Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τοῦ υἱοῦ τῆς Χήρας.

Τίνος ἕνεκεν μετὰ τὸ ἰάσασθαι τὸν δοῦλον τοῦ ἑκατοντάρχου, μὴ καλούμενος ὑπό τινος ἐπὶ νεκροῦ ἀνάστασιν πορεύεται ὁ πάντα εἰδὼς, καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἀνέχων; “καὶ” γάρ φησιν, “ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν,” καὶ τὰ ἑξῆς· οὐχ ἁπλῶς ἀλλ’ οἰκονομικώτατα δρῶν, ἵνα μὴ λέγωσί τινες ὅτι οὐ παντελῶς ἔμελλε τελευτᾷν ὁ τοῦ ἑκατοντάρχου παῖς· κἂν εἰ τοῦτο γέγραφεν ὁ Εὐαγγελιστὴς, τὰ πρὸς χάριν μᾶλλον ἢ τὰ πρὸς ἀλήθειαν ἀφηγούμενος, βουλόμενος τὴν ἀκόλαστον τῶν τοιούτων ἀποφράξαι γλῶτταν. Διὰ τοῦτο ὑπήντησε Χριστὸς ὁ Θεὸς ἡμῶν τῷ ἐκκομιζομένῳ τεθνεῶτι, καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, καὶ τὸν νεανίσκον ἀνίστησιν ὁ παντοδύναμος λόγῳ τε καὶ ἁφῇ. Διὰ τί δὲ οὐ λόγῳ μόνῳ ἐπλήρου τὸ θαῦμα, ἀλλὰ καὶ ἥψατο τῆς σοροῦ; ἵνα μάθωμεν ὅτι τὸ σῶμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σῶμα ζωῆς ἐστι, καὶ σὰρξ τοῦ πάντα ἰσχύοντος Λόγου. Ἐπειδὴ γὰρ ἰδία γέγονε τοῦ λόγου ἡ σὰρξ τοῦ πάντα ζωογονοῦντος, διὰ τοῦτο ζωοποιός ἐστι καὶ αὐτὴ, καὶ θανάτου καὶ φθορᾶς ἀναιρετική.

“Ἀνεκάθισε” γὰρ, φησὶν, “ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν,” μὴ κατὰ φαντασίαν δόξη τισὶν ἐγηγέρθαι· καὶ γὰρ ἀληθοῦς ἀναστάσεως [*](e Sic,)

57
ὑπῆρχον ταῦτα σημεῖα· ἄψυχον γὰρ σῶμα οὔτε ἀνακα θίσαι οὔτε λαλῆσαι δύναται· ὅθεν “καὶ ἔδωκεν αὐτὸν,” φησὶ, “τῇ μητρὶ αὐτοῦ·

Καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, Ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ. Μέγα δὲ τοῦτο παρά γε ἀναισθήτῳ καὶ ἀχαρίστῳ λόγῳ, μικρὸν γὰρ ὕστερον οὐδὲ γὰρ προφήτην, οὐδὲ εἰς ἀγαθὸν τοῦ λαοῦ πεφηνότα νομίζουσιν αὐτὸν, ἀλλὰ τὸν τοῦ θανάτου καταλύτην θανάτῳ παραδιδόασιν, οὐκ εἰδότες ὅτι τότε δὴ, τότε κατέλυε θάνατον, ἡνίκα ἐφ’ ἑαυτοῦ τὴν ἀνάστασιν ἐποιήσατο.

Περὶ τῶν ἀποσταλέντων παρὰ Ἰωάννη.

Ἐπειδὴ δὲ τὸ παράδοξον τοῦ θαύματος εἰς φόβον ἤγαγεν ἅπαντας τοὺς τότε παρόντας, διελαλήθη τε καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ αὐτῷ δὲ τῷ ἁγίῳ βαπτιστῇ ἀπήγγειλάν τινες τῶν μαθητῶν· προσκαλεσάμενος οὖν ἔπεμψεν αὐτοὺς πρὸς τὸν Κύριον, “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδκῶμεν;”

Διὰ τι δὲ αὐτοὺς ἀπέστειλε, προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον, ἕως “καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.”

Κυρίλλου Ἀλεξανδρείασ. Οὐκ ἠγνόησεν ὁ μακάριος βαπτιστὴς τὸν ἐνανθρωπήσαντα τοῦ Πατρὸς λόγον· μὴ τοῦτο ὑπολάβῃς· ᾔδει γὰρ καὶ μάλα σαφῶς, ὅτι αὐτός ἐστιν ὁ ἐρχόμενος· εἰργάζετο δέ τι σοφὸν καὶ εὐμήχανον, καὶ ὅπερ ἦν εἰκὸς, οὐ μετρίως ὀνίνησι τοὺς ὑπ’ αὐτοῦ μαθητευομένους· οἱ μὲν γὰρ οὔπω Χριστὸν εἰδότες, ἤτοι τὴν δόξαν αὐτοῦ καὶ τὴν κατὰ πάντων ὑπεροχὴν, ἠρέμα πῶς καὶ ὑπεδάκνοντο, θαυματουργοῦντος αὐτοῦ, καὶ ταῖς τῶν δρωμένων ὑπερβολαῖς νικῶντος τὸν βαπτιστήν.

Καὶ μετ’ ὀλίγα· τι οὖν ἄρα βούλεται νοεῖν ἐρωτῶν καὶ “λέγων, “σὺ εἶ ὁ ἐρχόμενος, ἣ ἕτερον προσδοκῶμεν;” ἔφαν τοίνυν ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον, ἀλλ’ ἵνα πληροφορηθῶσιν οἱ αὐτοῦ μαθηταὶ, ὅση τίς ἐστιν ἡ τοῦ Σωτῆρος ὑπεροχὴ, καὶ ὅτι

58
τῆς θνεοπνεύστου γραφῆς ὁ λόγος, τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται προαπεταλμένοι, δεσπότου ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γεγραπται· ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχόμενος, ὁ τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος.

Τοῦ αὐτοῦ. Εἰδὼς ὡς Θεὸς ὁ Χριστὸς τὴν οἰκονομίαν τοῦ πράγματος καὶ τῆς τῶν Ἰωάννου μαθητῶν ἀφίξεως τὴν αἰτίαν, κατ’ ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ πολλαπλασίας τῶν ἤδη γεγενημένων εἰργάζετο θεοσημείας· γεγονότες οὖν ἄρα τῆς ἐνούσης αὐτῷ μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεως τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν ὡς ἐξ Ἰωάννου λέγοντες, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος; ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὰ f ἀλλ’ ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι’ αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵν ἐναφόρμως τὴν εἰς αὐτοὺς πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· “πορευθέντες” γὰρ, φησὶ, “ἀπαγγείλατε Ἰωάννῃ, “ἃ ἴδετε g καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπα- “τοῦσι,” καὶ τὰ ἑξῆς. ταῦτα πάντα προαπηγγέλκασιν ὡς δι’ ἐμοῦ κατὰ καιροὺς οἱ μακάριοι προφῆται. Εἰ δὲ ἐγὼ γέγονα τῶν πάλαι προειρημένων ἀποτελετὴς, καὶ τούτων αὐτοὶ γεγόνατε θεωροὶ, μακάριος τοίνυν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοὶ·

Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Τοῦ ἁγίου Τίτου Βοστρῶν. Νομίζετε ὅτι Ἰωάννης μεταφέρεται ὧδε κἀκεῖ ὡς ὑπὸ πνευμάτων σαλευόμενος, ὥστε ποτὲ μὲν μαρτυρεῖν, ὅτι αὐτός εἰμι ὁ Χριστός· ἄλλοτε δὲ ἐρωτῶν, εἰ αὐτὸς ἐγώ εἰμι; οἶδα ἃ ποιεῖ· ἐμὸν τὸ πνεῦμα, ἐμὴ ἡ χάρις, ἐμὴ ἡ ἐκείνου οἰκονομία. Τί τοίνυν ἐξήλθετε εἰς τὴν ἔρημον, τὴν μηδὲν ἔχουσαν τερπνόν; ἵν ὡς διὰ τὴν ἐκείνου θέαν ἐξιέναι προφασίζησθε. Δῆλον τοίνυν, ὡς δι’ οὐδὲν ἕτερον καταλείψαντες τὰς πόλεις τὴν ἔρημον κατελάβετε, εἰ μὴ ὡς ἀντιποιούμενοι τοῦ ἀνδρὸς καὶ τοῦ ἀξιώματος. ἐρωτᾷ με οὐκ ἀγνοῶν, ἀλλ’ οἶδα τί ποιεῖ· οὐ γὰρ νῦν μὲν ὧδε, ἑτέρῳ δὲ ἄλλοτε μεταβαίνει.

[*](f Sic. g Sic.)
59

Μῆ σχῆμα ἔχει περίβλεπτον; μὴ βασιλικὸν ἀξίωμα; μὴ βασιλικὸν εἶχεν ἐντολήν; μὴ γράμματα καὶ δόγματα καὶ νόμους ἐπεφέρετο βασιλικούς; μὴ ἀντιποιησόμενος ἦν κατὰ τὸ φαινόμενον; οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐχὶ αὐτοσχέδιον εἶχε τὴν τροφήν; μήτι τοιοῦτον ὑμᾶς προετρέψατο ἐκεῖ ἀπελθεῖν;

Εἰ ὡς εἰς προφήτην χρησίμως ἀπήλθετε, καὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου ὁ μὲν γὰρ προφήτης προλέγει, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν εἰπὼν, “ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ “αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν Ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ’ ὅτι ἀγγέλου ἔργον ἐποίει, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν· οὗτος βάπτισμα ἐκήρυξε μετανοίας, ἵνα προλάβῃ ἡ μετάνοια τὴν ἄφεσιν· ἄνευ γὰρ μετανοίας ἄφεσις οὐ δίδοται. Εξ ἀνεπιγράφου. Ὄρα τὴν ἀκρίβειαν, μείζων ἐν γεννητοῖς γυναικῶν λέγει, ἵνα ἐξέλῃ τὴν παρθένον· ἐγεννήθη μὲν γὰρ ἐκ γυναικὸς, καὶ κατηξίωσε σῶμα ἐκ τοῦ ἡμετέρου φυράματος λαβεῖν, ἵνα τὸ ὅλον ἁγιασθῇ διὰ τῆς ἀπ’ ἀρχῆς. Γεννητῶν δέ φησι γυναικῶν τῶν κατὰ φύσιν τικτουσῶν, ἵνα ἰδίᾳ θῇ τὴν παρὰ φύσιν παρθενίαν.

Ἄλλοσ. Οἷον μέγα εἶχεν ἀξίωμα ὁ Ἰωάννης καὶ φοβερὸς ἦν τὴν ἔνστασιν, καὶ σεμνὸς τὴν ὄψιν, καὶ ἅγιος τὴν προαίρεσιν, καὶ ἀνεπίληπτος τὸν βίον, καὶ καθαρὸς τὴν διάνοιαν, καὶ πνευματοφορος τὴν χάριν, καὶ δυνατὸς ἐν πᾶσι, καὶ εὐγενὴς κατὰ πάντα. τοῦ γὰρ ἀρχιερέως υἱὸς ἦν, καὶ φοβερὸς τῷ λαῷ, συγκρινόμενος δὲ πρὸς τοὺς ἤδη πρὸς Θεὸν ἐκδημήσαντας, ἃν μέγας ἐστὶν, ἀλλ’ ὅμως ἔτι ἐν βίῳ ἀναστρέφεται, καὶ οὐδέπω ἀπέλαβε τὴν προσδοκωμένην ἐλπίδα· ὁ μικρότερος τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν· οὐχ ὅτι καὶ Ἰωάννης οὐκ ἀπολήψεται, ἀλλὰ συγκρίνωμεν τὸ ἐνταῦθα ἀξίωμα, ἐκείνῃ τῇ προσδοκωμένῃ χάριτι. τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσιν ὅμοιοι; ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις.

Τοῦ ἁγιοῦ Κυρίλλου. Ἡνίκα ποῦ παιγνίου τις τρόπος τοῖς Ἰουδαίων παισὶν οὕτως ἔχων, εἰς μέρη δύο πληθὺς παιδίων

60
ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην, καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τὴν ἑτέρως εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ’ οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο· οὔτε μὲν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες συνεπλάττοντο· εἴτ’ ἀλλήλοις ἐνεκάλουν τρόπον τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν ἰσχυρίζετο ὁ Χριστός

Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.

Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων, ἵνα φάγῃ μετ’ αὐτοῦ.

Χρὴ γινώσκειν ὅτι οὗτος ὁ Φαρισαῖος ὁ κεκληκὼς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, δολερᾶς ὑποκρίσεως οὐκ ἀπήλλακτο, οὐδὲ τῆς ἐμφωλευούσης ἀπιστίας αὐτῷ, ὅθεν ἔφη, “εἰ ἦν “προφήτης,” καὶ τὰ ἑξῆς. Ὁ δὲ Κύριος καίπερ εἰδὼς αὐτὸν τοιοῦτον ὄντα, εἰσελθὼν εἰς τὸν οἶκον αὐτοῦ κατεκλίθη, “καὶ ἰδοὺ,” φησι, “γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλὸς, ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου καὶ τὰ ἑξῆς.

Οὐκ ἔστι δὲ αὕτη οὔτε ἡ παρὰ τῷ Ματθαίῳ, οὔτε ἡ παρὰ τῷ Μάρκῳ, οὔτε ἡ παρὰ τῷ Ἰωάννῃ μνημονευομένη, ἀλλ’ ἑτέρα τις. Κατανοῶν τοίνυν ἐγὼ καὶ κατεξετάζων ἐπιμελῶς τὴν διήγησιν καὶ τῶν εὐαγγελικῶν ῥημάτων ἐνατενίζων τῷ ἀκριβεῖ, τρεῖς εἶναι γυναῖκας λογίζομαι· καὶ ἐκ τῆς τῶν προσώπων ποιότητος, καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς πράξεως, καὶ ἐκ τῆς διαφορᾶς τοῦ καιροῦ. Ὁ μὲν γὰρ Ἰωάννης περὶ τῆς Μάριας τῆς ἀδελφῆς Λαζάρου καὶ Μάρθας ἐπαινουμένης σφόδρα καὶ θεοσεβοῦς, καὶ ἐν ταῖς μαθητιώσαις λελογισμένης τῷ Ἰησοῦ τοῦτό φησιν, ὧδέ πὼς διηγούμενος, “ὁ οὖν, Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα “ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. “Ἐποίησαν οὖν αὐτῷ ἐκεῖ δεῖπνον. Ἡ δὲ Μάρθα διηκόνει, “δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ· ἡ οὖν Μαρία

61
“λαβοῦσα λίτραν μύρου νάρδου,” καὶ τὰ ἑξῆς. ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ· ἰδοὺ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· κατὰ τὴν οἰκίαν Μάριας καὶ Λαζάρου καὶ Μάρθας τοῦτο γεγονέναι σαφῶς ἱστόρησεν ὁ Εὐαγγελιστής· ὡς καὶ ἀνωτέρω τὸ αὐτὸ τοῦτο ἐξεῖπεν. “Ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμά- “ξασα,” καὶ τὰ ἑξῆς, “ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει·” καὶ θαυμάσῃς εἰ κατὰ προαναφώνησεν ἐρρέθη· καὶ γὰρ περὶ τοῦ Ἰούδα φησὶν ὁ Μάρκος τὰ ὀνόματα τῶν ιβ΄ Ἀποστόλων ἀπαριθμούμενος, “καὶ Ἰούδας Ἰσκαριώτης ὃς καὶ παρέδωκεν αὐτόν.” καίτοι γε οὐδέπω παραδοὺς ἦν αὐτὸν, ἀλλὰ τὸ μέλλον, ὡς ἤδη γενόμενον ἔγραψεν· ὁ δέ γε Ματθαῖος ἐπάγει λέγων, “καὶ ἐγένετο ὅτε “ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μα- “θηταῖς αὐτοῦ, οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται,” καὶ τὰ ἑξῆς. “Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ “Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον “μύρου πολυτίμου, καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμενου. Σκόπει οὑν ὅτι εἰρηκότος τοῦ Ἰησοῦ, οἴδατε ὅτι “μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται·” οὕτως ἱστόρησεν αὐτὸν ὁ Εὐαγγελιστὴς γενόμενον κατὰ τὴν αὐτὴν Βηθανίαν ἐν τῆ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, καὶ ὑπὸ τῆς γυναικὸς τιμηθέντα τῷ μύρῳ, μὴ τῶν ποδῶν ἀλειφομένων, ἀλλὰ τοῦ ἀλαβάστρου καταχεομένου τῆς κεφαλῆς. ὥστε καὶ ὑπὸ τοῦ Ἰωάννου γραφὲν, ἐν τῷ οἴκῳ Μάριας καὶ Μάρθας, καὶ ἀπὸ τοῦ τρόπου τῆς πράξεως, ἐκεῖ μὲν γὰρ τοὺς πόδας ἤλειψε καὶ ἀπέμαξε ταῖς θριξὶ τῆς ἰδίας κεφαλῆς ἀλείψασα, ἐνταῦθα δὲ κατέχεεν ἐπὶ τῆς τοῦ Ἰησοῦ κεφαλῆς· καὶ ἀπὸ χρόνου· πρὸ μὲν γὰρ ἓξ ἡμερῶν ἔφη ὁ Ἰωάννης τοῦ Πάσχα γενέσθαι τὸ δεῖπνον ἐκεῖνο, Ματθαῖος δὲ πρὸ ἡμερῶν δύο καὶ μόνος· Λουκᾶς h δὲ περὶ τὰ μέσα τοῦ Εὐαγγελίου ἣ καὶ ἔτι πρὸ τούτου. “ἰδοὺ γὰρ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλὸς, ἐπι- “γνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα “ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω “κλαίουσα,” καὶ τὰ ἑξῆς. “Ἰδῶν δὲ ὁ Φαρισαῖος ὁ “σὰς αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐνί- [*](h Μάρκος Cod.)
62
“νωσκεν ἃν τίς καὶ ποταπὴ,” καὶ τὰ ἑξῆς. προδηλότατα γοῦν ἐκ τοῦ καιροῦ δέδεικται μὴ τὴν αὐτὴν ταῖς ἄλλαις γυναιξὶ ταῖς περὶ τὸν καιρὸν τοῦ πάθους τιμησάσαις τὸν Σωτῆρα τῷ μύρῳ· μηδὲν δὲ νομιζέτω διὰ τὸ καὶ τοῦτον τὸν Φαρισαῖον τὸν κεκληκότα αὐτὸν Σίμωνα προαγορεύεσθαι, τὸν αὐτὸν εἶναι Σίμωνα τῷ λεπρῷ· φαίνεται γὰρ ἐκεῖνος τεθεραπευμένος ὑπὸ τοῦ Ἰησοῦ, καὶ χαριστήριον ὥσπερ ἀποτιννὺς αὐτῷ τὴν εἰς τὴν οἰκίαν ἀποδοχήν. οὐ γὰρ ἃν εἰ μὴ τεθεράπευτο, παρ’ αὐτῷ κατέλυεν.

Κατεφίλει δὲ αὕτη οὐκ ἀργῶς, ἀλλὰ τῷ μύρῳ ἀλείφουσα τοὺς πόδας, τὴν πολλὴν στοργὴν ἐκ τούτου δεικνύουσα.

Ὁ δὲ Κύριος ὁ μὴ διὰ ῥημάτων μόνον ἀκούων, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις καταλαμβάνων, ὡς καὶ τῶν προφητῶν δεσπότης ὑπάρ- χων, ἀπαγγέλλει τοὺς λογισμοὺς τοῦ Φαρισαίου λέγων· “Σίμων, ἔχω σοί τι εἰπεῖν, καὶ τὰ ἑξῆς.

Εἶτα εἰπόντος ἐκείνου, ᾧ τὸ πλέον ἐχαρίσατο, αὐτός φησι πρὸς αὐτόν· τί τοίνυν σὺ τοιαῦτα ἐνεθυμήθης; οὐδὲ γὰρ σὺ ἀναμάρ- τητος· εἰ γὰρ ἐλάττω χρεωστεῖς, ἀλλ’ οὐ μέντοι ἀπηλλαγμένος τυγχάνεις ἁμαρτημάτων· καὶ πολλάκις μὲν γίγνεται τὸν πολλὰ ἐπταικότα, δι’ ἐξομολογήσεως τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι· τὸν δὲ ὀλίγα ἡμαρτηκότα, δι’ ὑπερηφανίαν μὴ προελθεῖν τῷ φαρμάκῳ τῆς ἐξομολογήσεως, καὶ ὑποκεῖσθαι τῇ κολάσει· οὐδὲ γὰρ διὰ τὸ μὴ ἔχειν πολλὰ τῆς κρίσεως ἀπαλλάττεταί τις, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῖς ὀλίγοις κατακρίνεται, μὴ τὴν προσήκουσαν καὶ ὑπὲρ αὐτῶν προσενέγκας ἐξομολόγησιν καὶ μετάνοιαν. ὡς γὰρ ἁμαρτωλὸς τωλὸς ἀπαρρησίαστος εὑρεθήσεται, ἐπὶ τοῦ φοβεροῦ βήματος, καὶ σὺ μὲν, φησὶ, τοῖς ἑτοίμοις οὐκ ἐχρήσω· ὕδωρ γάρ μοι ἐπὶ τοὺς πόδας οὐκ ἔδωκας· εὔκολος γὰρ τῶν ὑδάτων ἡ χρῆσις· αὕτη δὲ τὰ ἀνέτοιμα ἐξεκένωσε, τοῖς δάκρυσιν αὐτῆς βρέχουσά μου τοὺς πόδας· οὐ δὲ γὰρ εὔκολος ἡ τῶν δακρύων ἔκχυσις, καὶ ταῖς θριξὶν ἐξέμαξεν, ἵνα δι’ ὧν ἐθήρευσε πρὸς ἁμαρτίαν νεότητα, διὰ τούτων ἁγιοσύνηυ εὑρεθῇ θηρεύουσα· ἔτι δὲ καὶ κατεφρόνησάς μου· φίλημα γάρ μοι οὐκ ἔδωκας, οὐδὲ ἐλαίῳ τὴν κεφαλήν μου ἤλειψας· αὕτη δὲ μετὰ παντὸς πόθου καταφιλοῦσά μοι τοὺς πόδας, μύρῳ τούτους ἤλειψε· καὶ ἐπειδὴ εἶπας ἐν σεαυτῷ ”οὗτος εἰ ἦν προφήτης, “ἐγίνωσκεν ἃν, τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἥτις ἅπτεται αὐτοῦ,

63
“ὅτι ἁμαρτωλός ἐστι” γνῶθι κἂν νῦν ἐκ τούτου ὅτι οὐκ ἠγνόουν, ὅτι καὶ τοὺς σοὺς διαλογισμοὺς ἐπίσταμαι καὶ τὰς ἁμαρτίας ταύτης γινώσκων· διὸ καὶ σὲ μὲν ὡς πάντα εἰδὼς ἐλέγχω, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ταύτης ἐπιστάμενος λέγω σοι “ὅτι ἀφέωνται “αὐτῆς αἱ ἁμαρτίαι,” καὶ τὰ ἑξῆς.

Εδοξε δὲ ὁ Εὐαγγελιστὴς, ὅτι καὶ ἕτεροι ἦσαν συνανακείμενοι, οὓς καὶ ἐξένισεν ὁ λεπρὸς, ὅτι οὐχ ὡς προφήτου ἦν, ἀλλ’ ὡς δεσπότου τὸ δίκαιον ἀπονέμοντος· τί δὲ ἦν τὸ δίκαιον; ἡ ἐξομολόγησις τῆς γυναικὸς καὶ τὸ δάκρυον καὶ ἡ τιμὴ, καὶ ἡ παρὰ τοὺς πόδας στάσις.

Εἶπε δὲ αὐτῇ ὁ Χριστός ἡ πίστις σου σέσωκέ σε. Διὰ τὸ πιστεῦσαι αὐτὴν ὅτι ἐξουσίαν ἔχει ἀφίεναι ἁμαρτίας.

Τὸ δὲ “πορεύου εἰς εἰρήνην” τοῦτο ἐστι τὸ μηκέτι ἁμαρτάνειν.

Περὶ τῆς παραβολῆς τοῦ σπείραντος.

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ.

Διοδεύων δὲ κατὰ πόλεις καὶ κώμας καὶ κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ ὁ οὐρανόθεν γενόμενος διδάσκαλος εἰς τὴν γῆν, τοὺς ἐπὶ γῆς εἰς τὴν βασιλείαν ἐκάλει τῶν οὐρανῶν· ἔστι γὰρ καὶ ἡ γῆ αὕτη δημιούργημα, ὅπως οἱ διὰ πλάνην ἀποστάντες τῆς οὐρανίου καταστάσεως τῶν ἐπιγείων καταφρονήσωσιν.

Οἱ δὲ δώδεκα ἦσαν σὺν αὐτῷ οὐκ εὐαγγελιζόμενοι, ἀλλὰ μαθητευόμενοι καὶ παιδαγωγούμενοι πρὸς τὸ Εὐαγγέλιον.

Διηκόνουν δὲ αὐτοῖς αἱ συνακολουθοῦσαι γυναῖκες ἐκ τῶν ὑπαρχόντων αὐταῖς· οὐ γὰρ σωματικὴν ἀνάπαυσιν παρέχουσιν αὐτοῖς, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντιποιούμεναι καὶ προσαναλίσκουσαι τὰ ὑπάρχοντα εἰς τὴν τῶν δεομένων ἐπίδοσιν, ἵνα κτήσηται τὴν εὐσέβειαν. Περὶ τῆς παραβολῆς τοῦ σπόρου καὶ ἀκολούθως, περὶ τοῦ ἅπτειν λύχνον, καὶ μὴ καλύπτειν αὐτὸν σκεύει, καὶ τοῦτο

64
προτέρως δὲ, καὶ περὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ἤθελον αὐτὸν ἰδεῖν, καὶ περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων καὶ περὶ τοῦ ἔχοντος τὸν λεγεῶνα, καὶ πέρι τῶν Γεργεσηνῶν, καὶ πέρι τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ περὶ τῆς αἱμορροούσης, καὶ περὶ τῆς ἀποστολῆς τῶν δώδεκα, καὶ περὶ Ἡρώδου, καὶ περὶ τῶν πέντε ἄρτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως, ὅτι τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; καὶ περὶ τῆς μεταμορφώσεως καὶ περὶ τοῦ σεληνιαζομένου, καὶ περὶ τῶν διαλογιζομένων τίς μείζων ἐστιν, ὅπερ ἐστὶ κεφάλαιον. Εἰς τὰ μικρὰ, εἰς τὸν ἅγιον λόγον, ἕως ὧδε, προυγράφη εἰς τὸν ἅγιον Ματθαῖον.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὁ οὐρανόθεν παραγενόμενος διδάσκαλος εἰς τὴν γῆν τοὺς ἐπὶ τῆς γῆς τὴν βασιλείαν τῶν οὐρανῶν εὐαγγελίζεται, ἵνα τὴν γῆν ποιήσῃ οὐρανόν· ἦν γὰρ καὶ ἡ γῆ αὐτοῦ δημιούργημα. Ἐπειδὴ γὰρ διὰ πλάνην ἀπέστη τῆς οὐρανίου καταστάσεως· ἦλθε δὲ καὶ τὴν γῆν κατορθῶσαι εἰς εὐσέβειαν, καὶ συνάψαι τὸ συναμφότερον διὰ μόνην φιλανθρωπίαν. τίς δὲ κηρύσσειν ἔμελλε βασιλείαν Θεοῦ, ἢ ὁ υἱὸς τοῦ Θεοῦ, οὗ ἡ βασιλεία; οὐ γὰρ οἱ κάτω τὰ ἄνω κηρύττομεν, ἀλλ’ ὁ ἄνωθεν τὰ ἄνω ἀπαγγέλλει. Γεγόνασιν οὖν πολλοὶ προφῆται, ἀλλ’ οὐκ ἐκήρυξαν οὐρανῶν βασιλείαν· ὧν γὰρ μὴ ἦσαν θεαταὶ, τὸν λόγον τούτων πὼς ἐδίδουν. Διὰ τοῦτο ἔλεγεν ὁ Ἰωάννης, ὁ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστὶ, καὶ ὃ ἑώρακε μαρτυρεῖ· ἐκήρυξε τοίνυν τὴν βασιλείαν τοῦ Θεοῦ τοῖς ἀπίστοις μὴ φαινομένην, τὴν παρ’ Ἀγγέλοις πολιτευομένην τε καὶ κρατοῦσαν, ἵνα οἱ ἀκούοντες βασιλείαν τοῦ Θεοῦ τῶν ἐπιγείων καταφρονήσωσιν.

Οὐ σωματικὴν ἀνάπαυσιν μετεδίωκον, ἀλλ’ εὐαγγελικῆς σωτηρίας ἀντεποιεῖτο, προανήλισκον οὖν τὰ ὑπάρχοντα, ἵνα κτήσωνται τὴν εὐσέβειαν.

Τοῦ ἁγίου Κυρίλλου. Εἰσκεκόμικε τὸν Κύριον ὁ μακάριος ψαλμῳδὸς Δαβὶδ λέγοντα, “ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα “μοῦ.” Ἄθρει δὴ οὖν ἐς πέρας ἐκβεβηκὸς τὸ παρ’ αὐτοῦ πλείστη μὲν γὰρ πληθὺς συνεγήγερτο περὶ αὐτὸν ἐξ ἁπάσης τῆς Ἰουδαίας. Προσελάλει δὲ αὐτοῖς ἐν παραβολαῖς, ἀλλ’ ἐκείνοις μὲν οὐκ οὖσιν ἀξίοις τοῦ μαθεῖν τὰ μυστήρια τῆς

65
τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς τὸ χρῆσθαι τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἀντέπροαττον δὲ ἀνοσίως τοῖς δι’ αὐτοῦ κηρύγμασιν. καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διψῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι μόνον· παραβολὰς δὲ, σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· εἰκόνες γάρ εἰσι, ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν, νοητῶν τε μᾶλλον καὶ πνευματικῶν· ὁ γὰρ ἴδιος a οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι διὰ τῶν ἐν αἰσθήσει, καὶ οἷον ἀπὸ τῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν νοητῶν ἰσχνότητα. ἰδῶμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν τοῦ Σωτῆρος ὁ λόγος, “Ἐξῆλθε,” φησὶν, “ὁ σπείρων τοῦ σπεῖραι,” καὶ τὰ ἑξῆς.

Τοῦ ἁγίου Τίτου. “ Ἐξῆλθεν·” ἦν γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ πρὸ παντὸς αἰῶνος ὁ συναΐδιος τοῦ Πατρὸς Λόγος. Οὐ γὰρ ὅτι σπείρει, τότε ἔσται μόνον, οὐδ’ ὅτε ἐκ Μάριας γεννᾶται, καὶ “ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.” Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν ἴδιον σπόρον. Διὰ τί τὸν ἴδιον; οὐ γὰρ δανείζεται λόγον, Λόγος Θεοῦ ὑπάρχων τὴν φύσιν. οὐκέτι ἴδιος σπόρος Παύλου, οὐδὲ Ἰωάννου, οὐδὲ ἄλλου τινὸς τῶν Ἀποστόλων ἣ προφητῶν, ἀλλὰ σπόρος μὲν ἦν· οὐκ ἦν δὲ αὐτῶν ἴδιος, ἀλλὰ λαβόντες ἔχουσι· Χριστὸς δὲ ἴδιον ἔχει σπόρον, ἐκ τῆς ίδίας φύσεως τὴν διδασκαλίαν προσφέρων. Ἐὰν γὰρ λέγῃ Παῦλος, “ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισε,” δίδωσι μὲν τῷ Σωτήρι’ τὸ σπείρειν, ἑαυτῷ δὲ τὸ φυτεῦσαι. ὁ γὰρ φυτεύων ἄλλοθεν λαμβάνων, ἀλλαχοῦ μετατίθησιν, ὁ δὲ σπείρων φυτεύει, ἀλλ’ ἐκ τῶν ἰδίων ταμιεύων λαμβάνων σκορπίζει. ἀφθόνως χειρὶ σπείρων ὁ Παῦλος ἔλεγεν· “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος “Χριστοῦ·” ὁ δὲ Σωτῆρ’ “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· “εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς.” Ποῖος δοδάσκαλος; ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. διὰ τοῦτο ἔλεγον οἱ Ἰουδαῖοι, [*](a sic.)

66
“πῶς γράμματα οὗτος οἶδε μὴ μεμαθηκώς;” Διὰ τοῦτο εἶξπε τὸν ἴδιον σπόρον, ἵνα μάθῃς ὅτι αὐτοῦ τῆς φύσεως ὁ σπόρος· καὶ γὰρ αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεὺς, καὶ ἡμεῖς γεωργοὶ αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ καρποφορία πᾶσα πνευματικὴ, καὶ τοῦτο ἡμῶν διδάσκει λέγων, “ χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν “οὐδὲν.”

Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ποία τίς ἐστιν ἡ πρόφασις δι’ ἣν ἁρπάζετε τὰ ἐν ταῖς ὁδοῖς; ἰδῶμεν τέως, ὡς ἐν παχέσι πράγμασι τὸ ζητούμενον. σκληρὰ καὶ ἀνήροτος πᾶσά πὼς ἐστιν ὁδὸς διὰ τὸ τὴν ἁπάντων ὑποκεῖσθαι ποσί· καὶ οὐδὲν αὐταῖς ἐγχώνυνται τῶν σπερμάτων· κεῖται δὲ μᾶλλον ἐπιπολαίως, καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον. οὐκ εἰσδύεται γὰρ ἐν αὐτοῖς θεῖόν τε καὶ ἱερὸν νουθέτημα, δι’ οὗ δύνανται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα· οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὲ τῷ Σατανᾷ πεπατημένοι γεγόνασιν ὁδὸς, ἣν οὐκ ἔνεστι ποτε καρπῶν ἁγίων ἐγγενέσθαι τροφὴν, στεῖραν καὶ ἔκγονον b ἔχων τὴν καρδίαν.

Ιωάννου Χργσοστόμου. Ταῦτα λέγων εἰς ἀκρίβειαν ἄγει βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κείμενον, καὶ ἐν μέσῳ τοῦ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μῆ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· γενήσεσθε γὰρ πᾶσι κατάδηλοι. Βίκτωροσ πρεσβυτέρου. Ὅταν γὰρ τοσαύτη ἡ ἀρετὴ ἀδύνατον αὐτὴν λαθεῖν· ὁ ἔχων γὰρ σπουδαίαν προαίρεσιν, λήψεται πνεύματος χάριν καὶ σοφίας καὶ γνώσεως, καὶ ἀξίαν τῶν πόνων τὴν ἀμοιβήν.

Τοῦ αὐτοῦ. Τὰ γὰρ ἐκ φύσεως ἡμῖν ἐνόντα ἢ διὰ χάριτος δοθέντα, ἐὰν μὴ διὰ τῆς συνεχοῦς προσοχῆς καὶ σπουδῆς φιλοπόνου φυλάξωμεν, ταῦτα ζημιωθησόμεθα, οὐ μόνον μηδὲν προλαμβάνοντες, ἀλλὰ καὶ προσαπολλύντες καὶ ἃ ἔχειν ἐδόξαμεν.

Τίτου Βοστρῶν. Ἐκ τούτου δῆλον ὅτι οὐκ ἦν ὁ Σωτῆρ’ μετὰ τῶν κατὰ σάρκα εὐγενῶν· καταλιπὼν γὰρ τούτους σχολάζει τῇ [*](b Cod. ἔγονον.)

67
πατρικῇ διδασκαλίᾳ. Ἐπειδὴ δὲ ποθητὸς ἢ, διὰ τὴν ἀπόλειψιν, καὶ ἐπιθυμητὸς εἰς θέαν διὰ τὴν χρονίαν ἀναχώρησιν, παραγίνεται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ, οἱ πρόγονοι τοῦ Ἰωσὴφ οἱ κληθέντες ἀδελφοί· οὐκ ἔστι δὲ στεμτὴ (sic) τοῦ Κυρίου ἡ συγγένεια, οὐδὲ ἐν ὀλίγῳ περιγράφεται αὐτοῦ ἡ πρὸς ἀνθρώπους φιλία. Ἠλθε γὰρ ἅπαντα τὸν κόσμον εἰς ἀδελφότητα καλέσαι ἄφθονον, καὶ προλαβὼν ἔλεγε ἐν προφήταις τῷ Πατρὶ, “ἀπαγγελῶ τὸ ὄνομά “σου τοῖς ἀδελφοῖς μου·” ποίοις ἀδελφοῖς ἑρμηνεύει λέγων, “ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·” ὅπου τοίνυν ἐκκλησία Χριστοῦ, ἐκεῖ ἀδελφότης Χριστοῦ.

Τοῦ αὐτοῦ. Ὁ λόγος τοῦ Θεοῦ, λόγος ἦν αὐτοῦ, Πατρὸς γὰρ καὶ Υἱοῦ μία διδασκαλία ἐν προφήταις καὶ ἐν Εὐαγγελισταῖς διὰ τῆς ἐνεργίας τὴν τοῦ Ἁγίου Πνεύματος. λέγει δὲ τὸν λόγον τοῦ Θεοῦ, ἵνα τὴν τιμὴν ἀναπέμψῃ πρὸς τὸν Πατέρα. Ὡς γὰρ ἔπρεπε τῷ Πατρὶ γεννῆσαι Υἱὸν, οὕτω πρέπει γεγεννημένῳ τιμᾶν τὸν γεννήσαντα. Μήτηρ μέντοι καὶ ἀδελφοὶ οὗτοι εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες· χρείαν γὰρ ἔχει ἀκοὴ ἐργασιας.

Περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων.

Κυρίλλου Ἀλεξανδρείασ. Διέπλει ὁμοῦ τοῖς ἁγίοις Ἀποστόλοις ὁ Χριστὸς τὴν Τιβεριάδα θάλασσαν, ἤτοι λίμνην· ἐγήγερται δὲ κατὰ τοῦ σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον καὶ τὸ τοῦ θανάτου δέος ἐνετίθει ταῖς μαθηταῖς· τεθορύβηνται γὰρ οὐ μετρίως, καίτοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντος ἀπείρατοι. ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων κύριον· δῆλον δὲ ὅτι Χριστὸν διανιστᾶσι λέγοντες, “ἐπιστάτα, σῶον, ἀπολλύμεθα. καὶ καθευδῆσαι γὰρ αὐτὸν ὁ Εὐαγγελιστής φησιν. οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύδωνος ἐπιπηδᾶν τῷ σκάφει, τὴν παρ’ αὐτοῦ ζητοῦσιν ἐπικουρίαν, ἀλλ’ οἷον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένη-

68
τᾶι τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστᾶσα θάλασσαν καὶ μεθιστᾶσα πρὸς γαλήνην.

Τοῦ αὐτοῦ. Ἐνταῦθά μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν. πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι λέγουσι τὸ “σῶσον, ἀπολλύμεθα·” οὐ γὰρ ἐφικτὸν ἀπολεῖσθαι ποτε συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος. ἀλλ’ ἐγήγερται παραχρῆμα Χριστὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμάς· καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι’ αὐτῶν ἔδειξε τῶν πραγμάτων, ὅτι Θεός ἐστι. λεγέσθω τοίνυν πη ἡμῶν τὸ ἐν βίβλῳ ψαλμῶν· “σὺ δεσπόζεις “τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς “σὺ καταπραΰνεις.”

Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτω καὶ ἡ πίστις ἐν πειρασμοῖς· πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς, δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς εἰς τὸ διενεγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. καὶ τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐδίδασκεν, εἰπὼν, “χωρὶς “ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·” ὡμολόγει δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος λέγων, “ὅτι πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.

Ἆρ’ οὖν ὡς οὐκ εἰδότες τὸ “τίς οὗτός ἐστι,” παρηγόρευον ἀλλήλοις; εἶτα πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; ᾔδεσαν γὰρ ὄντα Θεὸν, καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν· καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν, καίτοι καθ’ ἡμᾶς ὄντι τε καὶ ὁρωμένῳ κατὰ τὴν σάρκα, λέγουσι τὸ “τίς οὗτός ἐστιν,” ἀντὶ τοῦ πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, “ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τοῖς “ἀνέμοις, καὶ ὑπακούουσιν αὐτῷ·” ἐπιτακτικὸν γὰρ ἦν τὸ ἔργον, δεσποτικὴ ἡ πρόσταξις καὶ οὐκ ἀξίως οἰκητική· μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις, οἷς ἃν ἐπιτάττειν βούλεται Χριστός. ἀμέλει καὶ τὸν τῆς ἐπιτιμῆς τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Ματθαῖος· ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον, “σιώπα. πεφί- “μωσο,” καὶ ἅμα τῷ λόγῳ ἠκολούθησε τὸ πρᾶγμα, καὶ ἡ γινώσκει τὸν ἀπαρχῆς αὐτὴν συναγαγόντα, προστάγματι τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται.

69

Περὶ τοῦ Λεγεῶνος.

Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.

Κυρίλλου Ἀλεξανδρείασ. Ἐνταῦθά μοι βλέπε θράσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπάζεις, εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκῆπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὗται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γάρ’ ἔφη, “τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ “ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δηλονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὡσανεὶ ἔλεγε, μὴ ἀποπέμψῃς ἡμᾶς, μηδὲ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων· τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέφανον.

Αὐτοὶ μὲν γὰρ πονηρεύονται, ὁ δὲ ἀγωνοθέτης στέφανον προτιθεῖ τοῖς νικῶσι. παρεκάλουν οἱ δαίμονες τὸν Κύριον. εἰ κατὰ

70
τοὺς αἱρετικοὺς ἀρχαὶ ἦσαν δύο, οὐκ ἂν οἱ δαίμονες παρεκάλουν τὸν Κύριον, εἰ μὴ ἦσαν δημιούργημα μὲν τοῦ Θεοῦ, ὡς δὲ ἁμαρτήσαντες ἀποβεβλημένοι. βλέπε τοίνυν τὴν οἰκειότητα τῆς δημιουργίας καὶ τῆς ἁμαρτίας τὸν ἔλεγχον, ἡμᾶς γὰρ δημιουργία ὑπὸ τὸν δεσπότην, οἱ δὲ ἁμαρτάνοντες ὑπὸ τὸν κριτὴν παρακαλοῦσι καὶ ὁμολογοῦσι τὴν ἐξουσίαν.

Τοῦ αὐτοῦ. Καθαρὰ ἡ κάθαρσις, ἀναντίρρητος ἡ θεραπεία, οὕτω γὰρ ἔνηψεν ὁ πάσχων ὥστε ἐπιγνῶναι τὸν Σωτῆρα καὶ ἀξιοῦν αὐτὸν, ἵνα ᾖ σὺν αὐτῷ· τάχα δὲ καὶ εὐλαβούμενος τὴν ὑποστροφὴν τῶν δαιμόνων. ὁ δὲ Κύριος ἵνα μὴ δόξῃ διὰ τῆς παρουσίας φυλάττειν, παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐτὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα. Βίκτοροσ πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παραβαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ.

Περὶ τῆς θυγατρὸς τοῦ ἀρχισυναγωγοῦ.

Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος.

Τοῦ ἁγίου Τίτου βοστρῶν. Τὸ ὄνομα κεῖται διὰ τοὺς Ἰουδαίους τοὺς εἰδότας τὸ γεγονὸς, ἵνα γένηται τὸ ὄνομα ἀπόδειξις τοῦ θαύματος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς τῶν Ἰουδαίων, οὐκ ἦλθέ τις τῶν εὐτελῶν, οὐδὲ τῶν τυχόντων· εἴθε μὲν οὖν προὔλαβε, καὶ διὰ πίστιν προσέπεσε, καὶ δι’ εὐγνωμοσύνην ἐπέγνω, μὴ διὰ χρείαν παρεγένετο. Ἡ γὰρ χρεία διαβάλλει τὴν παράκλησιν, ὅμως θλίψις ἔσθ’ ὅτε καταβιάζεται πρὸς τὸ ἑλέσθαι δρᾷν τὰ αὐτῷ χρήσιμα καὶ συμφέροντα. ταύτῃ τοι καὶ ὁ μακάριος ἔφη Δαβὶδ, “ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις, τῶν μὴ ἐγγιζόντων πρός σε.

71

Περὶ τῆς αἱμορρούσης.

Ἐξ Ἀνεπιγράφου. Πρόσεισι γυνὴ καλῶς καὶ οἰκείως τὴν μόνην ἱκανὴν ἀφορμὴν εἰς τὸ ἰαθῆναι παρασκευάσασα τὴν πίστιν. “Προσελθοῦσα” γὰρ, φησὶν, “ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ “ἱματίου αὐτοῦ,” δηλαδὴ πεπιστευκυῖα μεγάλως, οὕτως ὡς καὶ διὰ τῆς ἐπαφῆς πιστεῦσαι τὴν ἴασιν. Λέγει δὲ αὐτῷ b καὶ διηγεῖται Μάρκος ὁ Εὐαγγελιστής· “ἔλεγε γὰρ,” φησὶν, “ὅτι κἂν “τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι, καὶ παραχρῆμα ἔστη “ἡ ῥῦσις τοῦ αἵματος αὐτῆς. Ὥσπερ γὰρ εἰ προσαγάγοι τις ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυῖαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται, οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον.

Ἐξ ἀνεπιγράφου. Οὐκ ἦν τῷ Κυρίῳ πλησιᾶσαι καὶ ἐφάψασθαι αὐτοῦ σωματικῶς πλησιάζοντα καὶ ἐφαπτόμενον, εἰ μὴ πνευματικῶς τοῦτο ποιῇ· ἔτυχε τοίνυν οὗπερ ἔχρηζεν ἡ γυνή. Διὸ καὶ ζητεῖ τοὺς ὑπὸ τοῦ Κυρίου, καὶ ἐς ὄψιν καλεῖται τῶν μαθητῶν οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σωματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συνετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου.

Ἐξ ἀνεπιγράφου. Πρότερον μὲν οὐκ ἐτόλμα δι’ εὐλάβειαν ἄντικρυς ἀπαντᾷν, καὶ περὶ θεραπείας ἀξιοῦν, ζητουμένη δὲ [*](b Sic. Leg. τοῦτο)

72
ἅπαντα πρεπόντως, ἔμφοβός τε καὶ εὐλαβὴς καὶ τὸ σέβας ἀρμόττον προσφέρουσα· καὶ τὴν ὁμολογίαν τῆς ἰάσεως εἰς ἐμφανὲς πᾶσι ποιεῖται, οὐ τῷ πάντα εἰδότι, ἀλλὰ τοῖς ἀγνοοῦσιν, αἰσθήσει τὴν ἴασιν ἐπεγνωκυῖα. Λέγει γὰρ καὶ τοῦτο ὁ Μάρκος “ὅτι ἔγνω “τῷ σώματι, ὅτι ἰᾶται ἀπὸ τῆς μάστιγος.” ἣν δ’ ἐκ τῆς ἐπαφῆς ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτῆρ’ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα.

Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγωγου.

Τίτου Βοστρῶν. Ἴνα γὰρ μὴ εἴπῃ καὶ αὐτὸς, ἐπίσχες, οὐ χρείαν σου ἔχω, Κύριε, ἤδη γέγονε τὸ πέρας, ἀπέθανεν, ἣν προσεδοκῶμεν ὑγιαίνειν· ἄπιστος γὰρ ἦν, Ἰουδαϊκὸν ἔχων φρόνημα, φθάνει ὁ Κύριος καί φησι, μὴ φοβοῦ, παῦσον τῆς ἀπιστίας τὰ ῥήματα, ἐπίσχες τὴν γλῶτταν, μόνον πίστευε κατὰ τὴν γυναῖκα, ἦν γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας.

Ἐξ ἀνεπιγράφου. Ἀθορύβως περὶ τὴν τηλικαύτην πάρεστι δύναμιν, οὐκ ὄχλον ἐπαρομένος, ἀλλ’ ὅσον οἷόν τε τὸν ὄχλον ἀφιστάς· τῶν μὲν μαθητῶν μόνους τρεῖς συμπαραλαβὼν, τῷ δὲ ὄχλῳ πρόφασιν ἀναχωρήσεως προβάλλων, τὸ μὴ τεθνάναι φᾶναι τὴν κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιήσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀναστάσεως οὐκ ἃν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐτὸς δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν.

Ὅτι τῶν ἄλλων οὗτοι ἦσαν ὑπερέχοντες, καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης ἐκ τοῦ σφόδρα φιλεῖσθαι, καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως, ᾗ ἀπεκρίνατο λέγων, δυνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι c.

[*](c Hæc Chrys. sunt. Cf. Cat. ad S. Matth. p.)
73

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν.

Κυρίλλου Ἀλεξανδρείασ. Ἀληθὲς εἰπεῖν ὅτι πόνων ἀγαθῶν καρπὸς εὐκλεής· τοῖς γάρ τοι τὴν πάναγνου καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν, κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς πη ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς ὑγιοπρεπῶν χαρίζεται τὴν ἀντέκτησιν, καὶ δόξης αὐτοῦ τῆς ἰδίας καθίστησι κοινωνούς. δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐνεργῆ τοὺς ἁγίους Ἀποστόλους· ὅρα γεγονότας ἐκπρεπεστάτους. καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξη κατεστεμμένους, μένοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ. Δέδωκε γὰρ αὐτοῖς, φησὶ, “δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θερα- “πεύειν,” ἀλλ’ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων, οἷς ἂν βούληται τὴν ἐξουσίαν· καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους καὶ μόνον Θεοῦ. Ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ διδασκαλία καὶ δόξη οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις Ἀποστόλοις ἐκνεμηθεῖσα χάρις, ἐπέκεινα δὲ ἐπαίνου καὶ θαύματος ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ, ὡς ἔφην, ἐχαρίζετο δόξαν· ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν τὴν τοῦ διαβόλου φήμην καταστρέφει, καί τοι λέγοντα ποτὲ “τὴν οἰκουμένην ὅλην κατα- “λήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, “καὶ οὐκ ἔστιν ὃς διαφεύξεται με, ἢ ἀντείπῃ μοι. ἐσφάλλετο δὲ τῆς ἀληθείας καὶ διημάρτηκε τῆς ἐλπίδος ὁ σοβαρὸς καὶ θρασύς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος. Ἀντιτάξεται γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων

74
Κύριος, καὶ τοῦτο ἦν ἄρα τὸ δι’ ἑνὸς τῶν ἁγίων προφητῶν προκε- κηρυγμένον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὅτι “ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτόν· καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς·” μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῆ δόξη, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες τῷ Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτὸν.

Περὶ τῶν ε΄ ἄρτων καὶ τῶν β΄ ἰχθύων.

Προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, ἀπόλυσον τὸν ὄχλον.

Κυρίλλου Ἀλεθανδρείασ. Καὶ τί τὸ “ἀπόλυσόν” ἐστιν, έξετάσωμεν ἀκριβῶς. οἱ μὲν, ὡς ἔφην, τῶν ἑπομένων αὐτῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ “ἀπόλυσον αὐτοὺς” φασὶ, καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι.

Τοῦ αὐτοῦ. “Κατακλίνατε αὐτούς” ἵνα δὲ καὶ ἐπὶ μείζω εἰς ὕψος τὸ πρᾶγμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ. βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἔδρα δὲ καὶ τοῦτο δι’ ἡμᾶς οἰκονομεικῶς. ἔστω μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογία· ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ’ αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς. εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα· κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας χωρὶς γυναικῶν καὶ παίδων· τοῦτο γὰρ ἕτερός τις τῶν Εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσήνεγκε λόγοις· καὶ οὐ μέχρι τούτου τὸ παράδοξον,

75
ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα· καὶ τι τὸ ἐντεῦθεν; πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτησιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ισραὴλ· ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον Ἀγγέλων ἔφαγεν ἄνθρωπος κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· ἀλλ’ ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχωρήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἃν εἴη τῳ πρώτῳ σημείῳ.

Περὶ τῆς τοῦ κυρίου ἐπερωτήσεως.

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνήσαν αὐτῷ οἱ μαθηταὶ, καὶ ἐπερώτησεν αὐτους.

Τοῦ αὐτοῦ. Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; οὐκ εὐθὺς εἶπεν, ὑμεῖς τίνα με λέγετε εἶναι; ἀποφέρει δὲ μᾶλλον ἐπὶ τὸν τῶν ἔξωθεν θρύλλον, ἵν ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. εἰπόντων γὰρ τῶν μαθητῶν, οἱ μὲν Ἰωάννην τὸν βαπτιστὴν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη, εἶπεν αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” ὥσπερ ἐξαίρετον τὸ “ὑμεῖς τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν· ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ πη ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, τίνα μὲ εἶναι φατέ; προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τοὺς φιλοθέους ἐρεύγεται b. φωνὴν ἀκριβῆ δὲ τῆς εἰς αὐ- τὸν πίστεως τὴν ὁμολογίαν ἐκφέρει λέγων “τὸν Χριστὸν τοῦ Θεοῦ.” ἀσφαλὴς ὁ μαθητής, οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι τοῦ Θεοῦ, τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ ὡς [*](b Leg. vid. καὶ τὴν φιλόθεον ἐρ. φωνὴν, ἄκρ’.)

76
ἀπὸ τοῦ κεχρῖσθαι c παρὰ Θεοῦ κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι’ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ Χριστοῦ κλῆσιν ἐσχήκαμεν. οἰκοῦν πλεῖστοι μὲν οἱ χριστοί· κέκληνται δὲ οὕτως ἀπὸ τοῦ πράγματος. εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ’ ἑτέρου τινὸς, ἀλλ’ ὡς αὐτοῦ καὶ μόνον ἴδιον ἔχοντος Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστι τῆς ἑτέρων πληθύος ὑφεξαιρῶν αὐτὸν, προνενέμηκε τῷ Πατρὶ ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ἀπορρήτως, ὁ μονογενὴς αὐτοῦ “Λόγος γέγονε σὰρξ” κάτα τὸ γεγραμμένον·

Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τούτου ὁ υἱὸς ἀνθρώπου ἐπαισχυνθήσεται.

Κυρίλλου Ἀλεξανδρείασ. Πόλλα κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ’ ἃν γένοιτο τούτῳ τὸ ἰσοστατοῦν εἰς δύναμιν εὐθυμίας; εἰ γὰρ ἐπαισχύνεταί τινος ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ ἔργα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῆς καθ’ ἡμᾶς, ἀλλ’ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορων Ἀγγέλω. οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστμεστὸν d τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς· ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, c κεχρῆσθαι Cod. d Cod. ἐλεθυρμεστὸν.

77

Χριστοῦ λέγοντος, “δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κλη- “ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “κόσμου.

Περὶ τῆς μεταμορφώσεως.

Τοῦ αὐτοῦ. Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενειαις, κα τι τοιοῦτον πέρι αὐτοὺς ἐννενοηκότας εἰπεῖν, πὼς ἀρνήσεταί τις ἑαυτὸν, ἣ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει πάλιν αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας, ἣ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; “Ινα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκὼν, “λέγω δὲ ὑμῖν,” φησὶν, “εἰσι τινες τῶν αὐτοῦ ἑστηκότων, οἱ οὐ “ μὴ γεύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.” βασιλείαν δὲ Θεοῦ φησὶν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ἧ καὶ αὐτὸς ὀφθήσεται κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν ἐπιλάμψῃ τοῖς ἐπὶ τῆς γῆς. ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ’ ἡμᾶς. πῶς οὖν ἄρα θεωροὺς ἐποιεῖτο τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; ἄνεισιν ἐπὶ τὸ ὄρος, τρεῖς ἀπ’ αὐτῶν τοὺς ἀπολέκτους ἔχων, εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβλῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν· εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις “τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε “πληροῦν,” φησὶν, “ἐν Ἰερουσαλὴμ,” τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος τὸ ἐπί γε, φημὶ, τῷ τιμίῳ σταυρῷ. καὶ γὰρ ἐστὶν ἀληθὲς ὅτι καὶ ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῆς καθ’ ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωϋσέως καὶ Ἡλίου παράστασις

78
καὶ τὸ προλαβεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα καταδεικνύουσα δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην· προδειχθέντα δὲ παρ’ αὐτῶν δι’ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. ἀλλ’ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πὼς ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπλήρουν γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα· εἶτα διαγρηγοροῦντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖ γενέσθαι, φησὶ, τῷ Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωϋσῇ καὶ Ἠλίᾳ· ἀλλ’ οὐκ ᾔδει, φησὶν, ὃ λέγει, οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τοῦ χρόνου λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κυρίους δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος ὅπερ ἔφη.

Περὶ τοῦ σεληνιαζομένου.

Ἐγένετο δὲ ἐν τῆ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.

Τοῦ αὐτοῦ. Διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ’ αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι καταπλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ, ταύτης ἕνεκα τῆς αἰτίας κατενόησε δικαίως αὐτοῦ Χριστὸς λέγων, “ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς “καὶ ἀνέξομαι ὑμῶν.” ἄπιστον δὲ γενεὰν ἐκεῖνόν που πάντως καὶ

79
τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει, καὶ διεστραμμένον, καὶ κατ’ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμὰ τὸ ἱερὸν, “ ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ “ αὐτῶν.” Καὶ μετ’ ὀλίγα — Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατρὸς λυπούμενον ἀπελθεῖν, καὶ οὐ τετυχηκότα τῆς φιλοτιμίας· ἀλλ’ ἵνα μή τις οἴεται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατορθῶσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα τοῦ νοσεῖν ἀπηλλάττετο, καὶ ἀποδέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ· οὐ γὰρ ἢν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύ- πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν ἰδίου πατρὸς, Χριστοῦ δὲ τὸ δῶρον.

Περὶ τῶν διαλογιζομένων τις μείζων.

Κυρίλλου Ἀλεξανδρείασ. Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκε τινὰ τῶν ἁγίων Ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἃν εἴη μείζων αὐτῶν, φειλονεικοῦντος τουτέστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος· ἀλλ’ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν, ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾷ ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἄρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός ; ἐπελάβετο τὸ παιδίον καὶ ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ. ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα, καὶ αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ’ ἐκείνους. Παραβόσκεται γὰρ ἡ τοιάδε νόσος, ὡς ἐπίπαν πάντας ἀνθρώπους, εἴπερ ἃν ε-ι’εν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἆρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον ; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Ε-ι’τά φησιν, “ ὅτι ὃς ἂν δέξηται τὸ παιδίον “ τοῦτο ἐπὶ τῷ ὀνόματι μου,” καὶ τὰ ἑξῆς, τοῦτο ἔστιν, ὁ μικρότερος

80
ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὕτος ἔσται μέγας, τὸν μετριόφρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ αὐτοῦ λογιζόμενον δι’ εὐλάβειαν· γέγραπται γὰρ “ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ “ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”

Περὶ τοῦ μὴ ἐπιτρεπομένου ὀκολουθεῖυ.

Εἰπὼν δὲ ὁ Εὐαγγελιστὴς περὶ Ἰωάννου τοῦ ἀδελφοῦ Ἰακώβου, ὅτι πρὸς τὸν Κύριον εἶπεν “ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ “ὀνόματι σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύσαμεν αὐτὸν,” οὐχ ὡς φθονησάντων τῶν Ἀποστόλων τοῦτό φησιν, ἀλλ’ ὡς ἀξιούντων μαθεῖν. Εἰ δὲ ἑτέροις ἔξεστι τοῦτο δρᾷν, διὸ καὶ αὐτὸς διδάσκων αὐτοὺς ἀνταπεκρίθη, μὴ κωλύετε τὸν συντρίβοντα τὸν Σατανᾶν ἐν τῷ ὀνόματι μου, οὐ γάρ ἐστι καθ’ ὑμῶν, φησὶν, ὁ τοιοῦτος. ὅστις δὲ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστι τῶν ἀγαπώντων με, οἵτινες τὰ εἰς δόξαν μου πληροῦν θέλουσι, τῇ παρ’ ἐμοῦ χάριτι στεφανούμενοι.

Τί ἔστιν ὅπερ φησὶν, ὅτι “ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς “ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ;” ὅτι ἐνστάντος τοῦ καιροῦ κἀς ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομείναντα πάθος, ἀναβῆναι μὲν εἰς τὸν οὐρανὸν, συνεδρεῦσαι δὲ τῷ Θεῷ καὶ Πατρὶ, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα, οὐκέτι ὧδε κἀκεῖσε περιερχόμενος, οὐδὲ περιοδεύων κώμας καὶ πόλεις. τοῦτο γὰρ δηλοῖ τὸ “ἐστήριξε τὸ “πρόσωπον αὐτοῦ.” Ἐκπέμπει ἀπὸ προσώπου αὐτοῦ τοὺς μαθητὰς, οὐκ ἀγνοῶν ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν, προκαταγγέλλονες αὐτὸν ἐπὶ τῷ καταλῦσαι παρ’ αὐτοῖς, ἀλλ’ ἵνα κἀκείνοις πᾶσαν ἀφορμὴν προφάσεως ἐκκόψῃ, καὶ τοῖς μαθηταῖς ὠφελείας γένηται πρόξενος. Ἐπειδὴ γὰρ ἀνέβαινεν εἰς Ἱεροσόλυμα, τὸν τοῦ πάθους καιρὸν ἤδη ἔχων γείτονα, καὶ ἔμελλε τῆς Ιουδαίων ἀνέχεσθαι παροινίας, ἵνα μὴ σκανδαλισθῶσιν ὅτ’ ἃν παθόντα ἴδωσιν, ἀνεξίκακοι δὲ μᾶλλον καὶ αὐτοὶ γένωνται, κἂν ὑβρί- ζωσί τινες ἣ ἀποδιώκουσι, προγύμνασμα τοῦ πράγματος τὴν ἐκ τῶν Σαμαρειτῶν ὕβριν ἐποιήσατο, ὡσανεὶ λέγων αὐτοῖς· εἰ γὰρ καὶ οὐκ ἐδέξαντο ὑμᾶς, ὑμεῖς τοῖς ἐμοῖς τοῦ δεσπότου ἴχνεσιν

81
ἐξακολουθήσαντες, διακαρτερήσατε ἁγιοπρεπῶς, ὅθεν καὶ εἰπόντων ἐκ τῶν μαθητῶν, “Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ “οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;“ἐπετίμησεν αὐτοῖς, περιστέλλων θεοπρεπῶς τὴν ὀξυθυμίαν, καὶ πείθων ἀνεξικακεῖν, οὐ μόνον τότε, ἀλλὰ καὶ εἰς τὰ μετὰ ταῦτα, ἡνίκα τὴν ὑπ’ οὐρανὸν διερχόμενοι, ἔμελλον ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν, οὐκ ἀνεχομένων τοῦ θείου κηρύγματος. εἰδέναι γὰρ χρὴ, ὅτι ὡς μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ’ ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας, τοῦτο εἶπον n, τὸν Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους ἀυτῶν·

Περὶ τοῦ μὴ ἐπιτρεπομένου ἀκολουθεῖν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Ο δὲ εἰπὼν, “ἀκολουθήσω σοι, Κύριε,” πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοὺς ἐν τῷ οἴκῳ μου, ἀξιοζήλωτον μὲν ὑπόσχεσιν ἐνεδείξατο, κατὰ παντὸς ἐπαίνου μεστήν· τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ, διαδείκνυσιν ὅτι μεμέρισται πὼς τῇ διανοίᾳ· τὸ γὰρ ὅλως προσανακαινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις τοῖς μὴ ἀποδεξαμένοις, ἐσθ’ ὅτε τὸν ἐπὶ τούτω τῶ πράγματι σκοπεῖν, οὐ βεβηκότος ἐστὶ λογισμοῦ· διὸ καί φησι πρὸς αὐτὸν, “οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς “εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.” Ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐχ ὄψεται τοῖς ἀστάχυ- σιν κομῶσαν τὴν γῆν, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ τῷ Θεῷ, οὐκ ἀποτάσσεται δὲ τοῖς ἐν τῷ κόσμῳ πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, καὶ μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τοῖς ἐφ’ ἅπασι ο τοῖς ἐπαινουμένοις ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετος ἔσται εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει, διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν πρὸς τοὺς οἰκείους διάλεξιν· ἀλλ’ οὐ τοιούτους ὄντας εὑρήσεις τοὺς ἁγίους Ἀποστόλους. Ἄμα γὰρ ἤκουσαν τοῦ [*](n δεσπόεἰπὼν Cod. ο ἐφάπασι Cod.)

82
του Χριστοῦ λέγοντος πρὸς αὐτοὺς, “δεῦτε ὀπίσω μου,” εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. τοιούτους οὖν προσήκει τυγχάνειν τοὺς ἀκολουθεῖν ἐθελήσαντας τῷ Θεῷ.

Περὶ τῶν ἀναδειχθέντων ο΄.

Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑβδομηκοντα.

Τίτου Βοστρῶν. τούτου ὁ τύπος ἐν τοῖς Μωϋσέως ἐγράφετο λόγοις· Θεοῦ γὰρ προστάττοντος, ἑβδομήκοντα ἐπελέξατο, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ Πνεῦμα Θεοῦ· καὶ καθ’ ἕτερον δὲ τρόπον, τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα, διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν· γέγραπται γὰρ οὕτως ἐν τῇ ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· “ἦλ- “θον,” φησὶν, “εἰς Αἰλὰμ,” ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν, ἤγουν εἰς αὔξησιν, “καὶ ἦσαν ἐκεῖ,” φησὶν, “δώδεκα ὑδάτων πηγαὶ, “καὶ ἑβδομήκοντα στελέχη φοινίκων.” ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν, καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δυοκαίδεκα πηγὰς εὑρήσομεν, τουτέστι, τοὺς ἁγίους Ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρυόμενοι γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ Σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ.

Κυρίλλου Ἀλεξανδρείασ. Καὶ ἐπειδὴ πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθὺς, ἐσαγηνεύετο γὰρ οὐ μόνον ὁ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι· διὰ τοῦτο ἀνεδείχθησαν παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι ἑβδομήκοντα. Τὰ ἀκόλουθα τούτων οἷον “ὁ μὲν “θερισμὸς πολὺς,” καὶ τὰ ἑξῆς. καὶ “μὴ μεταβαίνετε ἐξ οἰκίας “εἰς οἰκίαν,” ὅπερ ῥεμβασμὸν δηλοῖ, καὶ μισθὸν αἰτούντων καὶ διαβολῆς ἐστι τεκμήριον. Προεγράφετο εἰς τὸ κατὰ Ματθαῖον. Ἔτι δὲ καὶ τὰ τούτων ἀκόλουθα ἕως ὧδε· “ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν “ἀποστείλαντά με.”

83

Ἔλεγεν οὖν πρὸς αὐτοὺς, ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Τίτου Βοστρῶν. Ὠσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστὰς, οὕτως ἡ σύμπασα γῆ, ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς, πολλή τις οὖσα καὶ ἀναρίθμητος, οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς, “ἑτοιμάσατε ὁδὸν “Κυρίου.” πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γὰρ τὸ “δεήθητε τοῦ Κυρίου “τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,” τοῦτο πέπραχεν αὐτὸς καίτοι τοῦ θερισμοῦ Κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς· τίς ἂν εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεόν; “αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” καθὰ γέγραπται· εἶτα πῶς μόνως πρέποντος τῷ ἐπὶ πάντων Θεῷ τοῦ ἐκβαλεῖν τοὺς ἐργάτας τούτους ἀνέδειξεν ὁ Χριστός· αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης, καὶ δι’ αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ. ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ, καὶ οὐδέν ἐστιν ὣν ἂν ἔχειν ὁ Πατὴρ λέγοιτο, ἃ μή ἐστι καὶ τοῦ Τὶοῦ Τοῦ αὐτοῦ. Προλέγει δὲ αὐτοῖς καὶ τὸν διωγμὸν, ἵνα ἐνέγκωσι τῇ πείρᾳ τὰς συνθήκας, μὴ βαστάζετε βαλάντιον, μὴ βαρεῖτε ἀργυρίῳ τὸν ὦμον· ἀρκεῖ γὰρ ὑμῖν βεβαρῆσθαι τῇ φροντίδι τοῦ λόγου τὴν διάνοιαν· μὴ ἐν τῷ βαλαντίῳ τὴν ἐλπίδα τοῦ ἄρτου ἔχετε, ἀλλ’ ἐν τῷ πέμψαντι τίθεσθε τὴν φροντίδα· μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε, μὴ τοῦτο ἐμπόδιον τοῦ κηρύγματος γένηται ὁμιλίας ἐν μέσῳ παραπιπτούσης καὶ βραδυτῆτος προφάσει, μηδεμία τις διαβολικὴ κακουργία ὑμᾶς ἀποσπάσῃ· οὐ γὰρ κατ’ ἀποκλήρωσιν δώσετε τὴν προσηγορίαν, ἀλλ’ ὑμεῖς μὲν τὸν λόγον δώσετε, ὅπου δὲ ᾖ ἄξιον ἐπαναπαύσεται τὸ πρᾶγμα. Εἰ δὲ μὴ, ἐφ’ ὑμᾶς ἀνακάμψει· οὐ γὰρ ἁπλῶς ῥίπτεται, ἀλλὰ κρίσει τῇ ἐμῇ βάλλεται.

Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. τοῦτο γὰρ ῥεμβομένων καὶ μισθὸν αἰτούντων, καὶ ἀστασίας ἔργον, καὶ διαβολῆς τεκμήριον· βεβηκότες δὲ γίνεσθε καὶ ἀμετακινητοι τον νοῦν.

84

Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν.

Ωριγένουε. Τῶν γὰρ ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἃν εἰς ὑμᾶς ἐπανέλθῃ. παρατήρει ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς Ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας ἀνάλογον· τὸ “πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα εἰς τὴν “ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς.” 2 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῆ ἡμέρᾳ ἐκείνῃ ἀνεκτό- τερον ἔσται.

Τίτου βοστρῶν. Ἐπειδὴ εἰς Σοδόμα οὐκ ἀπεστάλησαν Ἀπόστολοι, ἐὰν τοίνυν μὴ δέξωνται ὑμᾶς τοὺς Ἀποστόλους, χείρους ἔσονται οὗτοι ἐκείνων.

Οὐαί σοι Χοραζὶν, οὐαί σοι Βηθσαΐδα, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, καὶ τ. ἑ.

Οὗτοι οἱ τόποι Ἰουδαικοὶ ἐτύγχανον, Τύρος δὲ καὶ Σιδῶν Ἑλληνικοί. Σημαίνει τοίνυν ὁ Κύριος, ὅτι εἰ ἐν τοῖς ἔθνεσιν ἐγένοντο αἱ δυνάμεις, ῥᾷον ἃν ἐπίστευον ἤπερ ὑμεῖς· ἐλέγχει τοίνυν τὰς Ἰουδαικὰς πόλεις, καὶ ἀντιπαρατίθησι τῶν Ἑλληνικῶν πόλεων τὰς χείρους. καὶ γὰρ οὕτως ἔχει, τὰ ἔθνη ῥᾳδίως ἐπίστευσαν· Ιουδαῖοι δὲ ἔμειναν ἄπιστοι, καίπερ πολλὴν ἐσχηκότες τοῦ λόγου τὴν ἐπιμέλειαν. Μῆ λυπεῖσθε ὅταν ἀπειθῶσιν ὑμῖν, μηδὲ λέγετε τί ὑπάγομεν ὑβρισθῆναι; οὐδεὶς ἡμῶν ἀνέχεται· ὁ ἀκούων ὑμῖν ἐμοῦ ἀκούει, οὔτε ἂν πιστεύσῃ τις, ὑμεῖς ἐστε δυσωποῦντες, οὔτε ἐὰν ἀντιλέγωσιν, ὑμεῖς ἐστε οἱ ἐνεδρεύοντες, χρήσατέ μοι τὴν γλῶτταν, ἐγὼ παρέχω τὴν χάριν, ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· εἰς ἐμὲ γὰρ ἀνατρέχει ἡ ὑμετέρα ὕβρις.

Προείρηται ὅτι ἀπέστειλε τοὺς ἑβδομήκοντα· διὸ νῦν λέγει ὅτι ὑπέστρεψαν μετὰ χαρᾶς, ὡς ἐπακολουθησάσης τῷ λόγῳ τῆς θεοσεβείας· ἔλεγον γὰρ, “Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται “ἡμῖν ἐν τῷ ὀνόματι σου.” οὐχ οὕτω δὲ χαίροντες ὅτι μᾶλλον γεγόνασι τοῦ θείου κηρύγματος διάκονοι, τοῦτο τοῦτο καὶ ὅτι ἠξίωνται γερῶν Ἀποστολικῶν, ἀλλ’ ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. Ὅπερ δὲ, φησὶν ὁ Χριστὸς πρὸς αὐτοὺς, “ὅτι ἐθεώρουν

85
“τὸν Σατανᾶν, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ,” τοῦτο δηλοῖ, ὅτι εἰ ὁ ἄρχων αὐτῶν κατέπεσεν, οἱ δοῦλοι τί προσδοκῶσι δύνασθαι δρᾶσαι· λέγει δὲ ἑωρακέναι, ἐπειδὴ ἄλλος οὐ δύναται ἰδεῖν ἣ ὁ κριτὴς ὁ ἀόρατος· ὡς ἀστραπὴν δὲ εἶπεν, ὅτι λαμπρὸς ἦν τὴν φύσιν, εἰ καὶ σκοτοειδὴς γέγονε τὴν προαίρεσιν· ὃ γὰρ ἐποίησεν ὁ Θεὸς, τοῦτο καλόν. Διὸ μὴ θαυμάζετε, φησὶ, μηδὲ μέγα φρονεῖτε· ἐγὼ γὰρ δέδωκα ὑμῖν τὴν ἐξουσίαν.

Εστι δὲ καὶ οὕτω λαβεῖν περὶ τούτου κατὰ τὸν ἅγιον Κύριλλον, ὅτι ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ εἶδε πεσόντα τὸν διάβολον, τουτέστιν, ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. Πρὸ μὲν γὰρ τῆς τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεκράτησε τῆς ὑπ’ οὐρανόν· προσεκυνήθη σχεδὸν παρὰ πάντων· ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι. ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπὴ, ὁ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους, ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτὸν·

Καὶ ὄφεις δὲ καὶ σκορπίους αὐτὸ τοῦτο δηλοῖ ὡς περὶ αὐτοῦ τε τοῦ διαβόλου εἰρημένον καὶ τῶν δαιμόνων αὐτοῦ, οἵτινες σὺν αὐτῷ καταπατοῦνται ὑπὸ τῶν δούλων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὴν τοιαύτην ἐξουσίαν λαμβάνοντες ὑπ’ αὐτοῦ.

Τὸ δὲ, “μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται,” τοῦτο σημαίνει, ἵνα μὴ κενοδοξίαν ἐκ τούτου κτήσονται. Καὶ γὰρ ἄλλοι εἰσὶ, φησὶν, οἱ ἐκ τούτου εὐεργετούμενοι, οἱ τῆς ἰάσεως δηλονότι καταξιούμενοι· ἀλλὰ μᾶλλον ἐν τούτῳ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς, οὐ διὰ μέλανος, ἀλλὰ διὰ μνήμης καὶ χάριτος καὶ δόξης Θεοῦ. καὶ ὁ μὲν διάβολος ἄνωθεν καταπίπτει, οἱ δὲ ἄνθρωποι κάτω ὄντες ἄνω γράφονται. αὕτη τοίνυν ἐστὶν ἡ ἀληθινὴ χαρὰ, τὸ ἄνω γράφεσθαι. γράφεται δὲ ἕκαστος ὅσον ἐὰν κάμῃ τῷ τε ἀξιώματι, καὶ τῇ τῆς ἐνεργείας χάριτι.

Τὰ ἀκόλουθα τούτῳ οἷον, “αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ “πνεύματι ὁ Ἰησοῦς.“ Καὶ “μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.” καὶ περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ, ἕως

86
“καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Ὠριγένουσ. Οὐ μακρὰν τὸ “ πάντα μοι παρεδόθη ὑπὸ τοῦ “ Πατρός μου” ἐστὶ, καὶ τὸ “ ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἔπι γῆς. καὶ δία τοῦτο αὐτῷ δίδοται πάσα ἐξουσία, ινα εἰρηνοποιήσῃ διὰ τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. οὐδέπω μὲν οὖν τὰ πάντα εἰρηνοποίησεν, ὡς δῆλον ἔστι ἐκ τοῦ τὸν ἀπὸ τῆς κακίας ὑπάρχειν πόλεμον· ἔσται δὲ πάντως ἡ τελεία εἰρήνη. δικαιότατα δὲ πάντα παραδέδωκεν αὐτῷ ὁ Πατήρ· ἐπεὶ καὶ αὐτὸς ὁ Υἱὸς παρεδόθη ὑπὲρ πάντων, ὅς ἐστι Πατὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, καὶ “ἱλασμός “ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,” οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. παρεδόθη δὲ καθὸ γέγονεν ἄνθρω- πος, “ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ “ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται “ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.”

Τίτου Βοστρῶν. Ἀποκάλυψίς ἐστι μετάδοσις γνώσεως πρὸς τὸ μέτρον τῆς ἑκάστου φύσεως τε καὶ δυνάμεως, καὶ ὅπου μὲν ὁμοία φύσις, ἐκεῖ γνῶσις ἄνευ διδασκαλίας· ἐνταῦθα δὲ ἐξ ἀπο- καλύψεως μάθησις. ἐπιτήρει τοίνυν, πῶς ἐνταῦθα μὲν ἐκ χάριτος, ἐκεῖ δὲ ἐκ φύσεως.

Περὶ τοῦ ἐπερωτήσαντος νομικοῦ.

Καὶ ἰδοὺ νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν.

Επαινεθεὶς ὑπὸ τοῦ Σωτῆρος ὁ νομικὸς, τὴν ἀλαζονείαν ἐξέρρηξεν, οὐδένα εἶναι πλησίον αὐτοῦ τιθέμενος, ὡς οὐδενὸς ὄντος αὐτοῦ κατὰ τὴν δικαιοσύνην ἐφαμίλλου. τοῦτο γὰρ ἐδείκνυτο ὁ Εὐαγγελιστὴς εἰπὼν, “ὁ δὲ θέλων δικαιῶσαι αὐτὸν πρὸς τὸν Ἰησοῦν “εἶπε, τίς ἐστί μου πλησίον;” ὁ νομικὸς πλησίον μόνον εἶναι τὸν δίκαιον τῷ δικαίῳ, τὸν ὑψηλὸν τῷ ὑψηλῷ, κατ’ ἀρετὴν, φημί. οὐ γὰρ τῇ οὐσίᾳ μιᾷ οὔσῃ τὸ ὑψηλὸν ἔκρινεν, ἀλλ’ ἢ τοῖς ἀξιώμασιν, ἢ ταῖς πράξεσι· διὸ θέλων αὐτὸν δικαιῶσαι, τουτέστι δίκαιον ἀποδεῖξαι, ὡς ὑψηλὸς εἴη κατὰ τὴν ἀρετὴν,

87
ἢ μέγας κατὰ τὸ διδάσκαλον εἶναι, φησὶ θυοτ;καὶ τίς ἐστί μου "πλησίον;" δεῖξόν μοι τὸν οὕτω μέγαν· ὁ δὲ Σωτὴρ ἅτε δὴ ποιητὴς, μικρὸν γὰρ καὶ μέγαν αὐτὸς ἐποίησεν, οὐ ταῖς πράξεσιν οὐδὲ τοῖς ἀξιώμασιν, ἀλλὰ τῇ φύσει ὡρίσατο τὸν πλησίον, μονονουχὶ λέγων, οὔπω σοι τέως λέγει ὅτι οὐδὲν τῶν ἄλλων διενήνοχεν, ἵνα μὴ οἱ ὄντως φιλάρετοι νομίσωσι μὴ χρεωστεῖν τοῖς πέλας τὴν ἀγάπην, δόγμα τὸν σὸν ἔλεγχον νομίσαντες εἶναι, ἀλλὰ καὶ εἰ οὕτως ἔχει· δεδόσθω γὰρ σπουδὰς τοῦ δεομένου γενέσθαι πλησίον, οὐ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ τῇ διαθέσει, καὶ τῇ εἰς αὐτὸν ἐπιμελείᾳ· διὰ γὰρ τοῦτο καὶ τὸν Σαμαρείτην σοι ἐχαρακτήρισα· τὸ γὰρ πλησίον τῇ φύσει κρίνεται οὐ τῇ ἀρετῇ, οὐ τῇ οὐσίᾳ, οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ συμπαθείᾳ καὶ τῷ τρόπῳ τῆς θεραπείας· ἐκεῖνον οὖν ἡγοῦ μάλιστα πλησίον εἶναι τὸν δεόμενον, καὶ αὐτεπάγγελτος ἐπὶ τὴν βοήθειαν βάδιζε.

Περὶ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς.

"Ἄνθρωπός τις κατέβαινε ἀπὸ Ἱερουσαλὴμ," τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου αἰνιττόμενος τοῦτό φησιν, ἥτις διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως ἀπὸ τῆς ὑψηλῆς καὶ ἀστασιάστου καὶ θείας τοῦ παραδείσου διατριβῆς, Ἱερουσαλὴμ εὐκαίρως ὀνομασθείσης, ὅπερ εἰρήνην σημαίνει Θεοῦ, πρὸς τὴν Ἱεριχὼ τὴν κοίλην καὶ χθαμαλὴν, καὶ τῷ καύματι πνιγηρὰν κατωλίσθησε. δηλοῖ δὲ τὴν ἐμπαθῆ τοῦδε τοῦ κόσμου ζωὴν χωρίζουσαν Θεοῦ· λῃστὰς δὲ λέγει τὸ τῶν ἀγρίων δαιμόνων σύστημα, οἵτινες τῶν τῆς ἀρετῆς ἱματίων, ἀνδρίαν φημὶ, καὶ σωφροσύνην καὶ τὰ ὅμοια, ἐκδύσαντες αὐτὸν, τὰ τῆς ἁμαρτίας τραύματα καταλιπόντες ἐν αὐτῷ, ἀπῆλθον θέντες ἡμιθανῆ· καὶ γὰρ οὐκ ἔστι τούτοις ὅλως εὐχέρεια τοῦ πλήττειν, εἰ μὴ προλαβόντες συλήσωσι τὰ τῶν ἀρετῶν περιβόλαια, ὅθεν μετὰ τοῦτο πλήττουσιν ἀφειδῶς καὶ μέχρι θανάτου. οὐ γὰρ τὴν ἀρετὴν ἐκδύσαι σπουδάζωσι μόνον, ἀλλὰ καὶ τῆς ἡμετέρας ἐρῶσιν ἀπωλείας. Ἐπειδὴ δὲ τῆς Λευϊτικῆς ἱερωσύνης

88
ὀνόματός ἐστιν εἰσηγητὴς, διὰ τοῦ ἱερέως καὶ τοῦ Λευΐτου τὴν ἀνωφελῆ τοῦ νόμου σημαίνει πάροδον· οὐδὲ γὰρ τὰς πληγὰς τοῦ παραπεπτωκότος εἰς τοὺς λῃστὰς ἐθεράπευσεν· “ἀδύνατον γὰρ “αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας,” καὶ ἐπεῖδε μὲν, ἠτόνησε δὲ, καὶ πρὸς τελείαν θεραπείαν οὐκ ἤρκεσεν, οὔτε κείμενον ἀνέστησε· τὸ γὰρ “ἀντιπαρῆλθε” δηλοῖ ὅτι οὐ παρώδευσε καταλείψας ἀθέατον, ἀλλ’ ἔστη καὶ ἐθεάσατο, καὶ θεραπεῦσαι διενοήθη καὶ ἐφήψατο· πρὸς δὲ τὴν θεραπείαν ἀδυνατήσας, τῇ τῶν πληγῶν ἤτοι τῶν παθῶν ἐπικρατείᾳ νικηθεὶς, εἰς τοὐπίσω πάλιν ἀπέδραμε· τοῦτο γὰρ τὸ “ἀντιπαρῆλθεν” ἐνδείκνυται.

Ἀλλ’ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος, ἐν ᾗ παντὸς ἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος, καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστὰς, τῶν τραυμάτων ἐθεράπευσε. καὶ γὰρ ὥδευσεν ἀληθῶς, οὐ παρώδευσεν· αὐτὸ τοῦτο πρόφασιν ὁδοῦ ποιησάμενος τὸ ἡμᾶς ἐπισκέψασθαι, δι’ οὓς καὶ κατῆλθεν ἐπὶ τῆς γῆς, δι’ οὓς καὶ κατέλυσεν· οὐ γὰρ ὤφθη μόνον, ἀλλὰ καὶ συνανεστράφη τοῖς ἀνθρώποις, κατὰ ἀλήθειαν χωρὶς τροπῆς καὶ φαντασίας γενόμενος ἄνθρωπος· τοῦτο γὰρ ἴδιον ἰατρῶν γυησίων καὶ φιλοστόργων τὸ συναναστρέφεσθαι τοῖς ἀρρωστοῦσι, καὶ μὴ ἀφίστασθαι πρὶν ἃν ὑγιαίνωσιν. ὅθεν καὶ οἶνον τοῖς ἕλκεσιν ἐπαντλῶν τὸν διδασκαλικὸν λόγον καὶ ἐπιστύφοντα, ἐλαίῳ τοῦτον ἐκέρασεν· οὐ γὰρ οἷόν τε ἦν ἄκρατον αὐτὸν ἐνεγκεῖν· οὐ γὰρ ὑπέμεινε τὴν ὑπερβάλλουσαν στῦψιν τὸ τῶν τραυμάτων χαλεπὸν καὶ ἀνίατον· ὅθεν διὰ τοῦτο ἁμαρτωλοῖς καὶ τελώναις συνανεκλίνετο. ἐπὶ τὸ ἴδιον δὲ ὑποζύγιον ἀνεβίβασεν· ἐν ἑαυτῷ γὰρ ἡμᾶς φέρει, ὅτι ἐσμὲν μέλη τοῦ σώματος αὐτοῦ· εἰς πανδοχεῖον δὲ ἀπήγαγε, τουτέστιν εἰς τὴν Ἐκκλησίαν τὴν πάντων γενομένην δεκτικὴν καὶ χωρητικήν· οὐκέτι γὰρ κατὰ τὸ στενὸν τῆς νομικῆς σκιᾶς καὶ τῆς ἐν τύποις λατρείας ἀκούσομεν, οὐκ εἰσελεύσεται Ἀμμωνίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, ἀλλὰ τοῦτο ἀκούσομεν, “πορευ- “θέντες μαθητεύσατε πάντα τὰ ἔθνη” καὶ τὰ ἑξῆς, καὶ ὅτι “ἐν παντὶ “ἔθνει ὁ Φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ “ἐστι.” Πῶς δὲ ἀπαγαγὼν μειζόνως ἐπιμελείας ἠξίωσεν; ἐπειδὴ

89
τῆς Ἐκκλησίας συλλεγείσης ἐκ τῶν τῇ πολυθεΐᾳ νενεκρωμένων ἐθνῶν, αὐτὸς ἢν ὁ Χριστὸς ἐν αὐτῇ, κατὰ τὸ γεγραμμένον, οἰκῶν καὶ περιπατῶν καὶ πᾶσαν πνευματικὴν δωρούμενος χάριν.

Ἐπέχουσι δὲ τοῦ πανδόχου τύπον οἱ Ἀπόστολοι καὶ οἱ μετ’ αὐτοὺς ποιμένες καὶ διδάσκαλοι, οἷς εἰς οὐρανοὺς ἀνιὼν ἔδωκεν ὁ δεσπότης Χριστὸς δύο δηνάρια, προνοεῖν ἐπιμελῶς τοῦ ἠῤῥωστηκότος ἐγκελευσάμενος, καὶ προσθεὶς “ὡς ἐάν τι προσδαπανήσῃς, “ἐγὼ ἐν τῷ ἐπανέρχεσθαι με ἀποδώσω σοι·” δύο δὲ δηνάρια τὰς δύο διαθήκας φησὶ, παλαιὰν καὶ καινὴν, ἀμφοτέρας οὔσας τοῦ Θεοῦ, καὶ μίαν εἰκόνα τοῦ ἄνω καὶ ἑνὸς βασιλέως φερούσας, ὡς τὰ δηνάρια, καὶ τὸν αὐτὸν βασιλικὸν χαρακτῆρα ταῖς καρδίαις ἡμῶν διὰ τῶν ἱερῶν λογίων ἐνσφραγιζομένας καὶ ἐντυπουμένας. ἃ δὴ λαβόντες οἱ τῶν ἁγιωτάτων ἐκκλησιῶν ποιμένες, καὶ μετὰ πόνων καὶ ἱδρώτων ταῖς διδασκαλίαις πλατύναντες, καὶ οἴκοθεν προσδαπανήσαντες· τοιοῦτον γὰρ ὑπάρχει τὸ νοητὸν ἀργύριον, ἐπανερχομένῳ τῷ δεσπότῃ κατὰ τὴν τελευταίαν ἡμέραν ἐροῦσιν ἕκαστος, Κύριε, δύο δηνάριαδ έδωκάς μοι· ἰδοὺ προσδαπανήσας οἴκοθεν, ἄλλα δύο ἐκέρδησα· καὶ γὰρ τὸ ποίμνιον ηὔξησα. οἷς ἀποκριθεὶς ἐρεῖ “εὐ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, καὶ τὰ ἑξῆς.

Εἶτα ἐρωτήσαντος τοῦ δεσπότου Χριστοῦ τὸν νομικὸν, “τίνα “τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος “εἰς τοὺς λῃστάς;” κἀκείνου ἀποκριθέντος, ὅτι “ὁ ποιήσας τὸ “ἔλεος μετ’ αὐτοῦ,” ἀποκριθεὶς εἶπε, “πορεύου καὶ σὺ καὶ ποίει “ὁμοίως,” ὡσανεὶ ἔλεγεν αὐτῷ· ἀνόνητον γὰρ τῆς ἱερωσύνης ἀξίωμα τοῖς λαχοῦσιν αὐτὸ, καὶ τοῖς δοκοῦσιν εἶναι νομομαθέσι, τὸ ὠνομᾶσθαι νομομαθεῖς, εἰ μὴ δι’ αὐτῶν εὐδοκιμοῦσι τῶν ἔργων· ἰδοὺ γὰρ παραπέπλεκται τῆς ἀγάπης ὁ στέφανος τῷ τὸν πλησίον.

Περὶ Μάρθας καὶ Μυρίας.

Μέγα μὲν τὸ τῆς φιλοξενίας κατόρθωμα, ὅπερ ἡ Μάρθα ἔχουσα τὸν Κύριον ὑπεδέξατο, ὑψηλότερον ὅπερ ἡ Μαρία πεποίηκε, καθὼς ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰασοῦς ὁ Χριστὸς ἐμαρτύρησε. παρακαθέζουσα γὰρ πρὸς τοὺς πόδας αὐτοῦ, καὶ τῶν λόγων αὐτοῦ ἀκούουσα

90
ἀπεδέχθη μειζόνως ὑπὲρ τὴν Μάρθαν. πρὸς ἐκείνην μὲν γάρ φησι, “Μάρθα, Μάρθα, μεριμνᾷς,” καὶ τὰ ἑξῆς. Οὐδὲ γὰρ διὰ τοῦτο πάρεσμεν, ἵνα περὶ τοῖς βρώμασι τὴν κοιλίαν θρέψωμεν· καὶ δι’ ὀλίγων γὰρ ἡ χρεία γίνεται· περὶ δὲ ταύτης ἔΦη, “Μαρία γὰρ “τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ “αὐτῆς.” τίς δὲ ἦν ἡ μερίς; ἀκοὴ λόγων ἀληθείας, καὶ θεωρίας μυστηρίων, καὶ τὴν μὲν οὐκ ἀπέστρεψεν, ἀφ’ ὧν ἐποίει, τὴν δὲ προσεδέξατο, ἐφ’ οἷς προσεῖχε. σκοπήσας μὲν τοίνυν τὰς δύο μερίδας διὰ τῶν δύο γυναικῶν, εἰσάγομεν, τὴν μὲν σωματικωτέραν διακονίαν ἐλάττω· χρησιμωτάτη γὰρ καὶ αὕτη· τὴν δὲ ἀναβεβηκυῖαν καὶ πνευματικωτέραν· καὶ ἕκαστος ἡμῶν ὃ θέλει ἐκλέξεται. ὁ βουλόμενος διακονεῖν τοῖς πτωχοῖς καὶ θεραπεύειν νοσοῦντας, διὰ Μάρθας τὸν κανόνα τοῦτον λαβεῖν· ὃ γὰρ ἂν ποιήσῃ τις εἰς δοῦλον Χριστοῦ, εἰς Χριστὸν ἀνατρέχει τὸ γινόμενον· ὁ δὲ θέλων τὴν Μαρίαν ζηλῶσαι τὴν καταλελοιπυῖαν τοῦ σώματος τὴν διακονίαν, ἀναβᾶσαν δὲ εἰς τὴν θεωρίαν τῶν πνευματικῶν μαθημάτων, γνησίως μετελθέτω τὸ πρᾶγμα. ὀνίνησι δὲ καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος διὰ τούτων οὐ μετρίως, ἵν εἰδεῖεν ὅπως τε καὶ τίνα τρόπον ταῖς τῶν δεχομένων αὐτοὺς οἰκίαις ἐνδιαιτᾶσθαι χρὴ, ἡνίκα τὴν ὑπ’ οὐρανὸν περιέρχονται, τὸ θεῖον κήρυγμα καταγγέλλοντες.

Περὶ προσευχῆς καὶ περὶ τοῦ “πατὲρ ἡμῶν” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ προσευχῆς.

Λέγει δὲ τὸ “τὶς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς “αὐτὸν μεσονυκτίου” καὶ τὰ ἑξῆς, ὡς ἐν τρόπῳ παραβολῆς, ἵνα μὴ ἁψικόρως τὴν προσευχὴν ποιώμεθα, ἢ καὶ ὡς μὴ ἀκουσθέντες ἐκ πρώτης εὐχῆς καὶ δευτέρας, ἀνακόπτωμεν τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν· ἀσυνέτως τοῦτο καθ’ ἑαυτοὺς λογιζόμενοι, ὅτι προσῆλθον πολλάκις, ἐδάκρυσα, ἐδεήθην καὶ οὐ προσεδέχθην· οὐ γὰρ ἐκβέβηκέ τι πρὸς πέρας τῶν αἰτηθέντων παρ’ ἐμοῦ. χρὴ δὲ μᾶλλον ἐκεῖνο λογίζεσθαι ἡμᾶς, ὅτι οἶδε τὰ καθ’ ἡμᾶς ὁ τῶν ὅλων δεσπότης· καὶ πάντες ἐπέκεινα τῶν ἡμετέρων

91
μέτρων αἰτοῦμεν. ταῦτα οὖν καὶ τὰ τούτοις ὅμοια ἐνθυμούμενοι, ἐμμένωμεν προσκαρτεροῦντες τῇ προσευχῇ· καὶ γὰρ τὰ ἀνιδρωτὶ πορισθέντα καὶ ἐξ ἑτοίμου ληφθέντα καταφρονεῖσθαι φίλει. εἰπὼν γὰρ “ζητεῖτε,” τὸ πονεῖν ἐπιτάττει, πόνῳ γὰρ ἀεί πὼς εὑρίσκεται τὸ ζητούμενον. ὁ κρούων τῇ χειρὶ προσαράττει τὴν θύραν, ἵνα τὴν τῶν κρουσμάτων ὄχλησιν οὐκ ἐνεγκὼν τῆς ἑστίας δεσπότης, ἀνοίξῃ καὶ οὐχ ἑκών· μάθωμεν τοίνυν ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων τοῦ χρησίμου τὴν θήραν, καὶ κρούσωμεν καὶ ὀχλήσωμεν ζητοῦντες, καὶ ἐπιτύχωμεν·

Τὸ δὲ “πορεύσεται μεσονυκτίως” περὶ τῶν εἰς τὰ ἔσχατα τοῦ βίου πρὸς συναίσθησιν ἐρχομένων τῶν οἰκείων ἁμαρτημάτων καὶ τῇ πίστει προστρέχουσι, τοῦτό φησιν ὁ φιλάνθρωπος· ὁ δὲ φίλος ὁ τῆς οἰκίας κύριος, ὁ Θεὸς ἡμῶν καὶ Σωτῆρ’ Ἰησοῦς, ὁ πάντας φιλῶν, καὶ τοὺς μή πὼς πεπιστευκότας αὐτῷ, καὶ διψῶν τὴν σωτηρίαν αὐτῶν· τρεῖς δὲ ἄρτους ὠνόμασε, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ Ἅγιον Πνεῦμα, πίστιν αἰνιττόμενος, ἥ τις ἐστὶν ὁμολογία τῆς παναγίου καὶ ὁμοουσίου, καὶ ζωοποιοῦ Τριάδος. ὁ δὲ φίλος ὁ παραγενόμενος ἐξ ὁδοῦ καὶ ἐπιξενωθεὶς αὐτῷ, νοηθείη ἃν εἰκότως ὁ Ἄγγελος, ἤγουν οἱ Ἄγγελοι οἱ παραγενόμενοι πρὸς τὴν ἐσχάτην τοῦ βίου ὥραν παραλαβεῖν ἡμᾶς· φιλοῦσι γὰρ ἡμᾶς καὶ αὐτοὶ, τὴν ἡμετέραν σωτηρίαν εὐφροσύνην ποιούμενοι, ὡς ὁ Κύριος Φησιν, “ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ τὰ ἑξῆς. τὰ δὲ παιδία τὰ ἐπὶ τῆς κλίνης ἀναπαυόμενα τοὺς τραφέντας ὡς τὰ παιδία καὶ παραπεπιστευκότας ἐν ἁπλῇ καρδίᾳ τῷ Εὐαγγελίῳ παρίστησι, καὶ ἠξιωμένους τῷ Κυρίῳ συναναπαύεσθαι, ὡς καὶ περὶ τούτου αὐτὸς ὁ Σωτῆρ’ λέγει, “ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι “καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ” καὶ τὰ ἑξῆς. “Ἀναίδειαν” ἐνταῦθα λέγει τὴν μεθ’ ἐπιμονῆς ἐπιτεταμένην προσευχήν.

Τὁ δὲ, τίς ἐξ ὑμῶν τὸν πατέρα, ἐὰν αἰτήσῃ ἄρτον, καὶ τὰ ἑξῆς, καὶ περὶ τοῦ ἔχοντος δαιμόνιον κωφὸν, καὶ περὶ τῶν λεγόντων ὅτι ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια, καὶ “ὅταν τὸ ἀκάθαρτον “πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου,” καὶ τὰ ἑξῆς, ἕως “καὶ ἔσονται ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

92