Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

83, 10. τὴν ζηλοτυπίαν τῶν μαθητῶν Ἰωάννου ἐμφαίνων ὁ Εὐαγγελιστὴς τέθεικεν ὅτι δι’ αὐτῶν πέμψας ὁ Ἰωάννης ἠρώτα τὸν Χριστὸν, σὺ εἶ ὁ ἐρχόμενος κ. τ. λ. ὁ γὰρ πρὸ τῶν σημείων εἰδὼς αὐτὸν, ὁ παρὰ τοῦ Πατρὸς ἀκούσας, ὁ ἐπὶ πάντων ἀνακη- ρύξας, πῶς μετὰ ταῦτα πάντα πέμπει μανθάνων παρ’ αὐτοῦ; οὐδὲ γὰρ οὐ μόνον Ἰωάννου ἀμφισβητῆσαι περὶ αὐτοῦ πρέπον ἦν, ἀλλ’ ἐπειδὴ ζηλοτύπως ἀεὶ πρὸς τὸν Χριστὸν εἶχον οἱ Ἰωάννου μαθηταὶ, ἄνθρωπον ψιλὸν αὐτὸν ὑποπτεύοντες εἶναι, τὸν δὲ Ἰωάννην μείζονα ἣ κατὰ ἄνθρωπον· καὶ τὸν μὲν Χριστὸν εὐδοκιμοῦντα ὁρῶντες, τὸν δὲ Ἰωάννην, καθὼς ἐκεῖνος εἶπεν, λοιπὸν λήγοντα· καὶ ἐπειδή περ ἕως μὲν ἦν Ἰωάννης μετ’ αὐτῶν παρεκάλει συνεχῶς καὶ ἐδίδασκεν, καὶ οὐδὲ οὕτως ἔπειθεν, ἔμελλεν δὲ λοιπὸν τελευτᾷν, διὰ τοῦτο νῦν πλειόνα ποιεῖται τὴν σπουδήν. καὶ γὰρ ἐδεδοίκει μὴ καταλείπῃ πονηροῦ δόγματος ὑπόθεσιν, καὶ μείνωσιν ἀπερρηγμένοι τοῦ Χριστοῦ. εἰ μὲν οὖν εἶπεν ὅτι ἀπέλθετε πρὸς αὐτὸν, αὐτός μου βελτίων ἐστὶν, οὐκ ἃν ἔπεισεν αὐτοὺς δυσαποσπάστως ἔχοντας· εἰ δὲ ἐσίγησεν, οὐδὲν πλέον ἐγίνετο. Διὰ τοῦτο οὖν πέμπει αὐτοὺς, ὅπως παρ’ αὐτῶν ἀκούσῃ ὅτι θαύματα ἐργάζεται, καθὼς ὁ Λουκᾶς φησίν. οὐδὲ οὕτως πάντας πέμπει, ἀλλὰ δυό τινας, οὓς ἤδει ἴσως τῶν ἄλλων εὐπειθεστέρους ὄντας· ἵνα ἀνύποπτος ἡ ἐρώτησις γένηται· ἵνα παρὰ τῶν πραγμάτων μάθωσιν τὸ μέσον τοῦ Κυρίου Ἰησοῦ κἀκείνου. εὐθέως γὰρ ἐλθόντων αὐτῶν εἰς τὸ ἐρωτῆσαι, ἐθεράπευσεν τυφλοὺς, χωλοὺς, καὶ ἑτέρους πολλοὺς διὰ τούτους τοὺς

482
ἀμφιβάλλοντας· καὶ θεραπεύσας, φησὶν πρὸς αὐτοὺς, πορευθέντες κ. τ. ἑ.

Διὰ δὲ τοῦ εἰπεῖν μακάριος ὃς ἐὰν μὴ σκανδ. κ. τ. έ. ἔδειξεν ὅτι τὰ ἀπόρρητα αὐτῶν οἶδεν· αὐτοὺς γὰρ ἀννιττόμενος ταῦτα ἔλεγεν· ὅθεν καὶ τὸν ἔλεγχον αὐτῶν λανθανόντως ἐπήγαγεν. Εἰ δέ τινες λέγοιεν ὅτι ᾔδει μὲν Ἰωάννης ὅτι αὐτὸς ἢν ὁ Χριστὸς, ἠγνόει δὲ ὅτι ὑπὲρ άνθρ. κ. τ. λ.

83, 19. δῆλόν ἐστιν. ἅπερ παρατιθέναι νῦν οὐ τοῦ παρόντος καιροῦ, ἵνα μὴ μακρὸν τὸν λόγον ποιήσωμαι.

83, 30. Διατί δὲ πορευθέντων τῶν μαθητῶν Ἰωάννου ταῦτά φησιν; ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. οὐκ ἄγει δὲ εἰς μέσον αὐτῶν τὴν ὑπόνοιαν· ἐπειδὴ οὐκ ἀπὸ πονηρίας ταῦτα ἐλογίζοντο, ἀλλὰ ἀπὸ τῆς τῶν εἰρημένων ἀγνοίας. τὴν λύσιν δὲ ἐπάγει, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόρρητα πάντων τὸ δὲ τί ἐξήλθετε εἰς τὸν ἔρημον ἰδεῖν, διὰ τὸν καιρὸν ὅτε ἐβάπτιζεν ὁ Ἰωάννης λέγει κάλαμον δὲ κ. τ. λ.