Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα κβ ἄριστος, ὅπλῳ τῷ νόμω χρηοάμενος , τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἧ τῇ πολυχειρίᾳ χρησάμενος. ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώτατον.

ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην , ἐκεχειροτόνητο δὲ ἀντ’ ἐκείνου Μάρκελλος ὁ θεῖος, ξέων τῷ πνεύματι κατὰ τὴν τοῦ ἀποστόλου νομοθεσίαν.

ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους οὑν τοῖς ὑπηκόοις λαβών. καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιωτῶν ἡσύχασε δέος τὸ δὲ τοῦ Δῖός τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει.

Ἡκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ’ ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθοις φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος. οὕτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν [*](3/4 vgl. Rufin. H. E. XI 19 S. 1023, 21. Zosim. IV 37, 3 — 5—S. 320, 13 vgl. Synax. 891, —20. Act. SS. Aug. III 152 f — 10 ob. S. 282, 18f — 11 Röm. 12. 11 — 14/15 vgl. Liban. Epist. 1053) [*](* 5—S. 320, 13 Niceph. H. Ε. XII 27. Cass. IX 34. Michael Syr. VII 8 S. 315 — 14—S. 320, 6 Chronicon civile et eccies. anon. auctoris ed. Rahmani 1904, Caput 57 (=Σ)) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 πονηρίαν BVFr Symeon Cass. Σ πανήγυριν y ι 3/4 πρόριζά τε BFs ι 5 κβ am Rand HSS ι 7 κατέλυσε] κατέτρεψεν L ι 9 ἐτελευτήκει BG τετελεύτηκε V ι 10 ἐχειροτόνητο B κεχειροτόνητο V ι 12 ἀπάμιαν B ι ὁ > B ι χιλιάρζχοσ A ι 14 καὶ — 15 πεποικιλμένον > B, am Rand L, Cass. wie im Text ι 16 ἄγαν VFr nimis Cass. ἅμα By ι στερέμνιον Hs ι ἰδών] εὑρών n, videns Cass., s. zu 317, 13 ι 18 ἄγαν] ἅμα VL > Cass. ι 19 τὸν vor τοῦ ~ B)

319
νεὼν καταλύσειν, δυοῖν δὲ τεχνίταιν ἀπῄτει μισθόν. ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεύς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμηχανήσατο.

στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ’ ὕψους κείμενος αὐτῷ συνηρμοσμένην· οἱ δὲ κίονες μέγιστοί τε ἤσαν καὶ ἰσόμετροι τῷ νεῷ, ἑκάστου δὲ ὁ κύκλος ἑξκαίδεκα πήχεων ἢν.

ἡ δὲ τοῦ λίθου φύσις στερροτάτη τις ἢν καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθοτόμων ὀργάνοις ὑπείκουσα. τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαίνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ’ ἕτερον αὖθίς μετέβαινεν. οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν.