Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα. οὕτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα.

τά τε γὰρ ἐκ χαλκοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον· φενακιζόμενοι δὲ οἱ ἐπαίοντες ἔδρων τὸ κελευόμενον.

ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις.

[*](8—13 vgl. Sozomen. VII 15, 12—14 — 21—24 vgl. Rufin. H. E. XI 23 S. 1027, 1—3)[*](* 20—S. 821, 15 Niceph. H. Ε. XII 26. Cass. IX 28)[*](B V F HN (n) + GS (s) = r AL (y))[*](2 ἀκαρὶ B ι κατανάλωσεν Br κατηνάλωσεν VFy ι 4 συνημμένον] συνηγμένον B, quod cohaerebat Cass. ι 5 εἰς ἅπαν) εἰσάγαν B, totam Cass. ι 11 ἔχω B ι 12 καὶ αὐτὸς nach μαρτύρων ~ B ι τὸν Bs ι 13 V ι 14 ἀποκνέσω B ι 16 κγ am Rand HSS ι 22 καὶ1] τε καὶ V ι 23 τὰ τοὺ- των — 24 τοῖς τοίχοις > n)
321

Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὕτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον. πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονηθήσεται μὲν ἡ γῆ πανωλεθρία δὲ ἅπαντας καταλήψεται.

ἀλλὰ τούτους μὲν τοὺς λόγους γραιδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας , ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν. ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες· ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν.

ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν·

μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός. εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ’ αὐτῶ, προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη.