Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐνιαυτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παρ’ ἐκείνου γιγνόμενα, καὶ ἀγαγὼν αὐτὸν ἀρνηθῆναι προσέταξε τὸν ὑπ’ αὐτοῦ προσκυνούμενον· ὁ δὲ ἤρετο τὸν βασιλέα τίνος τιμᾶται τὸν τὴν μὲν ἑαυτοῦ καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον.

ἐκείνου δὲ εἰπόντος ὅτι θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπεν ὁ σοφώτατος ἀνήρ· τί οὑν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν ποιητὴν καὶ δημιουργὸν καὶ τροφέα καὶ σωτῆρα καταλιμπάνων, ἕνα δὲ τῶν ὁμοδούλων θεοποιῶν καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτω προσφέρων;« χαλεπήνας δὴ οὖν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεύς, εἴκοσι καλάμους ὀξύνας τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν.

ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο. μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄξους πάντοθεν [*](8/9 Mattt. 25, 14—30 — 21—24 vgl. Synax. 18, 7) [*](* 20—S. 347, 2 Synax. 145, 58. 575, 10) [*](B N + GS(s) = r AL(y)) [*](1 u. 5 πρεσβὐτησ B, legatarius Cass. ι τινών B > ry Cass. ι 5 φυλάξαι B I τὸν (τῶ s) Βενιαμὶν nach προσταχθέντα ~ ry, Cass. wie im Text ι 6 σβύτου B ι 8 τὸ1 > ry ι 11 δρῶν > A ι 13 γενόμενα N, gesta illius 15 τιμᾶται ry ἄξιοσ B, quo dignus honore est Cass. ι μὲν ἑαυτοῦ BN ἑαυτοῦ μὲν y ἑαυτοῦ s ι 16 ἑτέρα B ι ὅτι B > ry Nie. Cass. ι 18/19 τροφέα καὶ σρα B nutritorem ac salvatorem Cass. καὶ σωτῆρα καὶ κηδεμόνα Nie. > ry ι 19 ἕνα] ἓν B ι 25 τε > B ι μετὰ τήνδε] μετὰ δὲ B, post vero Cass. ι 26 ὄζουσ’ ry Nie. Synax. ῥόξουσ B sinnis Cass. ι πάντοθεν ὄζους ~ N)

347
ἔχουσαν εἰσωθῆανι διὰ τῆς ἕδρας ἐκέλευσεν. οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής.

καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ’ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.

Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείσς ἀνέχεται τῶν ὅλων ὁ πρύτανις. καὶ γὰρ πρὸ τῆς κωνσταντίνου τοῦ μεγάλου βασιλείας ὅσοι ῾Ρωμαίων ἐγένοντο βασιλεῖς κατὰ τῶν δισσωτῶν τῆς ἀληθείας ἐλύττησαν.

Διοκλητιανος δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ ῾Ρωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκλκησίας· ἀλλ’ ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, έκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσηβη. καὶ τοὺς πολέμους δὲ τούτους· προείρηκεν ὁ δεεπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον.

καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν· ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει καὶ τῶν παρόντων ὡς ῥεόντων πσρασκευάζει καταφρονεῖν. ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.