Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

κατ’ ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτοις ὑπελάμβα- νον νόμους. τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος καὶ χρήμασι δελεάσας, πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι.

ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν. οὑ δὴ εἵνεκα μέχρι καὶ τήμερον οἱ Γότθοι μείζονα μὲν τὸν πατέρα λέγουσι τοῦ υἱοῦ, κτίσμα δὲ τὸν υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν.