Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἀλλ’ οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. ἐπειδὴ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανήν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ τὴν μεσημβρίαν καθεύδοντι.

Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστήριον, αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαίμονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης.

ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιωμένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν. οὕτω τούτου γενομένου, ἀπέδρα μὲν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν, τὸ δὲ πῦρ, ὡς ἐλαίῳ τῷ ἀντι- [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 τεχνίταιν VF Nie. τεχνιτοῖν By τεχνιτῶν r ι ἐπειδὴ] ἐπεὶ V ι 4 κείμενοσ BFry Σ templo in altitudine constituto Cass. Cod. L κειμένην V ι 5 τοῦ νεώ y ι πήχαιων B ι ἡ δὲ — 6 τις ἢν = Cass. Σ > V ι 7 τοῦτον y ι ἐν κύκλῳ] τὸν κύκλον V, per circtntum Cass. ι 8 ἑτέραν Fry ι 11 φαινόμενοσ μέλασ A ι φαινόμενος] φερόμενος B, apparunit Cass. ι 11/12 τῆς φλογὸς] τοῦ πυρὸς n, flammam Cass. ι 12 ἐπειδὴ] ἐπεὶ VFn ι τοῦτο πολλάκις ~ B, freqiicnter hoc Cass. ι 13 τὴν2 nur in B ι 17 τοὔδαφος VNs τὸ ὕδωρ H 18 ἐπιδοῦναι A ἐνδοῦναι Am ι 20 τοῖς ἀπίστοις] τίς B, infidelibus Cass. = Σ ι 21 ὅσα πρὸς τούτοισ’ ὅμοια B; man erwartet ὅσα τούτοις προσόμοια, s. Register s. v. ι 22 τῷ] ἐν τῶ s ι ἐκοίτιον BVF ἐκύτιον ry Equitium Cass. Aqustios Michael ι 24 διαρᾶναι BFL διᾶραι V γρ. διαρρᾶναι Vm ι 25 τοῦτο V ι ἀπέδρα μὲν] ἀπέδρασεν L ι 26 τοῦ ὕδατος τὴν ~ B ι ὡς > B, vclut Cass.)

320
πάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων καὶ ταῦτα ἐν ἀκαρεῖ κατανάλωσεν.

οἱ δὲ κίονες, φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε κατέπεσον καὶ ἄλλους εἵλκυσαν δυοκαίδεκα. καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν (πολὺς γὰρ ἦν) πάντας εἰς θέαν συνήγειρεν.

ἐπειδὴ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγήν, εἰς ὑμνῳδίαν τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς.

Πόλλα δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων (καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνεδήσατο οτέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μηκύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. ἐφ’ ἑτέραν τοίνυν διήγησιν τρέψομαι.

[*]([κγ΄])

Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα. οὕτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα.

τά τε γὰρ ἐκ χαλκοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον· φενακιζόμενοι δὲ οἱ ἐπαίοντες ἔδρων τὸ κελευόμενον.

ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις.

[*](8—13 vgl. Sozomen. VII 15, 12—14 — 21—24 vgl. Rufin. H. E. XI 23 S. 1027, 1—3)[*](* 20—S. 821, 15 Niceph. H. Ε. XII 26. Cass. IX 28)[*](B V F HN (n) + GS (s) = r AL (y))[*](2 ἀκαρὶ B ι κατανάλωσεν Br κατηνάλωσεν VFy ι 4 συνημμένον] συνηγμένον B, quod cohaerebat Cass. ι 5 εἰς ἅπαν) εἰσάγαν B, totam Cass. ι 11 ἔχω B ι 12 καὶ αὐτὸς nach μαρτύρων ~ B ι τὸν Bs ι 13 V ι 14 ἀποκνέσω B ι 16 κγ am Rand HSS ι 22 καὶ1] τε καὶ V ι 23 τὰ τοὺ- των — 24 τοῖς τοίχοις > n)
321

Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὕτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον. πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονηθήσεται μὲν ἡ γῆ πανωλεθρία δὲ ἅπαντας καταλήψεται.

ἀλλὰ τούτους μὲν τοὺς λόγους γραιδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας , ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν. ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες· ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν.

ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν·

μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός. εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ’ αὐτῶ, προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη.