Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι σοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον. ὁ δὲ ἔφη· »μεῖζον ἧ καθ’ ἡμᾶς τὸ ἐγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθέ. οὔτοι μὲν οὔ ἐξελθόντες καθ’ ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες.

οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο, οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν οὑν τάχει κατέλαβεν.

οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφῆκαν φωνήν, Ἀμβρόσιον [*](1 f vgl. Ambros. Epist. 21, 2 u. 5. PL 16. Sozomen. VI 7, 2 — 15—S. 219, 1 vgl. Paulini Vita Ambrosii 6 PL 14, 31 A [griechisch Papadopoulos-Kerameus ᾿Αναλεκτὰ Ἱεροσολ. σταχυολογίας I S. 33] — 15—S. 219, 6 vgl. Socrat. IV 30 — 15—S. 219, 12 vgl. Sozomen. VI 24, —4. — — S. 219, 15 vgl.Rufin. H. E. XI [Georg. Mon. 558, 10]) [*](*19—S.220,2 Exc. Tripart.[ Polydeukes410,17. Theophan. 60,23.Exc. Bar. f. 220v]) [*](V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 λογίοις V2S λογείοισ, nach ἐντεθραμμένοι ~ B eloquiis Cass. λόγοισ’ ’F Symeon ι 3 μόνον BV-y Symeon Cass. μόνω rF ι 4 ἀρχέτυπον ἑαυτὸν ~ B, Symeon Cass. wie im Text ι 4/5 μάρτυρας A ι 6 ἐνιδρύσατε θρόνοισ B ἐγκαθιδρύσατε θρόνοις Symeon ι 7 ὑποκλίνωμεν ByF Symeon ὑποκλίνοιμεν V2r ι 8 γιγνομένους V2ryF Symeon γενομένους B ι 9 προσπταίειν V2ryF Symeon πταίειν B ι ἀσπαζώμεθα V2 ἀσπαζόμεθα Bs ἀσπαζοίμεθα ny ἀσπασώμεθα F Symeon ι 14 εἰσδεδεγμένοι V2ryF Symeon εἰσδεξόμενοι B ι ψηφιεῖσθε TiSLF Symeon Cass. ψηφιεῖσθαι BV2GA ι 15 ἐβουλεύοντο V2ry Symeon Cass. ἐβουλεύσαντο BF ι 17 μετειληχότες V2ryF Symeon μετειληφότες B ι 21 σὺν] ἐν F ι 22 διαμάχης BV2syF μάχης n Symeou, scditione Cass.)

219
σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα. ἔτι δὲ οὗτος ἀμύητος ἦν. ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα. ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκριβεστέρας τὰς ψήφους.

ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον (καὶ γὰρ τοῖς γεγενημένοις παρῆν)· χάρις σοι.

δέσποτα παντοκράτορ καὶ ὁ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρισα σώματα, σὺ δὲ ψυχάς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας«. ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος Ἀμβρόσιος οὑν παρρησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις· ταύτην σοὺ, ἔφη ὁ βασιλεύς, »καὶ πάλαι ᾔδειν τὴν παρρησίαν καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα«.

ταῦτα μὲν οὑν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακε.

Μαθὼν δέ τινας ἐν τῇ ᾿Ασίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ’ ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν. ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν.