Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

89, 8. Quod in Caten. Nostr. Origeni assignatur, Chry- sostomo verius tribuit Cod. B.

89, 21. τ. σκληρὰν om. Cod. B.

89, 27. εἰς μέσον ὅτι τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν ἐπειδὴ κ. τ. λ.

Ib. χωρὶς δὲ τοῦ ἀξιώματος αὐτὸν, ἤγουν τῆς βασιλείας, καλεῖ. ἐπειδὴ ἐξ αὐτοῦ τὸ γένος κατῆγεν, ἵνα μὴ δόξῃ ὑψηλὰ φρονεῖν. εἰ δὲ καὶ μὴ σάββατον ἔλυσεν ὁ Δαβὶδ, ἀλλὰ μεῖζον ἦν ὅπερ ἐποίησεν. οὐ γὰρ ἦν ἴσον παραβῆναι ἡμέραν, καὶ τῆς ἱερᾶς ἐκείνης ἅψασθαι τραπέζης, ἧς μηδενὶ θέμις ἦν εἰ μὴ ἱερεῦσιν. τὸ μὲν γὰρ σάββατον καὶ ἐλύθη πολλάκις, μᾶλλον δὲ καὶ ἀεὶ ἐλύετο, καὶ ἐν τῇ περιτομῇ, καὶ ἐν ἑτέροις πλείοσιν ἔργοις. καὶ ἐν τῇ Ἱεριχῶ δὲ τὸ αὐτὸ γενόμενον ἴδοι τις ἄν· ὅπερ δὲ ὁ Δαβὶδ ἐποίησεν, τότε μόνον ἐγένετο. ἀλλ’ ἐπειδὴ ἀνάγκη ἦν, διὰ τοῦτο συγγνώμης ἐγένετο ἄξιος, αὐτός τε καὶ οἱ σὺν αὐτῷ.

Εἰ δὲ λέγοι τις οὐκ ἔστιν ἀπηλλάχθαι ἐγκλήματος, τὸ καὶ ἕτερον τὸ αὐτὸ ἁμαρτάνοντα εἰς μέσον ἐνεγκεῖν, δῆλον τοῦτο. ὅμως χρὴ γινώσκειν ὅτι ὅταν μὴ ἐγκαλῆται ὁ πεποιηκὼς, νόμος γίνεται ἡ ἀπολογία τοῦ τολμήματος. δείκνυσιν δὲ ὅτι οὐδὲ ἁμάρτημά ἐστιν τὸ γεγενημένον. εἰ γὰρ οἱ ἱερεῖς, φησιν, ἐν τῷ ἱερῷ βεβηλοῦσιν τὸ σάββατον, καὶ ἀναίτιοί εἰσιν, ὅπουγε καὶ χωρὶς περιστάσεως ἐστὶν ἡ λύσις, πολλῷ μᾶλλον ἔνθα ἡ περίστασις τὴν λύσιν ἐποίησεν. διόπερ φησὶν, “εἰ ἐγνώκειτε” κ. τ. ἑ.