Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

86, 14. ἡμέρας, περιερχόμενος διδάσκων, ποῦ τ. κεφ. κλ. οὐκ ἐχ’. Τὸ δὲ ἐδικαιώθη κ. τ. λ. τοῦτό ἐστιν, ὅτι εἰ καὶ μὴ οἱ Ἰουδαῖοι ἐπείσθησαν, ἀλλ’ αὐτῷ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχουσιν· καὶ γὰρ τὰ αὐτοῦ πάντα ἐπλήρωσεν, ὥστε τοῖς ἀναισχυντεῖν βουλομένοις μηδὲ σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. εἰ δὲ τὰ παραδείγματα εὐτελῆ εἶπεν καὶ κακέμφατα, οἷον τὸ “ ηὐλήσαμεν καὶ οὐκ ὠρχή- “σασθε,” μηδεὶς θαυμαζέτω· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διαλέγεται.

88, 5. Διατί ἀπὸ τῶν σοφῶν ἐκρύβη ; ὅτι καθὼς Παῦλός φησιν, ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ τοῦ Θεοῦ δικαιοσύνῃ οὐκ ὑπετάγησαν. οὐδὲ γὰρ ὅταν λέγῃ “ ἀπεκάλυψας,” τὸ πᾶν τοῦ Θεοῦ εἶναί φησιν, ἀλλὰ καὶ τῆς τῶν δεχομένων εὐγνωμοσύνης, ὥσπερ καὶ ὅταν λέγῃ Παῦλος, “ὅτι παρέδωκεν αὐτοὺς εἰς “ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα” οὐ τὸν Θεὸν εἰσάγων ταῦτα ἐνεργοῦντα φησὶν, ἀλλ’ ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας·

88, 34. φίλ’. ἁπάσης. καὶ οὐχ ἑτέρῳ γίνεται χρήσιμος μόνον· ἀλλὰ καὶ ἑαυτὸν πρὸ πάντων ἀναπαύει· εὑρήσετε γάρ, φησιν, ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. καὶ πρὸ τῶν μελλόντων ἐντεῦθεν δίδωμι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχω. ἑαυτὸν δὲ εἰς ὑπόδειγμα τίθησιν καὶ εἰς μέσον ἄγει λέγων, “μάθετε ἀπ’ ἐμοῦ” κ.τ. ἑ. εὐπαράδεκτον ποιῶν τὸν λόγον, ἵνα μάθωμεν ἐξ αὐτοῦ ἡλίκον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη.

484