Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

84, 1. μαλ’. φρονεῖν.

10. ὑπεροχήν.

84, 27. Τὸ δὲ οὐκ ἐγήγερται κ. τ. ἑ. σημαίνει, ὅτι οὐκ ἔτεκέν, φησι, γυνὴ τούτου μείζονα. καὶ ἀρκεῖ μὲν καὶ ἡ τοῦ δεσπότου ἀπόφασις· εἰ δὲ βούλεται τις καὶ ἀπὸ τῶν πραγμάτων μαθεῖν, ἐννοησάτω αὐτοῦ τὴν τράπεζαν καὶ τὴν διαγωγὴν καὶ τῆς γνώμης τὸ ὕψος· ὥσπερ γὰρ ἐν οὐρανῷ, οὕτω διῆγεν, καὶ τῶν τῆς φύσεως ἀναγκῶν ἀνωτέρω γενόμενος ξένην τινὰ ὥδευεν ὁδὸν, ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ εὐχαῖς τὸν πάντα διάγων χρόνον· καὶ ἀνθρώπων μὲν οὐδενὶ, Θεῷ δὲ ὁμιλῶν μόνῳ διηνεκῶς. οὐδὲ γὰρ εἶδέν τινα τῶν ὁμοδούλων, οὔτε ὤφθη τινὶ τούτων· οὐ κλίνης, οὐ στέγης, οὐκ ἀγορᾶς, οὐκ ἄλλου τινὸς ἀπήλαυσεν τῶν ἀνθρωπίνων· καὶ ἥμερος ἦν ὁμοῦ καὶ σφοδρός. καὶ γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ ἐπιεικείας διελέγετο, τῷ δήμῳ δὲ τῶν Ἰουδαίων μετὰ ἀνδρείας, τῷ βασιλεῖ μετὰ παρρησίας. διὰ τοῦτο δὲ ἐπήγαγεν ὅτι ὁ μικρότερος κ. τ. ἑ. ἵνα μὴ ἡ ὑπερβολὴ τῶν ἐγκωμίων τέκῃ τινὰ ἀτοπίαν προτιμώντων αὐτὸν τοῦ Χριστοῦ τῶν Ἰουδαίων.