Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον καὶ κόνεως ἀναπιμπλάμενον καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτων΄τσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα· »νῦν γοῦν‘, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν«.

ὁ δὲ ζήλου θείου πλησθεὶς διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν εἰπών· εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας«. ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος γυμνὸν οὕτω τῆς βσσιλείας ἐξήλασε.

Καὶ Σαήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ καὶ ἀρνηθῆναι τὸν ποιητὴν οὐκ ἀνεχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε. συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον.

ἀλλ’ ἐψεύσθη τῆς ἐλπίδος· ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν.

Βενιαμὶν δέ τινα διάκονον συλλαβὼν καθεῖρξε. δύο ὸὲ διελη- [*](20 vgl. Matth. 7, 24/25) [*](* 14—19 Synax. 145, 54) [*](B N + GS (s0 =r AL (y)) [*](1/2 γενναιότατον ἀγωνιστήν B fortossimum — athletam Cass. γενναῖον ἀθλητήν ry, vgl. S. 347, 2 ι 2 ἐκέλευσε] προσέταξεν L ι 3 μόνω B Synax. Kic. μόνον ry I 7 τε > s ι 10 θείου > B, dei zelo Cass. ι τε > B ι 11 εἰπών B dicens Cass. ἐπειπών N ὑπειπών sy ι οἴη B ι 14 σαήνην Cod. Nie. (aber im Capiteltitel σαἁνου) sainin Cass. Cod. L σάννην B σουήνην Gy σουΐνην S Synax. Κώην N âhîn Michael Sain armenisch; über diesen persischen Namen, ἡ. Anal. Bolland. 28, 406: Σάϊν (Var. σάην) Theophan. 306, 30 f, Σαήν Chron. Pasch. 706, 12 Σάϊν Usener Acta Anastasii S. 3a Ζ. 13 u. IG ι αὐτῷ > B, sibimet Cass. ι 15 ποιητὴν] δεσπότην L, creatorem oinnium Cass. ι ἀνεχόμενον B ferentein Cass. ἀνασχόμενον ry ἀνασχομένου Synax. ι ἐρόμενος—16 κάκιστος ry Synax. (ἐρωτήσας Synax. j requireus quisnam servorian eins esset saevissimiis Cass. ὀρόμενος ὅστις ἐπὶ τῶν οἰκετῶν ὁ κάκιστος ἤν B ι 18 ὁμόζυγον s ι μεταπείσειν ry Synax. flectere Cass. μεταστήσιν B ι 20 οἰκοδομηηένην GA ι 21 u. S. 346, 4. 5. 6 βενιαμὴν B ι καθῦρξεν B)

346
λυθότων ἐτῶν πρεσβευτὴς ῾Ρωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων· εἶτα τοῦτο μαθὼν ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν.

ὁ δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὶν ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσοίσει. καὶ ὁ μὲν πρεσβευτὴς φυλάξειν τὸν Βενιαμὶν τὰ προσταχθέντα ἐπηγγείλατο. ὁ δὲ Βενιαμὶν ἀκούσας τῶν τοῦ πρεσβευτοῦ παραινέσεων· »ἀδὐνατον«, ἔφη, μὴ μεταδοῦναί με τοῦ φωτὸς οὑ μετέλαχον.

ὁπόσης γὰρ ἄξιον τιμωρίας τὸ κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει«. ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι ἐκεῖνος δὲ τὰ συνήθη δρῶν διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους καὶ τῷ νοερῷ προσάγων φωτί.