχλοις ἕως “ καὶ εἰς πῦρ “ βάλλεται,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰωάννην.

Ερωτηθεὶς δὲ ὁ Ἰωάννης παρὰ τῶν ὄχλων τὸ τί ποιήσομεν ; αὐτὸς καθάπερ τις ἐπιστήμων ἰατρὸς ἑκάστῳ τὸ πρόσφορον τέθεικε βοήθημα, τοῖς μὲν ὄχλοις φιλαλλήλῳ φρονήματι κεχρῆσθαι κε.

30
λεύω τελώναις δὲ τὴν εἰς ἀκαθέκτους πλεονεξίας ἀποκλείων ὁδὸν, τοῖς γε μὴν στρατιώταις τὸ μηδένα διασείειν πανσόφως ἐπιφωνῶν· οὐδένα γὰρ ἀποβάλλεται Θεὸς, ὀρθῶς καὶ δικαίως πολιτευόμενον· οὕτω δὲ ἦν μέγας καὶ ἀξιάγαστος ὡς εἰς ὑπονοίας ἐλθεῖν τοὺς τῶν Ἰουδαίων δήμους, μὴ ἆράγε αὐτὸς εἴη ὁ Χριστὸς, ὁ ὑπὸ προφητῶν ἁγίων προκεκηρυγμένος. αὐτὸς δὲ τὴν τοιαύτην αὐτῶν ὑποψίαν ἀποκόπτων ἔλεγεν ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, καὶ τὰ ἑξῆς, ἕως “ κατακαύσει πυρὶ ἀσβέστῳ.” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Ὠριγένουσ. Τρία τάγματα εἰσήγαγε, πυνθανομένου τοῦ Ιωάννου, ἓν μὲν, ὠνόμασεν ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα, ἄλλο δὲ ὠνόμασε τελώνας, τρίτον δὲ ὠνόμασε στρατιώτας.

Τοῦ Αὐτοῦ. Γενόμενος ἐγὼ κατὰ τὸν τόπον εἰ αὐτὴ ἡ ἐντολὴ, ὅσον ἐπὶ τῶν ῥητῶν τῷ ὄχλῳ, ἁρμόζει· “ ὁ ἔχων “ δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι·” ὅτι γὰρ τοῖς Ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφόντων, ὡς ὑπὸ τοῦ Σωτῆρος πρὸς αὐτοὺς εἰρημένον, ἐν οἷς ἔλεγεν αὐτοῖς, “ μηδὲ δύο χιτῶνας εἰς “ ὁδὸν ἆραι, ἀλλ’ ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμνότητος δύνασαι παραλαβεῖν εἰς τὸ “ ὁ “ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι.” θέλει γὰρ ἡμᾶς ὡς μηδὲ δύο χιτῶνας ἔχειν, καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸ παλαιὸν, πῆ δὲ τὸ νέον· ἀλλ’ ἐκδύσασθαι μὲν τὸ ἕτερον, τὸ δὲ ἕτερον ἔχειν. ἅμα δὲ ἐζήτουν τὸ “ μεταδότω τῷ μὴ ἔχοντι. τίς δέ ἐστιν ὁ μὴ ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ εὐσκεπασμένον ὥστε αὐτῷ μεταδιδόναι ; οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ’ ὑπερβολὴν τοῦτο προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐνδύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς.

Εἰπὼν δὲ ὅτι πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαὸν, ἔδειξεν ὅτι ὁ τὸν λόγον τοῦ Εὐαγγελίου διδάσκων, πολλὰ σωτήρια εὐαγγελίζεται διδάγματα.

Τὸ δὲ ἐπαγόμενον, ὅτι “ Ἡρώδης τετράρχης ἐλεγχόμενος ὑπ’ αὐτοῦ καὶ τὰ ἑξῆς ἕως ἐν τῇ φυλακῇ προεγράφη εἰς τὸ κατὰ Ματθαῖον. ὁμοίως δὲ καὶ περὶ τοῦ βαπτισμοῦ.

Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ’ αὐτοῦ. Ωριγένουσ. Οὗτος παρανόμως ἔγημε τὴν γυναῖκα τοῦ ἀδελ-

31
φοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον· ἀλλ’ ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξουσίαν, οὐδὲ ἧττον πληρῶν προφητικὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώδη ἐπὶ τῇ παρανόμῳ τοῦ γάμου, καὶ κατεκλείσθη εἰς φυλακὴν, καὶ μὴ μεριμνῶν θάνατον, ἐμερίμνα περὶ Χριστοῦ.

Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχό- μενος.

τριακονταέτης δὲ ἐπὶ τὸ βάπτισμα παρεγένετο, ἐπειδὴ μεμαρτυρημένη ἐστὶν ἡ ἡλικία αὕτη, ὥστε μέγα οὖσα, ἅμα δὲ καὶ ἵνα δείξῃ, ὅτι τελείους ἄνδρας ἀποτίκτει κατὰ τὴν νοητὴν ἡλικίαν πνευματικὴ ἀν’ οὕτω γὰρ καὶ ὁ πρῶτος ἄνθρωπος τέλειος ἐπλάσθη, καὶ εὐθέως ἐν τῷ παραδείσῳ τεθεὶς, ὡς τέλειος ἐντολὴν καὶ νόμον ἔλαβε, καὶ ἐπετρέπετο τοῦ παραδείσου τὴν ἐργασίαν καὶ φυλακήν.

Περὶ τὴν κατὰ σάρκα γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ τὸν μὲν Ματθαῖον ἀπὸ Σολομῶντος αὐτὸν γενεαλογεῖν, καὶ φθάνειν εἰς τὸν Ματθαῖον καὶ Ἰακὼβ καὶ Ἰωσὴφ, καὶ ἀμφιβόλως ἕκαστον αὐτῶν, ἕτερον δὲ καὶ ἔτι καταλέγειν γένος· καὶ δοκεῖ τῶν ἀδυνάτων εἶναι τὸν Ἰωσὴφ τὸν νομισθέντα ἄνδρα τῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου Μάριας, τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ἐσχηκέναι πατέρα· ἀλλὰ κατανοήσας μὲν τὴν λύσιν τῆς δοκούσης διαφωνίας. τρίτος ἀπὸ τέλους κατὰ τὴν τοῦ Ματθαίου γενεαλογίαν ἐστὶν ὁ Ματθαῖος, πέμπτος δὲ ἀπὸ τέλους, κατὰ τὴν τοῦ Λουκᾶ ὁ Μελχί· τούτων τῶν δύο κατὰ διαφόρους χρόνους, γαμετὴ γέγονεν ἡ Ἐσθᾶν· τοῦ γὰρ Ματθᾶν προειληφότος αὐτὴν καὶ παιδοποιήσαντος ἐξ αὐτῆς τὸν Ἰακὼβ, καὶ τελευτήσαντος, χήραν αὐτὴν οὖσαν, ἐκ τῆς αὐτῆς ὣν φυλῆς, ἄλλης δὲ συγγενείας, ἠγάγετο ὁ Μελχὶ, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς τὸν Ἠλί, ὁ δὲ Ἰακὼβ τοιγαροῦν καὶ ὁ Ἠλὶ ὁμομήτριοι τυγχάνουσιν ἀδελφοὶ ἐκ τῆς Ἐσθᾶν. εἰς Ἐσθᾶν c δὲ τοῦ Ἠλὶ γυναῖκα καὶ ἀτέκνου τελευτήσαντος, κατὰ τὸν νόμον εἰσῆλθε πρὸς αὐτὴν ὁ Ἰακὼβ, ὡς ἀδελφὸς παιδοποιήσας τῶ τελευτήσαντι ἀδελφῷ τῷ Ἠλί· ἐπαιδοποίησεν οὖν τὸν [*](c εἰσθᾶν Cod.)

32
Ἰωσὴφ, καὶ ηὑρέθη ὁ Ἰωσὴφ, υἱὸς μὲν ὣν τῇ φύσει τοῦ Ἰακὼβ, νόμῳ δὲ τοῦ Ἠλὶ, καὶ τὸ γένος ὅθεν ὁ Ἰακὼβ κατάγεται. ὅδε γε Λουκᾶς τὸν κατὰ νόμον λέγων πατέρα τοῦ Ἰωσὴφ τὸν Ἠλί κατάγεται· προσηκόντως δὲ ὁ μὲν τοῦ κατὰ φύσιν, ὁ δὲ τοῦ κατὰ νόμον πατρὸς μέμνηται· ἵνα δείξωσιν, ὅτι ἐξ ἀμφοτέρων τῶν πατρῶν, τοῦ τε κατὰ τὸν νόμον, τοῦ τε κατὰ τὴν φύσιν, εἰς τὸν Δαβὶδ ἀνατρέχει τὸ γένος· ὅθεν τῶν δύο πατέρων εἰς τὸν Δαβὶδ ἀνατρεχόντων, καὶ Ἰουδαίων καὶ Ἑλλήνων πᾶσι περιείρηται ἀμφισβήτησις καὶ ἅπαν σκάνδαλον.

Τοῦ ἀγίυ Κυρίλλου. βαπτίζεται δὲ ὁ Ἰησοῦς, εὐλογῶν τὰ ὕδατα καὶ καθαίρων αὐτὰ ὑπὲρ ἡμῶν. Ἄγιος γάρ ἐστιν Ἀγίων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἂν αὐτὸς ἐδεήθη τοῦ ἁγίου βαπτίσματος, οὐδὲ ἀφέσεως ἁμαρτιῶν τυχεῖν, ὥσπερ ἡμεῖς κερδαίνομεν δι’ αὐτοῦ.

Ἀνοίγει τοὺς οὐρανοὺς, οὓς ἔκλεισεν ὁ πρῶτος Ἀδὰμ, δηλῶν ὡς ἡ τοῦ βαπτίσματος δύναμις ἄνοδός ἐστιν εἰς τὸν οὐρανόν· ἡμῖν γὰρ ἅπαντα ἔπραττεν ὁ οὐράνιος τοῦ ἁγιασμοῦ καὶ τῆς ἡμετέρας λυτρώσεως ἀπαρχόμενος . οὕτω καὶ τὸ Πνεῦμα δι’ ἡμᾶς κάτεισιν εἰς αὐτόν· Πνεῦμα δὲ οὐχ ἓν τῶν λειτουργικῶν πνευμάτων, ἀλλὰ τὸ αὐτοῦ τοῦ Θεοῦ, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον αὐτῷ καὶ τῷ Πατρί.

Εἰ δέ φησι, πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, ἵνα δειχθείη σαφῶς ὡς εἷς ἐστιν ὁ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης Θεός· καὶ εἰς ὑπόμνησιν ἀγάγῃ τοῦ ἐπὶ Νῶε κατακλυσμοῦ. Ὥσπερ γὰρ τότε περιστερὰ τὴν κατάπαυσιν εὐηγγελίσατο τῆς ὀργῆς τοῦ Θεοῦ, οὕτω καὶ νῦν περιστερὰν εἶδον, μηνύει τὸν τῆς ἁμαρτίας κατακλυσμὸν καὶ τὴν τοῦ κόσμου διαλλαγήν.

Ὁ ἐν ἡμῖν πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτος τὸ Πνεῦμα· καίτοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις, τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων, περί τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες, “ δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων, ἀπαγ- “ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.”

33

Περὶ τοῦ πειρασμοῦ τοῦ Σωτῆρος.

Ἰησοῦς δὲ Πνεύματος Ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου. καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα.

Τοῦ Αῦτοῦ. Τί οὐν ἀρα τὸ “ ἤγετο ” ἔστιν οὐ μᾶλλον, ἀλλ’ ὅτι διῆγε καὶ ἐπολιτεύετο. κατηθίσμεθα γὰρ πῶς καὶ ἡμεῖς αὐτοὶ περὶ παντὸς τοῦτο ἐν ἐπιεικείᾳ λέγειν, ὁ δεῖνα τυχεῖν a, καλῶς ἑαυτὸν ἄγει. ἐπολιτεύετο τοίνυν ἐν τῇ ἐρήμῳ ἐν πνεύματι, τουτέστι πνευματικῶς· νενήστευκε γὰρ, οὐδὲν παντελῶς τῇ τοῦ σώματος χρείᾳ διδοὺς εἰς τροφήν· οὐκ αὐτὸς νηστείας προσδεόμενος, ἀλλὰ τύπον ἡμῖν τὰ καθ’ ἑαυτὸν εἰς ὑπογραμμὴν ἀνατιθεὶς, καὶ εἰκόνα ποιούμενος τῆς παρ’ ἡμῖν ἐξαιρέτου καὶ τεθαυμασμένης ζωῆς. τὸ δὲ ἐν τῇ ἐρήμῳ διαιτᾶσθαι ἀναγκαῖον καὶ χρήσιμόν ἐστιν. ἀποφοιτῶντες γὰρ τῶν εἰκαίων τοῦ παρόντος βίου, περισπασμῶν καὶ κυμάτων καὶ ζάλης ἀπηλλάγμεθα, καὶ τὴν ἡδονὴν ἀπονεκροῦντες, κρείττονες τοῦ πειράζοντος Σατανᾶ ἐσόμεθα.

Κυρίλλου ἈλεξανΔδείασ. Ἐνταῦθά μοι βλέπε ἀνθρώπου φύσιν, καὶ ἐν ἀπαρχῇ τῷ Χριστῷ τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι κατακεχρισμένην, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐστεφανωμένην· πάλαι μὲν γὰρ ὑπισχνεῖτο ὁ τῶν ὅλων Θεὸς, λέγων, “ ὅτι ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός “ μου ἐπὶ πᾶσαν σάρκα.” πεπλήρωται δὲ εἰς ἡμᾶς ὡς ἐν πρώτῳ χρόνῳ τὸ ἐπηγγελμένον, καὶ περὶ μὲν τῶν ἀρχαιοτέρων ἀκαθέκτως ἐκκεκλικότων εἰς φιλοσαρκίαν ἔφη ποῦ Χριστὸς, “ οὐ μὴ κατα- “ μείνῃ τὸ Πνεῦμα ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.” Ἐπειδὴ δὲ πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ τὴν διὰ Πνεύματός τε καὶ ὕδατος ἀναγέννησιν πεπλουτήκαμεν, χρηματίζομεν δὲ οὐκέτι σαρκὸς καὶ αἵματος τέκνα, πατέρα δὲ μᾶλλον καλοῦμεν τὸν Θεόν· ταύτῃ τοι καὶ μάλα εἰκότως, ὥστε ὡς τετιμημένοι λοιπὸν καὶ τὸ λαμπρὸν ἔχοντες τῆς υἱοθεσίας καύχημα, θείας φύσεως γεγόναμεν κοινωνοὶ, διὰ μετοχῆς τοῦ Ἁγίου Πνεύ- [*](a Leg. fors. τυχὸν.)

34
μάτος· ὁ δ᾿ ἐν ἡμῖν πρωτότοκος, ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καθεὶς ἑαυτὸν εἰς κένωσιν, δέχεται πρῶτον τὸ Πνεῦμα, καὶ τοι τοῦ Πνεύματος δοτὴρ ὑπάρχων αὐτὸς, ἵνα καὶ εἰς ἡμᾶς ἔρχηται δι’ αὐτοῦ τὸ ἀξίωμα, καὶ τῆς πρὸς τὸ Ἅγιον Πνεῦμα κοινωνίας ἡ χάρις. τοιοῦτόν τι καὶ ὁ Παῦλος διδάσκει ἡμᾶς λέγων πέρι τε αὐτοῦ καὶ ἡμῶν· “ ὁ τε γὰρ ἁγιάζων καὶ ἁγιαζόμενοι ἐξ ἑνὸς “ πάντες· δι’ ἣν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλῶν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐπειδὴ γὰρ ὅλως οὐκ ἐπαισχύνεται καλῶν ἡμᾶς ἀδελφοὺς, διά τοι τὸ ὑπελθεῖν τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, διὰ τοῦτο τὴν ἡμῶν εἰς ἑαυτὸν πτωχείαν μετατιθεὶς, ἁγιάζεται μεθ’ ἡμῶν, καίτοι τὴν κτίσιν ἅπασαν ἁγιάζων αὐτὸς, ἵνα μὴ φαίνηται τὸ τῆς ἀνθρωπότητος παραιτούμενος μέτρον, ὁ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἄνθρωπος γενέσθαι μὴ φυγών. καὶ “ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γενόμενος τῇ κατὰ “ πᾶν ὅτι οὖν, δίχα μόνης ἁμαρτίας.”

Ἰωάννου Τοῦ Χρυσοστόμου. “ “ ἐπείνασεν,” οὐδὲ γὰρ νηστεύοντι ἀλλὰ πεινῶντι προσέρχεται, ἵνα σὺ μάθῃς, ἡλίκον νηστεία καλὸν, καὶ πῶς ὅπλον ἐστὶ κατὰ τοῦ διαβόλου μέγιστον, καὶ ὅτι μέγα λουτρὸν, οὐ τρυφῇ καὶ μέθῃ καὶ τραπέζῃ πληθούσῃ, ἀλλὰ νηστείᾳ προσέχειν δεῖ. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἐνήστευσεν, οὐκ αὐτὸς ταύτης δεόμενος, ἀλλ’ ἡμᾶς παιδεύων.

Ὠριγένουσ. Πάντα πειρασμὸν ὃν ἔμελλον οἱ ἄνθρωποι πειράζεσθαι, πρῶτον ἐπειράσθη κατὰ τὸ ἀνθρώπινον· ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· ἐὰν ἴδῃς τοὺς ἀπὸ τῶν αἱρέσεων ἐσθίοντας ὡς ἄρτον τὸν λόγον τὸν ψευδῆ, ἴσθι ὅτι ἐκεῖνος ὁ λόγος ὁ λίθος ἐστὶν, ὃν ὁ διάβολος δείκνυσιν, ἐπεὶ ποῖος ἦν πειρασμὸς τὸν λίθον γενέσθαι ἄρτον, καὶ τὸν Σωτῆρα φαγεῖν ;

Διδάσκει δὲ διὰ τῆς λέξεως, ὅτι οὗτος μὲν, οὐ ῥῆμα Θεοῦ, τὸ δὲ τρέφον ῥῆμα καὶ τὸ ζωοποιοῦν· ἐπ’ ἐκείνῳ γὰρ τῷ ῥήματι ζῇ ἄνθρωπος· ἅμα δὲ τήρει, ὅτι ταῦτα λέγει κατὰ τὸ ἀνθρώπινον, οὐ καθὸ Θεὸς ἦν. Ὡς γὰρ περὶ ἀνθρώπου ἀποκρίνεται καὶ λέγει, “ γέγραπται, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνω ζήσεται ἄνθρωπος,” δηλῶν ὅτι ὡς ἄνθρωπός ἐστι πειραζόμενος.

Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς, ὅτι “ ἔδειξεν αὐτῷ πάσας τὰς

35
“ βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου,” ἀντὶ τοῦ διέγραψε τῷ λόγῳ τὴν οἰκουμένην, φησὶ, καὶ ὥσπερ τρόπον τινὰ ἐν τῇ διανοίᾳ αὐτοῦ ὑπεδείκνυεν ὡς ᾤετο. οὐδὲν ἠγνόει ὁ πάντα ποιήσας. εἰ γὰρ μὴ τοῦτό ἐστι, πῶς ἠδύνατο αὐτοὺς τοὺς τόπους εἰς ἕνα τόπον πρὸς θεωρίαν σωματικὴν ἀγαγεῖν, οἷον, φέρε εἰπεῖν, τὴν Περσῶν ἡγεμονίαν, ἣ τὴν Ἰνδῶν ;

Τοῦ ἁγίου Γρηγορίου Νύσσησ. ἡμῖν χωρὶς ἁμαρτίας, καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημάτων, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ πείρας τὸ κατ’ αὐτῆς πάθος, ἀλλ’ εἴξατο τὴν ὀρεκτικὴν τῆς φύσεως ὁρμὴν, τὴν ἐπὶ τῇ τροφῇ γινομένην, ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν διαμείνας, ὕστερον ἐπείνασεν. Ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι.

Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, καὶ τὰ ἑξῆς.

τούτους τοὺς τρεῖς πειρασμοὺς ἐκτελέσας ὁ διάβολος ἀνεχώ- ρησε. τίνες οὖν εἰσὶν οἱ τρεῖς ; ἡ γαστριμαργία, ἡ φιλαργυρία, ἡ κενοδοξία, ἄλλους παρὰ τούτους πειρασμοὺς οὐκ ἔχει. πρῶτος ὁ Ἀδὰμ διὰ κοιλίας πειράζεται, ἐπειδὴ οὐχ εἶχε πλεονεξίαν, οὐδὲ κενοδοξίαν, πάντων κύριος ὣν, καὶ μηδενὸς ἑτέρου ὄντος· οὐ προσάγει αὐτῷ ὁ διάβολος ὀργὴν, οὐδὲν γὰρ εἶχεν ᾧτ’ ὀργισθῇ· ἀπὸ τῆς γαστριμαργίας τότε ἤρξατο, καὶ νῦν ἐκεῖθεν ἤρξατο.

Τί δέ ἐστι τὸ “ ἕως καιροῦ ” ἐξεδέχετο γὰρ τὴν Ἰουδαίων πονηρίαν. Χριστὸς δὲ διὰ τοῦτο παρεγένετο, ἵνα πληρώσῃ τῆς οἰκουμένης ’τον σκοπόν.

Τὸ δὲ “ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος “ εἰς τὴν Γαλιλαίαν” διὰ τὰς θεοσημείας φησὶν, ὥσπερ ἐπετέλει τῇ δυνάμει τοῦ Παναγίου Πνεύματος, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ἀλλ’ ὡς ὣν φύσει τε ἀληθῶς Υἱὸς τοῦ Θεοῦ, ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ Παναγίου καὶ ὁμοουσίου Πνεύματος, ταύτας εἰργάζετο.

Ὠριγένουσ. Ἐπειδὴ ἔμελλεν ἀθλεῖν πρὸς τὸν διάβολον ἐν πειρασμῷ, δὶς ὀνομάζεται τὸ Πνεῦμα χωρὶς πάσης προσθήκης· ὅτε

36
δὲ ἀγωνισάμενος ἐνίκησε τοὺς τρεῖς ἀναγεγραμμένους πειρασμοὺς, πρόσσχες τῇ ἀκριβείᾳ τῆς γραφῆς τι περὶ τοῦ Πνεύματος φησὶν, “ ὅτι Ἰησοῦς ὑπέστρεψεν ἐν τῇ δυνάμει τοῦ Πνεύματος ; καὶ προσέθηκεν “ ἐν τῇ δυνάμει,” διὰ τὸν ἀθλητὴν τὸν νενικηκότα.

Ὠριγένουσ. “ βασιλείας κόσμου,” φησὶ, τὸν κοσμικῶν ἀνθρώπων, τίνα τρόπον οἱ βασιλεύονται ὑπὸ πονηρίας, οἱ δὲ βασιλεύονται ὑπὸ φιλαργυρίας, οἱ δὲ ὑπὸ κενοδοξίας· οὐ γὰρ ἐδείκνυεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου, τίνα τρόπον ἰσχύει βασιλεύειν, ἱν αὐτὸν προτρέψηται ποιῆσαι, ὃ ἐνόμιζε ποιῆσαι, περιγενήσεσθαι τοῦ Χριστοῦ. εἰ θέλεις, φησὶ, βασιλεῦσαι τούτων, καὶ ἐπὶ τούτῳ ἐλήλυθας τοῦ ἀγωνίσασθαι καὶ ἀποστῆσαι τοὺς βασιλευομένους ὑπ’ ἐμοῦ, μὴ ἀγωνίζου, ἓν ἀξιῶ, πεσὼν προσκύνησόν με, καὶ παράλαβε πᾶσαν τὴν βασιλείαν τὴν ὑπ’ ἐμέ. ἀλλ’ ὁ Σωτῆρ’ βασιλεῦσαι μὲν θέλει καὶ ὑποτάξαι πάντα τὰ ἔθνη, ἵνα δοῦλα γένηται δικαιοσύνης καὶ ἀληθείας καὶ πάσης ἀρετῆς· βασιλεῦσαι δὲ οὐ μετὰ ἁμαρτίας, οὐδὲ βούλεται ἀκμῆτί ὑποτάξας αὐτὸν ἐκείνῳ ἐστεφανῶσθαι, οὐδὲ ἀκμῆτί λαβεῖν πάσας τὰς βασιλείας τοῦ κόσμου, καὶ τὴν δόξαν αὐτῶν ὑποχείριον. Διό φησι πρὸς αὐτὸν, “ γέγραπται, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ “ μόνῳ λατρεύσεις.”

Ἐμφανῆ δέ, φησιν, ἑαυτὸν καὶ καταστῆσαι ἐξ αἵματος Ἰσραὴλ βουλόμενος, καὶ ὅτι κεχρῆσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπ’ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ πρό γε τῶν ἄλλων τοῖς ἐκ Ναζαρὲτ, οἷς συνετράφη, κατά γε τὴν σάρκα, φημὶ, τοῦτο χαριζόμενος. “ ἦλθε” γὰρ, φησὶν, “ εἰς Ναζαρὲτ, οὗ “ ἦν ἀνατεθραμμένος,” καὶ τὰ ἑξῆς. Ἀναγνοῦς δὲ τὰ ἐν τῷ προφήτῃ Ἡσαΐᾳ ἀναγεγραμμένα, “ ὅτι Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, “ οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς,” καὶ τὰ ἑξῆς. Ἐναργέστατα διὰ τούτων ἐδείκνυε τοῖς ἀκούουσιν, ὅτι αὐτὸς ἦν, ὁ τότε διὰ τοῦ προφήτου λαλῶν, ὅτι καὶ ἐνανθρωπήσει καὶ ἀφίξεται διασώσων τὴν ὑπ’ οὐρανόν· κεχρῆσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ σάρκα, γενόμενον δηλονότι καθ’ ἡμᾶς καὶ ἐνανθρωπήσαντα.

Εἶπε δὲ, “ ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη,” καὶ τὰ ἑξῆς, ἑαυτὸν φανερῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προφητείας

37
προηγορευμένον· αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν ἐν γνώσει, μὴ νόμον, μὴ προφήτας, καὶ ἅπασι τοῖς πλοῦτον οὐκ ἔχουσι πνευματικὸν αὐτὸς αἰχμαλώτους ὄντας ἐρρύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶ αὐτὸσ ἐνήστραψε τὸ νοητὸν καὶ θεῖον καὶ οὐράνιον φῶς τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν, καθὼς αὐτός φησι, ““ ὅτι “ὅτι ἐγὼ φῶς “κόσμον κόσμον τοῦτον ἐλήλυθα·” αὐτὸς ἀπέλυσε δεσμῶν, δηλονότι τῶν εἰς ἁμαρτίαν, τοὺς συντεθραυσμένην ἔχοντας καρδίαν· αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, οὗ ὁ πάνσοφος Παῦλος μνημονεύει λέγων, “ἰδοὺ, ἰδοὺ, νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.“

ταῦτα δὲ ἀκούοντες καὶ θαυμάζοντες “ἐπὶ τοῖς λόγοις τῆς “χάριτος χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ,” καίτοι σμικρολογεῖν αὐτὸν οὐκ ἀπέστησαν· ἔλεγον γὰρ, φησὶν, “οὐχὶ “υἱός υἱός ἐστιν Ἰωσὴφ οὗτος;” ὅθεν ἁρμόδιον εἰπεῖν ἐπ’ αὐτοῖς τοῦτο· “ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ “βλέπουσιν, ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν.”

Καὶ εἶπε πρὸς αὐτοὺς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρὲ, θεράπευσον σεαυτόν.

Κοινὴ λόγος παρὰ Ἰουδαίοις ἦν, ἀσπασμοῦ χάριν ἐξηυρημένος· τοῖς γὰρ ἀρρωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινὲς, “ἰατρὲ, θερά- “πευσον σεαυτὸν,” ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν, ὁ Χριστὸς ἔλεγεν, ὅτι πολλὰ βούλεσθε παρ’ ἐμοῦ γίνεσθαι σημεῖα, παρ’ ὑμῖν μάλιστα, πη οἷς καὶ ἐτράφην. Ἀλλ’ οἶδα τὸ κοινὸν καὶ ἅπασι συμβαῖνον πάθος, ὅτι καταφρονοῦνταί που ἀεὶ καὶ τὰ ἐξαιρετὰ τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ’ ἔχωσιν ἐπ’ ἀδείας αὐτά. Ἐπεὶ οὖν καὶ ἐπ’ ἀνθρώπῳ τοῦτο συμβαίει θαυμαστῶς, ὁ γὰρ συνήθης, καὶ παρὼν ἀεὶ ἀποστερεῖται πολλάκις τῆς ὀφειλομένης αὐτῷ τιμῆς παρὰ τῶν εἰδότων αὐτόν· διὰ τοῦτο “λέγω λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.

Ὠριγένοτσ. Πατρὶς τῶν προφητῶν, ὁ ἐκ περιτομῆς λαὸς, πή οἷς οὐκ εἰσὶ δεκτοί· ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθηκῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐδεξαίμεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προκηρύξαντας Χριστὸν ᾗπερ ἐκεῖνοι, ὥσπερ καὶ ἡ ἐν Σαρέφθαν τῆς Σιδωνίας χήρα τὸν Ἡλίαν λιμοῦ γενομένου ἐν τῷ Ἰσραὴλ, τοῦ

38
ἀκοῦσαι λόγον Κυρίου. περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησὶν, “ὅτι ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἣ τῆς ἐχούσης τὸν “ἄνδρα,” καὶ πάλιν, ὅτι ἑτέρα γραφὴ, “στεἵρα ἔτεκεν ἑπτὰ, καὶ “ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.”

Ἐπειδὴ δὲ τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντο τῶν Ἰουδαίων τινὲς, ἢ ἐπί τισι τῶν παρ’ αὐτοῖς βεβασιλευκότων, λευκότων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, ἐλέγχων αὐτοὺς ὡς ἀπιστοῦντας, καὶ μὴ πιστεύοντας ὅτι μᾶλλον εἰς αὐτὸν αἱ τοιαῦται προφητεῖαι ἁρμόζουσι, πρὸς μίαν ἀπεστάλθαι χήραν Ἠλίαν εἰπὼν, καίπερ πολλῶν οὐσῶν ἐν τῷ Ἰσραὴλ τότε, καὶ ἕνα θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαὶον Ναιεμὰν τὸν Σύρον, καὶ ἐκ τούτων πλείστων ὄντων ἐν τῷ Ἰσραὴλ, ἐπειδὴ ἐκ πασῶν τῶν χηρῶν ἐκείνη μόνη εὑρέθη πιστὴ, ὁμοίως καὶ ἐκ πάντων τῶν λεπρῶν οὗτος.

Του ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Τί τὸ κωλῦον αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἐνομίζετο Ἰωσήφ; οὐχ ὁρᾷς τὰς θεοσημείας; πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμόνων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γεγονότας πολλούς; ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις; εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς, ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ω πολλῆς ἀβουλίας, ἀληθὲς ἐπ’ αὐτοὺς εἰπεῖν, “ἰδοὺ λαὸς μωρὸς “καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν, ὦτα, καὶ οὐκ ἀκούουσι.

Διὰ τί ἐκβαλλόντων αὐτῶν “ὥστε κατακρημνίσαι αὐτὸν, αὐτὸς “διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο;“οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον εἰς τοῦτο. ἀρχὴ γὰρ ἦν νῦν τοῦ κηρύγματος· τοῦτο δὲ αὐτὸ ὑπάρχει τεκμήριον, ὅτι καὶ ὅτε ἔπαθεν, ἑκουσίως πέπονθε, καὶ οὐκ ἃν οὐδὲ τότε ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν.

Τοῦ αὐτοῦ. Οὓς οὐ μεθίστησι λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἔσται Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ πάντων οἱ ἀπὸ τῆς Καπερναούμ.

39

Περὶ τοῦ ἔχοντος πνεῦμα δαιμόνιον.

Καὶ Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου.

Ἐπειδὴ δὲ οἱ Ἰουδαῖοι οὐδὲν ἕτερον ἐνόμιζον εἶναι τὸν Χριστὸν, πλὴν ὅτι κἀς ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφητῶν παρελθεῖν εἰς μέσον. Διὰ τοῦτο ἵνα μείζονα τὴν περὶ αὐτοῦ δόξαν καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἀναβαίνει μέτρον· οὐδὲ γὰρ εἴρηκέ ποτε τάδε λογικῶς a, ἀλλ’ ὥστε νομικῶς τὰ ὑπὲρ νόμου ἐλάλει, καὶ μετ’ ἐξουσίας τῆς θεοπρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν.

Εὐφήμει δὲ αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον λέγον, “οἶδά σε, “ τίςεἶ, “τίς εἶ, ὁ ἅγιος τοῦ Ἰσραηλ,” ὑπονοῶν διὰ τῆς τὸ κενοῦν δόξης αὐτὸν ἐραστὴν ἀποτελεῖν, καὶ ἀποσχέσθαι παρασκευάζει τοῦ ἐπιπλήττειν αὐτῷ τε καὶ τοῖς ὁμοίοις αὐτοῦ, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ’ οὐκ ἐπιτεύξεται δόλιος θήρας, Θεὸς γὰρ οὐ μυκτηρίζεται, ἀποφράττει δὲ μᾶλλον τὴν ἀκάθαρτον αὐτοῦ γλῶτταν ὁ Κύριος, καὶ προστάσσει τοῦ ἔχοντος αὐτὸν ἀποφοιτᾷν.

Τίτου Βοστρῶν. Ἄρα διὰ τί ἔρριψεν αὐτόν; διὰ τι δὲ ὁ Κύριος συνεχώρησεν; ἐπειδὴ γὰρ ἐλάλει ὡς νήφων καὶ ἐφθέγγετο ὡς καθεστηκὼς, διὰ τὸ τὰ ῥήματα εἶναι τοῦ δαίμονος, ἡ δὲ γλῶττα τοῦ ἀνθρώπου, καὶ ἐνόμιζον οἱ ἄνθρωποι ὅτι οὐχ ὡς ἐν δαιμονίῳ πονηρῷ ἐφθέγγετο, ἀλλ’ ἐκ τῆς καρδίας αὐτοῦ ἐλάλει, συνεχώ- ρησεν αὐτῷ ῥίψαι τὸν ἄνδρα, ἵνα δῆλον γένηται, ὅτι τὸ δαιμόνιον ἐστὶ τὸ λαλῆσαν.

Ἐχ ἀνεπιγράφου. Ἐκβάλλουσιν αὐτὸν, καθ’ τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώκασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως τῆς ἐπουρανίου, τὸν Χριστὸν μὴ δεξάμενοι. Ἵνα δὲ μόνον ἐλέγξῃ δυσσεβήσαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προσελθεῖν τὰ καθ’ ἑαυτοῦ τολμήματα. Διεξίει γὰρ διὰ μέσου αὐτῶν, οὐδὲν ὅσον εἰπεῖν τινα θέμενος τῆς ἐπιβουλῆς αὐτῶν.

[*](a λογεικῶς Cod.)
40

Περὶ τῆς πενθερᾶς Πέτρου.

Ἀναστὰς δὲ ἐκ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος.

Κυρίλλου Ἀλεξανδρείασ. Θέασαι πῶς κατέλυσεν παρ’ ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκούσιον δι’ ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συνεπάγεσθαι καὶ μὴ κατεπάρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει. ὑποδεξόμεθα τοίνυν καὶ ἡμεῖς τὸν Ἰησοῦν. ὅταν γὰρ εἰσβάλῃ καὶ ἐν ἡμῖν ἔχωμεν αὐτὸν εἰς νοῦν καὶ καρδίαν, τότε τῶν ἐκτόπων ἡδονῶν τὴν πύρωσιν ἀποσβέσει. ἐγείρει δὲ καὶ εὐρρώστους ἀποφαίνει, πνευματικῶς δηλονότι, ὥστε καὶ ὑπηρετεῖν αὐτῷ, τουτέστι, τὰ αὐτῷ δοκοῦντα πληροῦν.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Οὐκέτι γὰρ b τῶν ἰαθέντων ἀπὸ ποικίλων ἀσθενειῶν, καὶ ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ περὶ Πέτρου καὶ Ἀνδρέα καὶ Ἰακὼβ καὶ Ἰωάννου. Τὸ “ὑπῆρχον ἁλιεῖς,“ καὶ τὸ “ἐκολύθουν τῷ Χριστῷ“ προεγράφη.

Περὶ δὲ τῆς ἄγρας τῶν ἰχθύων λέγει ὁ ἅγιος Κύριλλος ὁ Ἀλεξανδρείας — Διὰ τῶν ἁλιευτικῶν αὐτοῦ ἐπιτηδευμάτων, ἁλιεύει τοὺς μαθητὰς, ὅπως μάθωσιν ἐκ τούτου ὅτι πανσθενὲς ἔχει τὸ θέλημα, καὶ τοῖς θεοπρεπεστάτοις αὐτοῦ νεύμασιν ἡ κτίσις ὑπηρετεῖ· καὶ ἵνα διὰ πράγματος ἐναργοῦς, καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτοῖς, οὐδὲ ἄκαρπος ἡ σπουδὴ ἔσται αὐτοῖς, ἣν ἃν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας τὸ δίκτυον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσιν.

Περὶ τῶν ἰαθέντων ἀπὸ ποικίλων νόσων.

Κυρίλλου Ἀλεξανδρείασ. Ἄθρει δέ μοι πάλιν, τὴν ὠφέλειαν ἡ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐπαφὴ, ἐλαύνει γὰρ καὶ [*](b Multa hic omissa esse videntur et leg. περὶ τῶν ἰαθ.)

41
ποικίλας νόσους καὶ δαιμονίων ὄχλον, καὶ τὴν τοῦ διαβόλου δύνα. μιν καταστρέφει.

Καίτοι γὰρ λόγῳ καὶ νεύματι πληροῦν δυνάμενος τὰς τερα- τουργίας, ἵνα τῶν ἀναγκαίων διδάξῃ, καὶ τὰς χεῖρας ἐπιφέρει τοῖς οὖσιν ἐν ἀρρωστίαις. Ἔδει γὰρ, ἔδει μαθεῖν ἡμᾶς, ὅτι τῆς τοῦ λόγου δυνάμεως τὴν ἐνέργειαν πεφόρηκεν ἡ ἁγία σὰρξ, ἣν ἰδίαν ἐποιήσατο, θεοπρεπῆ τὴν δύναμιν ἐμφυτεύσας αὐτῇ. οὐκοῦν ἁπτέσθω καὶ ἡμῶν, μᾶλλον δὲ ἡμεῖς αὐτοῦ διὰ τῆς μυστικῆς εὐλογίας, ἵνα καὶ ἡμᾶς ἐλευθερώσῃ ψυχικῶν ἀρρωστημάτων καὶ τῆς τῶν δαιμονίων ἐφόδου καὶ πλεονεξίας.

Τοῦ ἁγίου Τίτου. Φυγαδεύει νοσήματα, ἀσέβειαν δαίμονας ἀποσοβεῖ, πάντα τὰ κακὰ ἐκβάλλει, εἰσάγει δὲ εἰς τὴν οἰκουμένην τὴν ἀλήθειαν, ἐξουσίαν θεοπρεπῆ.

Περὶ τῆς ἄγρας τῶν ἰχθύων.

Κυρίλλου Ἀλεξανδρείασ. Θαυμάσωμεν τῆς οἰκονομίας τὸ εὔτεχνον, τὸ ἐπὶ τῇ γε θήρᾳ τῶν τεθηρηκότων τὴν ὑπ’ οὐρανόν· φημὶ δὴ τῶν ἁγίων Ἀποστόλων, οἳ καὶ ἁλιεύειν εἰδότες, ὑπὸ Χριστοῦ γεγόνασι λίνον, ἵνα καὶ αὐτοὶ τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων σαγήνην χαλάσαντες, προσκομίσωσιν αὐτῷ τοὺς κατὰ πᾶσαν τὴν γῆν. καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύ- “σωσιν αὐτοὺς, καὶ μετὰ ταῦτα, ἀποστελῶ πολλοὺς θηρευτὰς, “καὶ θηρεύσωσιν αὐτούς.” καὶ τοὺς μὲν ἁλιεῖς τοὺς ἁγίους Ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων ἐκκλησιῶν. ἡγουμένους τε καὶ μυσταγωγούς. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς.

Τίτου ἐπισκόπου Βοστρῶν, “ἐπιστάτα δι’ “ὄλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν.“ πολλοὶ προφῆται ἦλθον, καὶ ἔμεινεν ἄπιστος ὁ κόσμος. Διὰ τοῦτο ἔλεγεν

42
ὁ Παῦλος, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ “εὐσχημόνως περιτατήσωμεν”’ πολλὰ ἔκαμον οἱ προφῆται, καὶ Ἰουδαῖοι ἔμειναν ἄπιστοι. Ti ἄν τις εἴποι περὶ τῶν ἄλλων ἐθνῶν ; Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς “τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”

Κυρίλλου Ἀλεξλνδρείασ. Προσέταξε γὰρ τοῖς περὶ Σίμωνα, βραχὺ τῆς γῆς ἀποφέρεσθαι, καὶ καθεῖναι πρὸς ἄγραν τὸ δίκτυον. οἱ δὲ δι’ ὅλης μὲν ἔφασκον κοπιᾶσαι νυκτὸς, λαβεῖν δὲ μηδέν· πλὴν ἐν ὀνόματι Χριστοῦ καθῆκαν τὸ λίνον, καὶ μεστὸν εἶχον εὐθὺς τῶν τεθηρευμένων, ἵνα διὰ πράγματος ἐναργοῦς καὶ ὡς ἐκ τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου, πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας λίνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσι. πλὴν ἐκεῖνο ἄθρει, οὐ γὰρ ἰσχῦσαν ἀνελκύσαι τὸ λίνον Σίμων τε καὶ οἱ σὺν αὐτῷ· κατένευσάν, φησι, τοῖς μετόχοις, δῆλον δὲ ὅτι διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων Ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελιστῶν ἀνερευνῶντες γραφὰς, καὶ μετ’ ἐκείνους ἕτεροι ποιμένες καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας πραγμάτων ἐπιστήμονες. Ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τῆς ἐν βυθοῖς θαλάσσης κατὰ τὸ γεγραμμένον, τουτ- έστι τοῦ ἐν ζάλῃ καὶ κύμασιν, ἐν τοῖς κοσμικοῖς.

Περὶ τοῦ λεπροῦ καὶ ἐπὶ τοῦ παραλυτικοῦ καὶ περὶ τοῦ τελώνου ἕως περὶ τῶν ἀσκῶν τῶν παλαιῶν καὶ τῶν νέων, προεγράφη.

Περὶ τοῦ λεπροῦ.

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας.

Κυρίλλου Ἀλεξλνδρείασ. Ἐπαίνου παντὸς ἀξία τοῦ προσ-

43
ἐλθόντος ἡ πίστις· μεμαρτύρηκε γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν τῷ Ἐμμανουὴλ, καὶ διὰ νευμάτων θεοπρεπῶν ἐλευθεροῦσθαι καίτοι τὸ πάθος οὐκ ἰάσιμον· οὐ γὰρ οἶδεν ἡ λέπρα ταῖς ἰατρῶν ἐμπειρίαις παραχωρεῖν, ἀλλὰ τεθέαμαι, φησὶν, ἐλαυνομένους ἐν ἐξουσίᾳ θεοπρεπεῖ τοὺς ἀκαθάρτους δαίμονας νοσημάτων πολλῶν ἀπαλλαττομένους, καὶ συνῆκα ὡς θείᾳ τινὶ καὶ ἀμάχῳ χειρὶ τὰ τοιαῦτα γίνεσθαι. ὁρῶ δὲ πρὸς τοῦτο χρηστὸν ὄντα καὶ ἑτοιμότατα κατοικτείροντα τοὺς προσιόντας αὐτῷ. Τί τοίνυν τὸ κωλῦον ἐλεεῖσθαι κἀμέ; καὶ τι πρὸς ταῦτα Χριστός; ἐβεβαίου ἐν αὐτῷ τὴν πίστιν, καὶ τὴν ἐπ’ αὐτῷ δὴ τούτῳ πληροφορίαν ἐργάζεται. δέχεται γὰρ τὴν αἴτησιν, καὶ ὁμολογεῖ τὸ δύνασθαι, καὶ φησὶ, “θέλω καθαρίσθητι·” χαρίζεται δὲ αὐτῷ καὶ ἁφὴν τῆς ἁγίας αὐτοῦ καὶ πενεστάτης χειρὸς, καὶ εὐθέως ἀπῆλθεν ἀπ’ αὐτοῦ ἡ λέπρα, καὶ τὸ πάθος ἦν ἐκ ποδῶν.

Τοῦ αὐτοῦ. Τί δήποτε ἵνα μάθωσιν ἐντεῦθεν οἱ τὴν τῶν ἰαμάτων χάριν παρὰ Θεοῦ δεχόμενοι; μὴ τὰς παρὰ τῶν θεραπευομένων εὐφημίας αἰτεῖν, μήτε μὴν τοῦ παρά τινων ἐπαίνου, ἵνα μὴ εἰς ὑπεροψίαν ἐκπέσοιεν, τὸ πάντων τῶν κακῶν αἴσχιστον πάθος, καὶ κἄ ἕτερον δὲ τρόπον, καὶ σιωπῶντος τοῦ λεπροῦ ἤρκει καὶ αὐτὴ τοῦ πράγματος ἡ φωνὴ, πρὸς τὸ ἀπαγγεῖλαι πᾶσι τοῖς εἰδόσιν αὐτὸν τὴν τοῦ θεραπεύσαντος δύναμιν.

Τοῦ αὐτοῦ. οἰκονομικῶς φησι προσάγειν τὸ δῶρον τῷ λεπρῷ κατὰ τὸν Μωϋσέως νόμον τοῖς ἱερεῦσιν· ἤθελε μὲν ὁμολογουμένως μεταστῆσαι τὴν σκιὰν καὶ μεταπλᾶσαι τοὺς τύπους εἰς πνευματικὴν λατρείαν· ἀλλ’ ἐπειδὴ μήπω πιστεύσαντες πρὸς αὐτὸν Ἰουδαῖοι προσέκειντο ταῖς Μωϋσέως ἐντολαῖς, ὡς ἔτι τῶν ἀρχαίων ἐθνῶν ἰσχυόντων, ἐπιτρέπει τῷ λεπρῷ τοῦτο ποιεῖν εἰς μαρτυρίαν αὐτοῖς. Καὶ μετ’ ὀλίγα — Καὶ ἐξ αὐτοῦ δὲ τοῦ θεραπεῦσαι τὸν λεπρὸν ἔξεστιν ἰδεῖν καὶ μάλα σαφῶς ἐν ἀπαρακλήτοις ὑπεροχαῖς πρὸς τὸν Μωϋσέως νόμον, ὄντα Χριστόν· ἐλεπρώθη μὲν γὰρ ἡ Μαριὰμ, ἀδελφὴ δὲ Μωϋσέως αὕτη· κατελάλησε γὰρ αὐτοῦ, καὶ κατεδάκνετο μὲν γὰρ λίαν ἐπὶ τοῦ Μωϋσέως, ἐπειδὴ οὐκ ἦν ἱκανὸς ἀποστῆσαι τοῦ γυναίου τὴν νόσον, προσέπιπτε τῷ Θεῷ λέγων, ὁ Θεὸς δεόμαί σου, ἴασαι αὐτήν.

44

Πρόσσχες τοίνυν ἀκριβῶς· αἴτησις ἦν ἐκεῖ διὰ προσευχῆς, τῆς ἄνωθεν ἡμερότητος ἠξίου τυχεῖν· ὁ δέ γε τῶν ὅλων Σωτῆρ’ μετ’ ἐξουσίας ἔφη τῆς θεοπρεποῦς, “θέλω καθαρίσθητι·” οὐκοῦν μαρτύριον ἦν τοῖς ἱερεῦσιν ἡ τῆς λέπρας ἀποβολὴ, καὶ ἦν ἐντεῦθεν εἰδέναι τοὺς τὴν κρείττονα ψῆφον ἀπονέμοντας τῷ Μωϋσεῖ, ὅτι τῆς ἀληθείας ἔξω βαδιοῦσιν. Ἔδει γὰρ, ἔδει Μωϋσέα θαυμάζειν μὲν ὡς νόμου διάκονον καὶ χάριτος ὑπουργὸν, λαληθείσης δι’ Ἀγγέλων, ὑπερθαυμάζειν δὲ τὸν Ἐμμανουὴλ καὶ δοξολογεῖν αὐτὸν ὡς Υἱὸν ἀληθῆ τοῦ Θεοῦ καὶ Πατρός.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Εἰς μαρτύριον αὐτοῖς,” εἰς μαρτύριον τὸ θεραπεύεσθαι, ἵνα πληρώσῃ τὸν νόμον· οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. αἱρερετικοὶ τὸ “εἰς μαρτύριον” εἰς ὕβριν κατὰ τοῦ νόμου λαμβάνουσιν, οὐ συνίεντες οἱ ἀνόητοι ὅτι τὸ “εἰς μαρτύριον” εἰς ἀπόδειξιν λέγεται· ὅπου γὰρ μαρτυρία, πρόφασίς ἐστιν ἀμφιβαλλομένου 1 πράγματος.

Περὶ τοῦ παραλυτικοῦ

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμέρων καὶ αὐτὸς ἦν διδά- σκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Ἐπειδὴ δὲ ἦν ἀναγκαῖον, οὐκ εὐαριθμήτου πληθύος τῶν γραμματέων καὶ Φαρισαίων συνειλεγμένης, γενέσθαι τῶν ἔτι μάλιστα θεοπρεπεστάτων εἰς ὄνησιν αὐτοῦ, μικρὰ γὰρ ἐφρόνουν περὶ αὐτοῦ· ᾠκονομήθη τι πάλιν τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ Χριστὸς, ἐπινεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί

45
“σοι αἱ ἁμαρτίαι σου·” ἀλλ’ ὥς γε οἶμαι, πρὸς τούτοις ἐρεῖ τις εὐθὺς ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο· καὶ πῶς ἄφεσιν τῆς ἁμαρτίας αὐτῷ Χριστὸς ἐπηγγέλλετο; ἵνα μάθῃς ὅτι σεσιγημενως καὶ ἀψοφητὶ Θεὸς κατασκάπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· “ἐνώπιον “γάρ γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς πάσας τὰς “τροχίας αὐτοῦ σκοπεύει.” ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀρρωστίαν ἐμβαλὼν τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου, “πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερου- “σαλήμ.” Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· “υἱὲ, μὴ ὀλιγώρει “παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ “ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “δέχεται.” Καλῶς οὖν ἄρα Χριστὸς τὴν τοῦ νοσεῖν ἀφορμὴν, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστι, τὴν ἁμαρτίαν, προαποκείρειν ἐπαγγέλλεται. Ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἔδει πάντως αὐτὴν συναναιρεθῆναι τὴν νόσον· ὁ μὲν οὖν τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο. θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσπειθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον.

Τίτου τοῦ Βοστρῶν. Θαυμάσαι ἐστὶ τοὺς κομίσαντας παράλυτον, πῶς μὴ δυνηθέντες διὰ τῆς θύρας εἰσελθεῖν, ἀνεκόμισαν αὐτὸν ἐπὶ τὸ δῶμα, ὡς γὰρ ξένῳ καὶ καινῷ ἐπιχειρῆσαι πράγματι· ἀνασπάσαντες γὰρ τὸν κέραμον, μετεκίνησαν τὴν ἀποκειμένην ὕλην. καὶ ὅμως τούτων γενομένων, καὶ ὁ Ἰησοῦς ἐμακροθύμει, καὶ οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τι λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομέσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ο δὲ Κύριος, φησιν, ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν πίστιν τοῦ παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων, ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαιθρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες.

Κυρίλλου Ἀλεξανδρείασ. “Τίς οὗτος,” φησὶν, “ὃς λαλεῖ

46
“βλασφημίαν;” ἀλλ’ οὐκ ἃν ἔφης, ὦ Φαρισαῖε, τουτὶ περὶ αὐτοῦ, εἰ τὰς θείας ἐπίστασο γραφάς· εἶτα προφητικῶν λόγων, εἰ τὸ σεπτὸν καὶ μετὰ τῆς ἐνανθρωπήσεως συνῆκας μυστήριον. βλασφημίας δὲ ἐγκλήματι περιβάλλουσι, τὴν ἐσχάτην αὐτῶν καθορίζοντες δίκην, καὶ θάνατον καταψηφιζόμενοι. τὸν γὰρ εἰπόντα δυσφημίαν κατὰ τοῦ Θεοῦ, θάνατον ὑπομένειν προσέταττε νόμος, ἐπειδὴ δὲ τοῦτο τετολμήκασι, διαδείκνυσιν εὐθὺς ὅτι Θεὸς ἔστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. “Τί “γάρ,” γάρ,” φησὶ, “διαλογίζεσθε διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;” οὐκοῦν ὅταν λέγῃς, ὦ Φαρισαῖε, “τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς “ὁ Θεός;“ἐρῶ σοι κἀγὼ, τίς δύναται καρδίαν εἰδέναι, καὶ τοὺς ἐν τῶ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς προφητῶν, “ὅτι ἐγὼ Κύριος “ἐτάζων καρδίαν καὶ δοκιμάζων νεφρούς·” ἔφη δέ που καὶ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν, “ὁ πλάσας κατὰ μόνας τὰς καρδίας “αὐτῶν·” οὐκοῦν ὁ εἰδὼς καρδίαν καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίαν ὡς Θεός.

Περὶ τοῦ Λευἶ.

Καὶ μετὰ ταῦτα ἐξῆλθε, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν.

Τοῦ αὐτοῦ. Τελένης ἦν ὁ Λευΐ b, ἀνὴρ ἄπληστος εἰς φιλοκερδίαν, ἀχάλινος εἰς πλεονεξίαν, τῶν οὐδὲν προσηκόντων αὐτῷ ἄδικος ἐραστής· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ ἐξ αὐτῶν ἡρπάζετο τῶν τῆς ἀδικίας ἐργαστηρίων, καὶ σέσωσται παραδόξως, κεκληκότος αὐτὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἔφη γὰρ αὐτῷ, “ἀκολούθει μοι.” ὁ δὲ πάντα ἀφεὶς ἠκολούθησεν αὐτῷ. Ὁρᾷς ὡς ἀληθεύει λέγων ὁ σοφώτατος Παῦλος, “ὅτι Χριστὸς “ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι.” ὁρᾷς ὡς σαρκωθεὶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰ σκεύη τοῦ διαβόλου μετέστησεν εἰς [*](h λευϊσον Cod.)

47
ἑαυτόν; καὶ σέσωσται μὲν ὁ Λευΐ c, ἡμῖν δὲ τὸ πρᾶγμα χρηστὰς ἐποίησε τὰς ἐλπίδας· ὅτι γὰρ σώζει τὸ μετανοεῖν, ἐξ αὐτοῦ τοῦ γεγονότος δεδιδάγμεθα· πιστεύσεται δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης Θεὸς διὰ φωνῆς προφήτου λέγων d, “ἐπιστράφητε πρός με “καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς.” Ἀλλ’ εἰσί τινες οἱ τῆς θείας γαληνότητος ἐπιχειροῦντες ἀποστερεῖν τοὺς ταῖς ἁμαρτίαις ἐνειλημμένους· οὐ γὰρ παραδέχονται μετάνοιαν, ἀλλ’ οἱον ἐπιτιμῶσι τῷ σώζοντι, ζητοῦντι τὰ ἑαυτοῦ καὶ πανταχόθεν συλλέγοντι τὸ ἐσκορπισμένον, καὶ οὐκ ἀκούουσι λέγοντος τοῦ Σωτῆρος, “οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. “οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.”

Τοῦ αὐτοῦ. Ὁ γὰρ τῶν ὅλων Σωτῆρ’, ἅτε δὴ ἰατρὸς ὑπάρχων πνευμάτων, οὐκ ἀποφοιτᾷ τῶν δεομένων αὐτοῦ, καὶ ὡς διασμῆξαι δυνάμενος τοῖς οὔπω κεκαθαρμένοις οἰκονομικῶς συνηυλίζετο· ἴδωμεν δὲ, ὦ Φαρισαῖε, τοῦ σοῦ φρονήματος τὴν ἀτροπίαν, ὁποίων σοι γέγονεν αἰτιαμάτων πρόξενος ἡ κατὰ τῶν ἐν ἁμαρτίαις ὀφρύς· αὐτὸν λάβωμεν ἐξηγητὴν, τὸν πάντα εἰδότα Χριστόν. Ἔφη γὰρ οὕτω· “ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς “Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης· ἀλλ’ ὁ μὲν Φαρισαῖος στὰς “προσηύχετο λέγων, Ὁ Θεὸς, εὐχαριστῶ σοι,” καὶ τὰ ἑξῆς.

Περὶ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν ἐν σαββάτῳ δευτεροπρώτῳ, ὁ ἅγιος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτω λέγει, “ὅτι δευ- “τερόπρωτον εἴρηται, ἐπειδὴ δεύτερον μὲν ἦν τοῦ Πάσχα, πρῶτον “δὲ τῶν ἀζύμων.” Εἰ δὲ σάββατον εἴρηται, μὴ θαυμάσῃς, σάββατον πᾶσαν ἑορτὴν καλοῦσι, καὶ διὰ τοῦτο εἴρηται σάββατα σαββάτων.

Κυρίλλου Ἀλεξανδρείασ. ταῦτα πεπραχὼς ὁ Δαβὶδ παρά γε τὸ τῷ νόμῳ δοκοῦν, τοῦ παντὸς παρ’ ὑμῖν ἀξιοῦται θαύματος, ὀρθῶς καὶ δικαίως· καὶ γὰρ ἦν ἀληθῶς ἅγιος καὶ προφήτης· οὐκοῦν τοῦ διὰ Μωϋσέως νόμου φάσκοντος ἐναργῶς, “κρῖμα “δίκαιον κρίνετε,” καὶ “οὐ λήψῃ πρόσωπον ἐν κρίσει, πῶς τοὺς ἐμοὺς κατακρίνετε μαθητάς; καὶ εἰς δεῦρο θαυμάζοντες [*](c λευϊσὰς Cod. d ἔλεγεν Cod.)

48
ὡς ἅγιον καὶ προφήτην τὸν μακάριον Δαυίδ· καίτοι τὴν Μωῦσέως ἐντολὴν οὐ τετηρήκατε.

Τίτου ἐπισκόπου Βοστρῶν. Οὐδεὶς καλεῖται υἱὸς ἀλλ’ Ἰησοῦς μόνον ἑαυτὸν οὕτω καλεῖ· ἐπειδὴ Υἱὸς ὣν Θεοῦ, παραδόξως κατηξίωσεν υἱὸς ἀνθρώπου δι’ ἀνθρώπους κληθῆναι· ἑαυτὸν οὖν καὶ κύριον τοῦ σαββάτου, ὡς δημιουργὸν καὶ ποιητὴν καὶ νομοθέτην τοῦ σαββάτου ἐκάλεσεν.

Περὶ τοῦ ξηρὰν ἔχοντος τὴν χεῖρα.

Ἐπερωτήσω ὑμᾶς τί ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι;

Τίτου ἐπισκόπου Βοστρῶν. Σοφωτάτη λίαν ἡ πεῦσις, ταῖς ἐκείνων ἀβελτηρίαις ἡ πρότασις· εἰ μὲν γὰρ ἔξεστιν ἀγαθοποιεῖν ἐν σαββάτῳ καὶ τὸ κωλῦον οὐδὲν ἐλεεῖσθαι παρὰ Θεοῦ τοὺς κάμνοντας, παῦσαι συλλέγων τὰς κατὰ Χριστοῦ συκοφαντίας, τὰς ἀφορμὰς, καὶ τῇ σαυτοῦ κεφαλῇ καταχέων τὴν δίκην, ἣν ἐπήρτησεν ὁ Πατὴρ τοῖς ἀτιμάζουσι τὸν Ἰησοῦν· ἤκουσας λέγοντος περὶ αὐτοῦ διὰ φωνῆς τοῦ Δαβὶδ, “καὶ “συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, καὶ τοὺς “μισοῦντας αὐτὸν τροπώσομεν.“ Εἰ δὲ οὐκ ἔξεστιν εὖ ποιεῖν ἐν σαββάτῳ, κεκώλυκεν ὁ νόμος σώζεσθαι ψυχήν· γέγονε τοῦ νομοθέτου κατήγορος, διαβέβληκεν ἐντολὴν, ἐφ’ ᾗ καὶ τεθαύμασται ἡ διὰ Μωϋσέως διακονία. ἀλλ’ οὐχ ἑαυτῷ, φησιν, ὁ τῶν ὅλων Θεὸς τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον· ἡμῖν δὲ μᾶλλον τοῖς ὑπέχουσιν αὐτῷ τὸν αὐχένα· καλῶς ἔφης ἐπαινῶν τοὺς λόγους· οὐκοῦν ἀνάγκης καὶ νόμου τὸ θεῖον ἐλεύθερον· πῶς οὖν αἰτιᾷ καὶ ἐν σαββάτῳ Χριστὸν ἐλεεῖν ἐθέλοντα καὶ εὐεργετοῦντα ψυχήν; ὅταν δὲ καὶ τὸν ἐπὶ τῷ σαββάτῳ τέθεικε νόμον, πολυπραγμονεῖν μέλλομεν, ἐλεημοσύνης ἕνεκα παρὰ Θεοῦ διωρισμένον εὑρήσωμεν. Ἐκέλευσε γὰρ ἀργεῖν ἐν σαββάτῳ, καὶ μηδενὸς τὸ σύμπαν ἅπτεσθαι πόνου, ἀνίεσθαι δὲ μᾶλλον καὶ αὐτοῖς ὁμοῦ

49
τοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γὰρ, “ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου.” ὁ δὲ βοῦν ἐλεῶν, καὶ τὰ ἕτερα τῶν κτηνῶν—

Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς.

Εἰπὼν ὁ Εὐαγγελιστὴς “ὅτι ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις, “ἐξῆλθεν ὁ Ἰησοῦς προσεύξασθαι εἰς τὸ ὄρος,” καὶ τὰ ἑξῆς. Εδειξε διὰ τούτου, καθὼς ὁ ἅγιος Κύριλλός φησιν, ὅτι πάντα πρὸς οἰκοδομὴν ἡμετέραν, καὶ εἰς ὄνησιν τῶν πιστευόντων εἰς αὐτὸν εἰργάζετο ὁ Χριστὸς, καὶ πνευματικῆς πολιτείας τρόπον τινὰ τὸ καθ’ ἑαυτὸν ἀναθεὶς, ἀληθινὴν ἤθελεν ἀποφαίνειν προσκυνητικὴν, καὶ ὅτι τὰς πρὸς Θεὸν ἱκετείας λάθρα καὶ κεκρυμμένως, καὶ οὐδενὸς ὁρῶντος προσήκει ποιεῖν. τοῦτο γὰρ δηλοῖ τὸ εἰς ὄρος κατὰ μόνας καὶ ὡς ἐν σχολῇ προσεύχεσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν, καθὼς καὶ έδιδαξεν ἡμᾶς, εἰπὼν, “σὺ δὲ, ὅταν προσεύχῃ, “εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλοδόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ τοῦτο δρᾷν, οὐκ ἁψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτόνως δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τῶν μακαρισμῶν.

Προαποφήνας παντὸς ἀγαθοῦ τὴν διὰ Θεοῦ πτωχείαν γινομένην, μένην, καὶ τὸ πεινῆν καὶ κλαίειν οὐκ ἄμισθον ἔσεσθαι τοῖς ἁγίοις εἰπὼν, μεθίστησι τὸν λόγον ἐπὶ τὰ ἐναντίως ἔχοντα τούτοις. φησὶ

50
γὰρ, “οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν “οὐαὶ οἱ ἐμπεπλησμένοι ὅτι πεινάσετε. οὐαὶ ὑμῖν οἱ γελῶντες “ὅτι πενθήσετε καὶ κλαύσετε· οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι·” δείκνυσι δὲ ταῦτα κολάσεως ὄντα καὶ δίκης ἐμποιητικὰ, ἵνα τῷ φόβῳ τῆς ἐπηρτημένης κολάσεως φεύγωσι μὲν τὸ πλουτεῖν, καὶ τὸ ἐν τρυφαῖς εἶναι καὶ γέλωτι, τουτέστιν, ἐν τέρψεσι κοσμικαῖς, τῇ δὲ τῶν στεφάνων ἐπιθυμίᾳ, ὧν κληρόνομοι γενήσονται οἱ μακαρισθέντες, σαγηνεύονται πρὸς τοὺς πόνους, καὶ τὴν διὰ Θεὸν αἱρεῖσθαι πτωχείαν σπουδάσωσι. Καὶ γὰρ τοὺς μὲν κληρονόμους ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας φησί· τοὺς δὲ ἐσχάταις περιπετεῖσθαι συμφοραῖς· “ἀπέχετε γὰρ,” φησὶ, “τὴν παράκλησιν “ὑμῶν.” Λέγει δὲ καὶ τὴν ὁμοίαν τιμωρίαν ὑπομεῖναι καὶ τοὺς ὑπὸ πάντων ἀνθρώπων ἐπαινεῖσθαι θέλοντας.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Εἰς καινότητα ζωῆς εὐαγγελικῆς, μετὰ τὴν χειροτονίαν καταρυθμίζων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτῆρ’, ταῦτά φησι· περὶ ποίων δὲ ἄρα πτωχῶν ταῦτα λέγει ἀναγκαῖον ἰδεῖν. Ἐν μὲν γὰρ τῷ κατὰ Ματθαῖον μακαρίους ἔσεσθαι φησὶ τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ αὐτῶν εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν, ἵνα νοῶμεν πτωχοὺς τῷ πνεύματι, τὸν μετριόφρονα καὶ συνεσταλμένον ὥσπερ ἔχοντα νοῦν· ἀξιοζήλωτος δὲ ὁ τοιοῦτος καὶ Θεῷ γνώριμος· καὶ γοῦν ἔφη δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “καὶ ἐπὶ τίνα βλέψω, ἀλλ’ ἢ ἐπὶ ταπεινὸν καὶ ἡσύ- “χιον καὶ τρέμοντά μου τοὺς λόγους;“Ἔφη δὲ καὶ ὁ προφήτης Δαβὶδ, “ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ “Θεὸς οὐκ ἐξουδενώσει.” καὶ μὲν αὐτὸς ὁ Σωτὴρ, “μάθετε ἀπ’ “έμοῦ,” φησὶν, “ὅτι πραύς εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ” ἐν τοῖς προκειμένοις ἡμῖν ἀναγνώσμασι μακαρίους ἔσεσθαι φησι τοὺς πτωχοὺς, οὐ προσκειμένους τῷ πνεύματι, οὐκ ἀλλήλοις ἐναντιούμενοι, ἀλλὰ μεριζόμενοι πολλάκις τὰ διηγήματα, καὶ ποτὲ μὲν διὰ τῶν αὐτῶν βαδίζουσι κεφαλαίων, ποτὲ δὲ τῷ ἑνὶ παραλειφθὲν, ἕτερος ταῖς ἰδίαις ἐντίθησι συγγραφαῖς, ἵνα μηδὲν τῶν ἀναγκαίων εἰς ὄνησιν λαθεῖν δυνηθῇ τοὺς πιστεύοντας εἰς Χριστόν. Ἔοικε τοίνυν πτωχοὺς ὀνομάζειν ἐν τούτοις τοὺς ἀφιλοπλούτους καὶ φιλοκερδίας κρείττονας καὶ τὸν τρόπον ἔχοντας ἀφιλάργυρον· καὶ

51
γε οὖν ὁ σοφώτατος Παῦλος ἀρίστων ἡμῖν μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο λέγων, “ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παρ- “οῦσι.” προσετίθει δὲ τούτοις, ὅτι “ἔχοντες διατροφὰς “σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.” Ἔδει γὰρ, ἔδει τὸ σωτήριον καὶ εὐαγγελικὸν μέλλοντας αὐτοὺς διαγγέλλειν κήρυγμας τοῖς ἁπανταχόσε, ἀφιλόπλουτον ἔχειν τὸ φρόνημα, καὶ εὔσχολον ἐπὶ τὰ κρείττω τὴν ἐπιθυμίαν. Οὐ πάντων δὲ τῶν ἐν εὐπορίᾳ ὄντων ὁ λόγος καθάπτεται, μόνων δὲ ἐκείνων τῶν περὶ τὰ χρήματα τὸν πόθον κεκτημένων. τίνες δέ εἰσιν οὗτοι; οἱ μὲν τῆς τοῦ Κυρίου φωνῆς ἀκούοντες λέγουσι, “μὴ θησαυρίζετε ὑμῖν θησαυ- “ροὺς ἐπὶ τῆς γῆς, ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου “κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν μᾶλ- “λον θησαυροὺς ἐν οὐρανῷ. Ὅπου γάρ ἐστιν ὁ θησαυρός “έκεῖ ἔσται καὶ ἡ καρδία σου.

Ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν πη ἑτέρου Χριστὸς, ἀλλ’ αὐτὸς ὣν φύσει Θεὸς, εἰ καὶ γέγονε σὰρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν ἰᾶτο πάντας.

Αἱ διδασκαλίαι αἱ ἐφεξῆς ἐγράφοντο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα· ὁμοίως καὶ περὶ τοῦ ἑκατοντάρχου προεγράφη.

Λέγει δὲ ὁ Χρυσόστομος εἰς τὸ κατὰ Ματθαῖον, ἑρμηνεύων τὰ περὶ τοῦ ἑκατοντάρχου, τὸν αὐτὸν εἶναι τὸν εἰς τὸν Λουκᾶν, τὸν δὲ εἰς τὸν Ἰωάννην ἕτερον.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὅταν ἀκούῃς τῶν Εὐαγγελίων λεγόντων, μὴ βαρηθῇς τὴν διάνοιαν, ἀλλὰ προθυμήθητι τὴν προαίρεσιν· οὐ γὰρ ἄτονος, οὐδὲ πρὸς τὰ εὔκολα εὔτονος· ὁ δὲ πρόθυμος καὶ πρὸς τὰ δυσχερῆ δυνατὸς, “λάβετε,” φησὶ, “ζυγόν μου, καὶ ἴδετε ὅτι ἐλαφρόν ἐστι τὸ φορτίον μου·“ ἐὰν γὰρ ὅλως αὐτὸν βαστάζῃς, τὸ δοκοῦν εἶναί σοι βαρὺ, εὑρίσκεται κουφότατον πρὸς τὴν πεῖραν.

Κυρίλλου Ἀλλεξανδρείασ. Ἀληθεύει λέγων ὁ μακάριος Παῦλος, ὅτι “εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·” πάντα γὰρ γέγονεν ἐν αὐτῶ τε καὶ δι’ αὐτοῦ καινά· καὶ διαθήκη καὶ νόμος καὶ πολιτεία.

52
Ἄθρει δὲ ὅπως πρεπωδεστάτη λίαν ἐστὶ τοῖς ἁγίοις μυσταγέγησις ἡ τοιάδε πολιτεία καὶ ζωή. ἔμελλον τοῖς ἁπανταχόσε γῆς τὸ σωτήριον ἐξαγγέλλειν κήρυγμα, καὶ ἦν ἐντεῦθεν προσδοκᾷν, οὐκ εὐαριθμήτους ἔσεσθαι τοὺς διώκοντας αὐτοὺς, καὶ πολυτρόπως ἐπιβουλεύοντας. ἀλλ’ εἰ συνέβη ταῖς τοιαύταις λύπαις ἀχθεσθῆναι τοὺς μαθητὰς, εἶτα θέλειν ἀμύνεσθαι τοὺς λελυπηκότας, ἐσίγησαν ἄν, καὶ παρέδραμον αὐτοὺς, οὐκέτι τὸ θεῖον αὐτοῖς παρατιθέντες κήρυγμα, οὐ καλοῦντες εἰς ἐπίγνωσιν ἀληθείας. ἔδει τοίνυν ταῖς οὕτω σεπταῖς ἀνεξικακίαις τὸν τῶν ἁγίων μυσταγωγὸν ἀναχαιτίσαι d νοῦν, ἵνα πάντα γενναίως φέρωσι τὰ συμβαίνοντα, κἂν ὑβρίζωσί τινες, κἂν ἀνοσίως ἐπιβουλεύωσι. Πέπραχε δὲ τοῦτο καὶ πρό γε τῶν ἄλλων αὐτὸς εἰς ὑποτύπωσιν ἡμετέραν. ἔτι γὰρ ἀπηρτισμένος τοῦ τιμίου σταυροῦ, καίτοι τῆς Ἰουδαίων πληθύος ἐπιγελώσης αὐτῷ, τὰς πρὸς Θεὸν καὶ Πατέρα λιτὰς ὑπὲρ αὐτῶν ἐποιεῖτο λέγων, “ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τι ποιοῦσι.” Ναὶ μὴν καὶ ὁ μακάριος Στέφανος καί τοι βαλλόμενος λίθοις, θεὶς τὰ γόνατα προσηύξατο λέγων, “Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ὁ μακάριος δὲ Παῦλος, “εὐλογού- “μένοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν. οὐκοῦν ἀναγκαῖα μὲν ἡ τοιάδε παραίνεσις τοῖς ἁγίοις Ἀποστόλοις, χρησιμωτάτη δὲ καὶ ἡμῖν αὐτοῖς εἴς τε τὸ χρῆναι βιοῦν ὀρθῶς καὶ τεθαυμασμένως· μεστὴ γάρ ἐστι πάσης φιλοσοφίας. δυσκατόρθωτον δὲ ἀποτελοῦσιν αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσκαταγώνιστος τυραννίς.

Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν, οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.

Τοῦ αὐτοῦ. Ἀλλ᾿ Ἀλλ’ ἣν εἰκὸς τοὺς ἁγίους τάχα που δυσκατόρθωτα εἶναι τὰ εἰρημένα· ὁ τοίνυν τὰ πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας νόμον δέχεται βραβευτὴν, ὧν ἂν βούλοιτό τις περ ἑτέρου τυχεῖν. Γενοῦ γὰρ τοιοῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν θέλῃς εἶναι περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, [*](d Cod. ἀναχετίσαι.)

53
μνησικάκους καὶ πονηροὺς, ἕσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τοιοῦτον εἶναι σε· καὶ τάχα που τοῖς οὕτω διακειμένοις περιττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· “Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις,” φησὶ, “λέγει “Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ “τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς” Τοῦ αὐτοῦ. Ἄριστον καὶ τοῦτο χρῆμα καὶ Θεῷ θυμαρέστατον, καὶ ὁσίαις ψυχαῖς τοῦτο μάλιστα πρέπον· ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀντέκτισιν παρὰ τοῦ πάντα πλοῦς ἴως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν, εἰπὼν, “ὅτι μέτρον καλὸν πεπιεσμένον, ὑπερεκχυνόμενον δώσωσιν εἰς “τὸν κόλπον ὑμῶν.”

Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου;

Τοῦ αὐτοῦ. Πᾶν’ χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένεσιν. καί τοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι· τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων, κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι τὰ ἴσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις ἑαυτοὺς κατακρίνουσιν· οὕτω που καὶ ὁ σωφώτατος γράφει Παῦλος· “ἐν ᾧ γὰρ κρίνεις τὸν “ἕτερον, ἑαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράττεις ὁ κρίνων.” καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν ὡς ταῖς τῶν παθῶν ἐφόδοις ὑπεστρωμένους, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τοιούτων, καὶ παρακαλεῖν αὐτοὺς καὶ διεγείρειν εἰς νῆψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιάμασιν· “ὁ γὰρ κρίνων τὸν ἀδελφὸν,” καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, “ “καταλαλεῖ νόμου καὶ εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης φύσεως εἶναι τὸν ταύτης κριτήν· σὺ δὲ μὴ τοιοῦτος ὣν, τί κρίνεις τὸν πλησίον; ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων. εἰ δὲ

54
τολμᾶς κατακρίνειν, καί τοι τούτου μὴ ἔχων τὴν ἐξουσίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους.

Τοῦ αὐτοῦ. Ἐξ ἀναγκαίων ἡμᾶς ἀναπείθει λογισμῶν ἀποσχέσθαι μὲν τοῦ βούλεσθαι κρίνειν ἑτέρους· τὴν ἑαυτῶν δὲ μᾶλλον καρδίαν περιεργάζεσθαι, καὶ τῶν ἐνόντων αὐταῖς παθῶν ἀπαλλάττεσθαι ζητεῖν, αἱροῦντας τοῦτο παρὰ Θεοῦ. Αὐτὸς γάρ ἐστιν ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδία, καὶ ψυχικῶν ἡμᾶς νοσημάτων ἐλευθερῶν. Τί γὰρ, εἰ νοσῶν αὐτὸς τὰ ἔτι μείζω καὶ χαλεπώτερα τῶν ὄντων ἐν ἑτέροις ἀφεὶς τὰ κατὰ σεαυτὸν, ἐκείνοις ἐπιτιμᾷς; οὐκοῦν ἅπασι μὲν τοῖς ἐθέλουσιν εὐσεβῶς ἀναγκαία εἰς ὄνησιν ἡ ἐντολὴ, μάλιστα δὲ τοῖς τὸ διδάσκειν ἑτέρους ἐγκεχειρισμένοις· εἰ μὲν γὰρ εἶεν ἀγαθοὶ καὶ νηφάλιοι, εἰκὸς, ζωῆς εὐαγοῦς τὰ καθ’ ἑαυτοὺς ἀναστήσοντες τοῖς μὴ τὰ ἴσα δρᾷν ἑλομένοις, εὐπροσώπως ἐπιτιμήσωσιν, ὅτι μὴ τοὺς τῆς ἐνούσης αὐτοῖς ἐπιεικείας ἀνεμάξαντο τρόπους. Εἰ δὲ ῥάθυμοι τινες εἶεν καὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς εὐάλωτοι, πῶς ἃν ἑτέροις τὰ ἴσα νοσοῦσιν ἐπιτιμήσειαν;

Ωριγένουσ. Δένδρον ἀγαθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, πονηρὸν ὁ διάβολος καὶ οἱ τούτου ὑπηρέται. ὁ ἔχων τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, τοὺς τούτου καρποὺς ἐπιδείκνυται, οὓς ἀπαριθμεῖται ὁ ἀπόστολος Παῦλος. ὁ δὲ δύναμιν ἀντικειμένην ἔχων, τῆς ἀτιμίας τὰ πάθη ἀκάνθας καὶ τριβόλους ἀνατέλλεται.

Τίτου Βοστρῶν. Διαφύγωμεν τὴν φθορὰν τῆς ἁμαρτίας, καὶ ὅταν λέγῃ ὁ Σωτῆρ’ καὶ Κύριος ἡμῶν, “οὐκ ἔστι δένδρον ἀγαθὸν “ποιοῦν καρπὸν σαπρὸν,” μὴ λάβῃς συγγνώμην ἑαυτῷ τῆς ῥᾳθυμίας· τὸ μὲν γὰρ δένδρον φύσει κινεῖται, σὺ δὲ προαιρέσει πολιτεύῃ· καὶ πᾶν δένδρον μὴ φέρον καρπὸν, εἰς ἄλλην χρείαν κατεσκευάσθαη, σὺ δὲ εἰς ἐργασίαν ἀρετῆς ἀνεδείχθης.

Μῆ τις τοίνυν αἱρετικὴν ἀκοὴν παρεισφέρων κακῶς νοείτω ταῦτα. Εἰ γὰρ φύσει κακὸς τυγχάνεις, τί μανθάνεις; εἰς τί διδάσκῃ; τὸ γὰρ φύσει ὂν ἀμετάβλητον πρᾶγμα· εἰ δὲ ἡ μεταβολὴ διδάσκει καὶ ὁ λόγος ἐντρέπει καὶ ἡ παραίνεσις μεταποιεῖ, καὶ ἡ διδασκαλία μεταβάλλει τὴν διάνοιαν, ἡ μὲν ὑποψία τῆς ἀνάγκης ἐκβάλλεται, τὸ δὲ δόγμα τῆς προαιρέσεως ὁμολογεῖται. Διὰ τοῦτο καὶ κλῆσις, διὰ τοῦτο καὶ διδασκαλία, διὰ τοῦτο

55
καὶ Χριστὸς παρεγένετο. Εἰ γὰρ ἦν ἀμετάβλητα φύσει τὰ πράγματα, μάτην ταῦτα ἐγίνετο· νῦν δὲ ὅρα μοι τὴν μεταβολὴν, καὶ νόει μοι τὴν προαίρεσιν· οὐδεὶς αἰτιᾶται τὰ ἄλογα ζῷα φύσει κινούμενα, ἀλλὰ τοὺς πρὸς τὴν ὁμοιοτροπίαν τῶν ἀλόγων ἀντ’ ἐξουσίας ἐκκλίνοντας ἀνθρώπους.

Ἐξ ἀνεπιγράφου. Πόλλα τὰ προπολεμοῦντα, καὶ λοὺς ὁ ἀγὼν ἀνθρώποις δαίμονας, πάθη ψυχῆς, ὀδύνας σωμάτων καὶ θλίψεις πραγμάτων. πλὴν εἰ ταῦτα ἐπέλθῃ, βεβαιοῦσι τὸν ἐν τοῖς τοῦ Κυρίου παραγγέλμασι διὰ τῆς καθ’ ἑκάστην ἡμέραν ἀσκήσεως, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων ἐμβολὴ προελθοῦσα, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσει, ἀλλ’ ἐν εὐδοκιμήσει τοῖς ἐναντιουμένοις πράγμασιν ἀκατάλυτος οὖσα ἡ ἀρετὴ, καὶ μὴ τῷ πτώματι περιφανεῖς ἀλλὰ τῇ νίκῃ γενώμεθα· περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσι. Περιφανὴς δὲ καὶ ἡ δόξα τῶν ἐν πίστει βεβαίων, ὅτι ἐπὶ μεγάλοις στηρίζονται.

Περὶ τοῦ Ἑκατοντάρχου.

Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλε τελευτᾶν.

Ανήρ τις ἐπεικὴς καὶ τῇ τῶν ἠθῶν χρηστότητι διαπρέπων, καὶ στρατιωτῶν ἡγούμενος τοῖς οἰκοῦσι τὴν Καπαρναοὺμ, συνέστιος ἦν· τούτου συνέβη τινὰ τῶν γνησίων οἰκετῶν ἀρρωστίᾳ περιπεσεῖν, καὶ ὡς ἐν ἐσχάταις ὁρᾶσθαι λοιπὸν ἐκπνοαῖς. Καὶ ἤκουσε, φησὶ, τὰ περὶ τοῦ Ἰησοῦ· εἶτα πέμπει πρὸς αὐτὸν, ὡς παρὰ Θεοῦ δηλονότι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τε καὶ δύναμιν ἐξαιτῶν· ἠξίου γὰρ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττεσθαι τὸν ἐσχάτῃ νόσῳ κατειλημμένον.

Δηλώσαντος δὲ τοῦ Εὐαγγελιστοῦ περὶ τῶν ἀπεσταλμένων πρὸς τὸν Κύριον ὑπὸ τοῦ ἑκατοντάρχου, οὐκ ἀργῶς καὶ ὡς ἔτυχε χρὴ σκοπεῖν ἡμᾶς καὶ ἐν τούτῳ τὴν τοῦ Κυρίου θαυματουργίαν, ἐλέγχοντος τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, διὰ τῶν Ἰουδαίων αὐτῶν

56
λέγων “παραγενόμενοι” γὰρ, φησὶ, “πρὸς τὸν Ἰησοῦν, παρεκά- “λουν αὐτὸν σπουδαίως λέγοντες, ὅτι ἄξιός ἐστιν, ᾧτ’ παρέξει “τούτῳ.” οἱ γὰρ τὴν εἰς αὐτὸν πίστιν παραιτούμενοι αὐτὸν ἐνδείκνυσθαι τοῖς πιστεύουσιν ἐθνικοῖς, ὅτι Θεός ἐστιν ἀληθῶς. τίνος γάρ ἐστιν ἄλλου τὸ ῥύεσθαι ἐκ θανάτου; ὅθεν εἰκότως ἐξώσθησαν μὲν οὗτοι οἱ ἀγνώμονες· εἰ ἐκλήθη δὲ καὶ προσεδέχθη τὰ ἔθνη, ἑτοιμοτέραν ἐσχηκότα τὴν καρδίαν εἰς τὸ πιστεύειν ἐπὶ τὸν Κύριοι κἂν τὰ μάλιστα πρότερον ἦσαν ἐν ἁμαρτίαις πολλαῖς, διὰ τὴν τοῦ Θεοῦ ἀγνωσίαν, κατὰ τὸ “ἐπληθύνθησαν αἱ ἀσθένειαι “αὐτῶν,” καὶ τὰ ἑξῆς. πάλιν τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὐσσου e.