Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

14, 1. post ἀλλόφυλος ἦν. οὐ πᾶσιν δὲ τοῖς Μάγοις ὁ Θεὸς τοῦτο ἀπεκάλυψεν. ὅτι οὐδὲ πάντες πιστεύειν ἔμελλον, αὐτοὶ δὲ τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι. καὶ ἴδωμεν αὐτῶν τὴν ἀρετὴν, οὐκ ἀφ’ ὧν ἦλθον μόνον ἀλλὰ καὶ ἀφ’ ὧν παρρησιάζονται· ἤλθομεν γάρ, φησιν, προσκυνῆσαι αὐτόν. καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. ὅθεν χρὴ σκοπεῖν, ὅτι οὗτοι καὶ οἶκοι διδάσκαλοι τῶν ἐγχωρίων γεγόνασιν. οἱ γὰρ

458
ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαρρησιάσαντο, ὅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ Ἀγγέλου λαβόντες ἀπῆλθον, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν.

Διατί δὲ πᾶσα Ἱεροσόλυμα ἐταράχθη ; ὁ μὲν γὰρ Ἡρώδης εἰκότως ὡς βασιλεὺς, δεδοικὼς ὑπέρ τε αὐτοῦ καὶ τῶν παίδων· οἱ δὲ τὰ Ἱεροσόλυμα οἰκοῦντες τίνος χάριν ; καίτοιγε Σωτῆρα καὶ εὐεργέτην καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προύλεγον. τίνος οὖν ἕνεκεν ἐταράχθησαν ; 14, 2. ἀπὸ τ. π.

14, 7. ἕως τοῦ ποιμ.

14, 20. τίνος ἕνεκεν εἰ ἐκ B.

14, 25. βουλομένοις. καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴγε προσέχειν ἐβούλοντο. καὶ γὰρ ἐλθόντων τῶν Μάγων ἀνεπτερώθη ἅπασα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο· καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετ’ ἀκριβείας διηγεῖται ἅπαντα. οἷον τὰ κατὰ τὸν Συμεῶνα καὶ τὴν Ἄνναν καὶ τὸν Ζαχαρίαν καὶ τοὺς Ἀγγέλους καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γινόμενον συνιδεῖν, ἵνα γὰρ μὴ λέγωσιν ὅτι οὐκ ἔγνωμεν πότε ἐτέχθη, οὔτε ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς Μάγους ἅπαντα ᾠκονομήθη καὶ τὰ ἄλλα, ἅπερ εἰρήκαμεν

Χρὴ δὲ σκοπῆσαι ἡμᾶς καὶ τὴν ἀκρίβειαν τῆς προφητείας, οὐ γὰρ εἶπεν ὅτι ἐν Βεθλεὲμ μένει, ἀλλ’ ἐξελεύσεται· ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι ἐκεῖ μόνον. τινὲς δὲ τῶν Ἰουδαίων ἀναισθητοῦντές φασιν περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι. πῶς γὰρ ἃν ἔχοι τοῦτο λόγον ; οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ’ ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη διὰ τὸ ἐκεῖ σπαρῆναι· καὶ ὅσοι τὴν τῶν Σύρων γλῶτταν ἐπίστανται οἴδασιν τὸ λεγόμενον.

14, 13. Διὰ τοῦτο δὲ λέγει.

14, 15. περίβλεπτος γέγονεν.

τίνος δὲ ἕνεκεν εἶπεν ποιμανεῖ — τὸν Ἰσραὴλ καίτοιγε τὴν οἰκουμένην ποιμάναντος; ἵνα μὴ τέως σκανδαλίσθωσιν οἱ Ἰουδαῖοι καὶ τῶν ἐθνῶν μνημονευομένων· καὶ πῶς φησιν ἐποίμανεν τὸν λαὸν τὸν Ἰουδαικόν; μάλιστα μὲν καὶ τοῦτο γέγονεν. τὸν γὰρ Ἰσραὴλ ἐνταῦθα εἰπὼν, τοὺς αὐτ. πιστ. 14, 17.

459

14, 18. ἐγεννήθησαν. εἰ δὲ μὴ πάντας ἐποίμανεν, τοῦτο αὐτῶν ἔγκλημα καὶ κατηγορία μὴ θελησάντων πιστεῦσαι.

Καλεῖ δὲ τοὺς Μάγους ὁ Ἡρώδης νομίζων Ἰουδαίους κήδεσθαι τοῦ παιδίου. ἔτι δὲ καὶ ἀνελεῖν ἐπιχειρῶν τὸ τεχθὲν, ὅπερ ἐσχάτης ἀνοίας ἢν, οὔχι μανίας μόνον. τὰ γὰρ εἰρημένα καὶ τὰ γεγενημένα, ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τοιαύτης ἐπιχειρήσεως· ὅτε ἀστὴρ καὶ οἱ βάρβαροι τοσαύτην ἐλθόντες ὁδὸν, ἐπὶ τὸ προσκυνῆσαι τὸν ἐν φάτνῃ· καὶ ἡ προφητεία προαναφωνοῦσα περὶ αὐτοῦ.

14, 29. Διατί οὐ ζήτει τὸν χρ.

14, 31. ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας.