Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

16, 4. κἀντεῦθεν.

5. ἀστὴρ, ὡς προγέγραπται.

16, 18. πρόβατα καὶ μόσχους. mox τῆς δὲ ἐκκλ.

16, 29. τὸ μέγεθος. εἰ γὰρ τούτων γενομένων καὶ πολλῶν ἀνθρωπίνως ᾠκονομημένων, ἐτόλμησάν τινες εἰπεῖν ὅτι μῦθος ἡ τῆς σαρκὸς ἀνάληψις, ποῦ οὐκ ἃν ἐξέπεσον ἀσεβείας, εἰ πάντα θεοπρεπῶς καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττεν ; διὰ τοῦτο ηὗδέ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται καὶ ἐνναμηνιαῖος χρόνος καὶ τόκος καὶ γαλακτοτροφία. τοὺς μὲν οὖν Μάγους ἐκ.

17, 2. ἑαυτὸν. 15. γυναῖκα αὐτοῦ.

Ἀκούσας δὲ “ φεῦγε εἰς Αἴγυπτον,” τίνος ἕνεκεν οὐκ ἐταράχθη, καὶ εἶπεν, οὐ πρώην ἔλεγες ὅτι σώσει τὸν λαὸν αὐτοῦ, καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει ; ἐπειδὴ π.

Πέμπεται δὲ εἰς Αἴγυπτον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ ὅτι “ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.”

Διατί δὲ οὐ περὶ ἑτέρας χώρας ὁ προφήτης εἶπεν, καἰ εἰς αὐτὴν ἐξεπέμπετο τὸ παιδιον, ἀλλ’ εἰς Αἴγυπτον ; ἔτι δὲ καὶ ἐκ Βαβυλῶνος βαρβάρους παραγενέσθαι ἐποίησεν, καὶ οὐκ ἐξ ἑτέρας χώρας ; ἐπειδὴ ἡ Βαβυλὼν καὶ ἡ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, καὶ ὅτι τούτων τῶν δύο χωρῶν πειθομένων, χρηστὰς ἐλπίδας ἡ οἰκουμένη κομίζεται. εἰ δὲ περὶ προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱὸν μου ἐπ αὐτῶν εἰρῆσθαι, εἴποιμεν ἃν πρὸς αὐτοὺς, ὅτι καὶ οὕτος προφητείας ὁ νόμος ἐστὶν, πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ’ ἄλλων, πληροῦσθαι δὲ ἐφ’

460
ἑτέρων. οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστὶν, “ δια- “ μεριῶ γὰρ αὐτούς, φησιν, ἐν Ἰακὼβ καὶ διαπερῶ αὐτοὺς ἐν Ισραηλ᾿ καὶ ἴδου οὐκ ἐπ’ αὐτωντουτο γέγονεν, ἀλλ’ ἔπι τῶν ἐγγόνων. καὶ τὸ ἐπὶ τοῦ Χἄμ’ δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη, καὶ τὸ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἃν συμβάν. αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι “ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ “ τοῦ πατρός σου, οὐκ ἐξ αὐτοῦ τέλος ἔσχον· πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις αὐτὸν προσκυνοῦντος ; ἀλλ’ ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ, ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν· τίς γὰρ ἀληθέστερος Θεοῦ λεχθείη ; ὁ μόσχον προσκυνῶν καὶ τῷ Βεελφεγὼρ τελούμενος καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις ; ἣ ὁ φύσει Υἱὸς καὶ τὸν γεγεννηκότα τιμῶν. ὥστε εἰ μὴ οὗτος παρεγένετο, οὐδ’ ἃν ἡ προφητεία τέλος ἔλαβεν τὸ προσῆκον. Χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων “ἵνα “ πληρωθῇ,” δεικνὺς ὅτι οὐκ ἃν ἐπληρώθη, εἰ μὴ παραγέγονεν· καὶ ἡ τοῦ πατριάρχου δὲ εἰς Αἴγυπτον κάθοδος καὶ τῶν σὺν αὐτῷ τῆς καθόδου ταύτης τύπον ἐπλήρουν, καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ λιμοῦ κατῄεσαν, καὶ οὗτος τὸν ἐξ ἐπιβουλῆς θάνατον. ἀλλ’ ἐκεῖνοι μὲν κατελθόντες τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· αὐτὸς δὲ τὴν χώραν πᾶσαν καταβὰς διὰ τῆς ἐπιβάσεως ἡγίασεν. Διατὶ δὲ ὁ Ἄγγελος εἰπὼν ὅτι “ φεῦγε εἰς Αἴγυπτον” οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν οὔτε ἀνιοῦσιν ; δεικνὺς διὰ τούτου, ὅτι μέγαν ἔχουσιν συνοδοιπόρον τὸ τεχθὲν παιδίον.

18, 5. ἔμελλον ἔσεσθαι. 6. τοσαύτης ὁ Θεός.

18, 8. εἰ προῄδει. mox ἀνύσοντας.

Ib. οἰκονομῶν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος Ἡρώδου τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβεν δίκη· θανάτῳ χαλεπῷ καὶ τούτου τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ἅπερ γνώσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἐπελθόντες ἱστορίαν.

Τί δὲ κοινόν φησιν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; τί δὲ τῇ Ραμᾶ πρὸς τῇ Ῥαχήλ; φησὶν γὰρ ὁ προφήτης· “ φωνὴ ἐν Ῥαμᾶ

461
“ ἠκούσθη, θρῆνος καὶ κλαυθμός· Ῥαχὴλ κλαίουσα τὰ τέκνα ἀύτης.

18, 13. τελευτήσασαν.

19, 6. περὶ τούτου.