Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Φᾶσί δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι· »ποῖ βαδίζεις, ὢ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ’ αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας.

παῦσαι δὴ οὑν πολεμῶν καὶ παύσει τὸν πόλεμον. ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας καὶ λήψῃ τὴν νίκην ἀπονητί. εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρατάξαιο, μαθήσῃ τῇ πείρᾳ ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτίξεῖν·

οὔτε γὰρ ἐπανήξεις καὶ προσαπολέσεις τὴν στρατιάν«. όργισθεὶς δὲ ὁ βασιλεύς· »καὶ ἐπανήξω«, ἔφη, καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας«. ὁ δὲ ἥκιστα δείσας ἀπειλὴν ἔφη βοῶν· »κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος«.

[*](6—18 vgl. Sozomen. VI 40, 1. Synax. 715, 56. 865, 29. Acta SS Mai. VII Synops. 60, 27. Zonar. XIII 16, 17 S. 77, 18 — 14 Act. 26, 14)[*](* 6—18 Niceph. H. Ε. XI 50 — 7/8 Georg. Mon. 557, 15. Theophan. 65, 12. Gramer II 97, 15. Exe. Bar. f. 221r)[*](B V2 F HN (nj + GS (s) = r AL (y))[*](1 ὑπὸ τοῦ] ὑπὸ L παρὰ V2 ι προσεγγίνεται B, προσγίνεσθαι εἴωθε Nic. I 2 τίσι] καὶ τίσι V2 (ekrulisti) uel quibus Cass. ι παραδέδωκας Fry ταῦτα BV2F = Cass. ταῦτα δὲ ry ι 3 ’Αρίνθεος] ἀράνθεοσ B Arantheus Cass. ῥαδάνθων F Ῥοδαντος Nic. ’Αρινθαῖος Zosim. Basil. (Epist. 269) ι στρατηγὼ γὰρ ἡστὴν καὶ τούτω Parm.] στρατηγῶ γὰρ ἐστιν (sic) καὶ τούτω V2 στρατηγοὶ γὰρ καὶ οὔτοι καὶ τούτω B στρατηγοὶ γὰρ ἦσαν καὶ αὐτοὶ Fry στρατηγοὶ δὲ καὶ οὔτοι Nic., vgl. S. 191, 5; 283, 5 ι 3/4 συνωμολογησάτην V2 συνωμολόγησαν die HSS I 4 οὕτως — 5 συνεζευγμένοις > mit leerem Raum F ι 45 (sic) ἐπελέγχοισ ἀληθεία συνεζευγμένοισ V2 παρήνεσαν· τὴν ἐπελέγχοισ ἀλήθειαν συνεζευγμένοις B παρῄνουν . . . ἐπ’ ἐλέγχοις ἀληθεία συνεζευγμένοις Nic. παρῄνεσαν· τὴν ἐπελέγχοισ ἀλήθειαν συνεζευγμένην ry, nicht übersetzt von Cass. 6 λε am Rand HSS ι ἔχοντα μοναχικὴν ~ V2 ι 8 στρατευόμενος B Georg. Theophan. Gramer. Exe. Bar. Synops. qui pugnas Cass. στρατευσάμενος V2Fry Nic. 10 παρέθηξας = Nic.] ἐκίνησας n ι 13 λήψει ΒV2 ι ἀπονητί] ἀκμῆτί B. sine Cass. Cass. ι 14 μαθήσει ΒV2 ι 15 τὴν > B ι 16 κατακτανῶ V2 ι προσαγορεύσεωσ B)
273
[*]([λζ΄])

Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου Δαβὶδ ἐβόα· »ἐλάλουν ἐν τοῖς μαρτυρίοις ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην«.

[*]([λζ΄])

Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν, αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν. οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην ἐτρέποντο καὶ κατεκτείνοντο διωκόμενοι·

καὶ οἱ μὲν ἔφευγον κατὰ τάχος οἱ δὲ κατὰ κρότος ἐδίωκον καταλαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι ἔνθα ὁ βάλῃς τὴν ἥτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον. οὕτω μὲν οὑν ἐκεῖνος κἀν τῷ παρόντι βίῳ ποινὴν ἔτισεν ὑπὲρ ὣν ἐπλημμέλησεν.

[*]([λζ΄])

Ἐγὼ δὲ προὔργου νομίζω διδάξαι τοὺς ἀγνοοῦντας ὅπως οἵδε οἱ βάρβαροι τὴν ’Αρειανικὴν εἰσεδέξαντο νόσον. ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος ὑπέθετο τῷ βασιλεῖ πεῖσαί οἱ κοινωνῆσαι τοὺς Γότθους· πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτίνας δεξάμενοι τοῖς ἐνετρέφοντο δόγμασι.

»βεβαιοτέραν γάρ«, ἔφη, »τὸ κοινὸν [*](1— 4 vgl. Sozomen. VI 21, 3—6 — 5/6 Psal. 118, 46 —11 14 IV 38, 8. Zosim. IV 24. Joh. Chrys. Ad viduam iun. 5 PG 48, 606. Rufin. H. Ε. XI 13 S. 1020, 2/3. Sozomen. VI 40, 3—5. Philostorg. IX 17. Synops. 61, 8. Zonar. 16, 25 S. 79, 1. Cedren. I 549, 20. Amm. Marcell. 31, 13, 14 —16 —S. 274, 8 vgl. Sozomen. VI 37, 2 u. 8—10. Socrat. IV 33 — 20/21 vgl. Philostorg. II 5. Sozomen. II 6) [*](* 7—14 Cass. VIII 15 —16 —S. 274, 11 Cass. VIII 13) [*](B V2 F HN (n) + GS (s) = r AL (y)) [*](1 λς am Rand HSS ι δέ nur in B = autem Cass. ι πόσας V2 , Cass. wie im Text ι 3 τε > BF ι τὴν] τήν τε B ι διαφορὰν B, corruptione Cass. ι 4 τοῦ Βάλεντος παρανομίας ~ F ι οὐάλεντοσ r ι 6 ἐναντίον — ᾐσχυνόμην = Cass.] καὶ τὰ ἐξῆσ n ι 6 ᾐσχυνάμην B ι7 λζ am Rand HSS ι 9 βαρβάρων nach 10 ῥύμην ~ V2, Cass. wie im Text ι 10 ἐτρέποντο ΒV2 fufiiebant Cass. ἐτράποντο Fry ι κατεκτείνοντο = Cass.] κατεκλείνοντο B ι11καὶ>n n ι ἔφευγον ΒV2 ἔφυγον φεύγοντεσ n ι ἐδίωκον] διώκοντες n ι 12 οὐάλησ r Valens Cass. Cass. βασιλεὺς V2 ι 14 οὖν > y ι 16 λη am Rand HSS ι προῦργον H I οἱ δὲ οἱ, οἱ am Rand, B οἱ δὲ οἱ V2 οἱ Fry ι 18 οὐάλεντα u. S. 274, 2 οὐόλησ r ι 19 οἱ V2 αὐτῶ Fry ι 21 γάρ > B, enim Cass.)

274
τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται«. ταύτην ἐπαινέσας τὴν γνώμην ὁ βάλῃς προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν· οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν.

κατ’ ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτοις ὑπελάμβα- νον νόμους. τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος καὶ χρήμασι δελεάσας, πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι.

ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν. οὑ δὴ εἵνεκα μέχρι καὶ τήμερον οἱ Γότθοι μείζονα μὲν τὸν πατέρα λέγουσι τοῦ υἱοῦ, κτίσμα δὲ τὸν υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν.

ἀλλ’ ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον· καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς οὐκ εἶναι δογμάτων ἔφη διαφοράν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν.

[*](4/5 vgl. Auxenti Epist. de fide Wulfilae ed. Kauffmann [Texte und Unters, zur altgerm. Religionsgesch. I S. 75, 6 f] — 9 — 11 vgl. ebd. S. 73, 14 f; 76, 6 f. ob. S. 53, 15—18. Socrat. V 23. Sozomen. VII 17, 10 - 12. Philostorg. X 3. Haeret. Fabul. IV 4)[*](B V2 F HN(n) + GS(s) = r AL (y))[*](3 ἀνέξασθαι V2 ι 4 u. 13 οὐλφίλασ y οὔλφιλασ B οὐλφιλιὰσ Fr οιλφί- λ///ασ V2 Uifilas Cass. Cod. L ι 6 καὶ1 > B Cass. ι κατακηλίσασ ΒV2 κατακλήσασ s ι 7 τὴν] τὴν τοῦ F ι 7/8 ἀσπάσασθαι κοινωνίαν ~ V2 ι 8 φήσας] πείσασ F, dicens Cass. ι ἔριν] αἵρεσιν B, certamen Cass. ι 11 εἰπεῖν τὸν υἱὸν ~ V2 I 12 κατέλειπον ΒV2 ι 13 οὐάλεντι r βαλεντίω F ι 14 ἔφησε n I ἐργάσασθαι > B ι 15 τέλος τοῦ δ τόμου nur in F)
275

Κεφάλαια τοῦ ε΄ λόγου

α΄. Περὶ τῆς Γρατιανοῦ τοῦ βασιλέως εὐσεβείας.

β΄. Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων.

γ΄. Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς ’Απολιναρίου τοῦ Λαοδικέως καινοτομίας, καὶ τῆς Μελετίου φιλοσοφίας τε καὶ φιλοθεΐας.

δ’. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

ε΄. Περὶ τῆς Θεοδοσίου στρατηγίας.

ς΄. Περὶ τῆς τούτου βασιλείας καὶ ὦνπερ εἶδεν ὀνείρων.

ζ΄. Τινες ἐπίσημοι τῆς Ἀρείου δυσσεβείας ἐγένοντο προστάται.

η΄. Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου.

θ’. Συνοδικὸν παρὰ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου γραφὲν πρὸς τοὺς δυτικοὺς ἐπισκόπους.

ι΄. Συνοδικὸν Δαμάσου ἐπισκόπου Ῥώμης κατὰ ’Απολιναρίου καὶ Τιμοθέου γραφέν.

ία. Ἄλλο τοῦ αὐτοῦ συνοδικὸν κατὰ διαφόρων αἱρέσεων.

ιβ΄. Περὶ τῆς Γρατιανοῦ τελευτῆς καὶ τῆς Μαξίμου τυραννίδος.

ιγ΄. Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ ’Αμβροσίου γεγενημένης ἐπιβουλῆς.

[*](B V2 F HN (n) + GSP Ρ von 4 ῥίου τοῦ an] (s) = r AL (y))[*](1 κεφάλαια τοῦ εݲ λόγου B κεφάλαια τοῦ εݲ V2 τάδε περιέχει τῆς ἐκκλησιαστικῆσ ἱστορίας θεοδωρήτου (θεοδωρήτου vor ἐκκλ, ~ L > Fs) καὶ (καὶ > FL) ὁ εݲ τόμος Fsy τόδε περιέχει καὶ ὁ πέμπτος τόμος N καὶ ὁ πέμπτος τόμος περιέχει τόδε H ι 4 παύλου V2 ι 5 κενοτομίασ ΒV2Ν ι 7 τοῦ > n ι σαμοσατῶν BP aus σαμοσάτων corr. V2 ι 9 τῆς τούτου βασιλείας] αὐτοῦ τοῦ βασιλέως F ι ωνπερ εἶδεν ΒV2 ὧν προεῖδεν Fry ι 10 τίνεσ ἐπίσημοι (τίνεσ ἐπίσκοποι P) προστάται (προστάται ἐπίσημοι ~ n) τῆς ἀρείου ἐγένοντο ἐγ. > P) συμμορίας (συμ. ἐγ. ~ y) Fry ι 12 παρὰ] περὶ B > n ι συναθροισθείσης > nGSy ι 13 γραφὲν πρὸς τοὺς δυτικοὺς ἐπισκόπους > Fry ι 14 ἀπολιναρίου BV2y ἀνατολίου Fr ι 16 τοῦ αὐτοῦ] τούτου FnPy ι 17 τῆς2> n ι 18 οὐαλεντινιανοῦ BFNP ἰουαλεντινιανοῦ GS ι 19 γεγενημένης] γενομένης N > H)
276

ιδ΄. Περὶ τῶν παρὰ Μαξίμου τοῦ τυράννου Βαλεντινιανῷ τῷ ωέῳ δηλωθέντων.

ιε΄. Περὶ τῶν παρὰ Θεοδοσίου τοῦ βασιλέως περὶ τούτου γραφέντων.

ις΄. Περὶ Ἀμφιλοχίου τοῦ ἐπισκόπου Ἰκονίου.

ιζ΄. Περὶ τῶν ἐν Θεσσαλονίκῃ γεγενημένων σφαγῶν.

ιη΄. Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου παρρησίας καὶ τῆς τοῦ βασιλέως εὐσεβείας.

ιθ΄. Περὶ Πλακίλλης τῆς βασιλίδος.

κ΄. Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης στάσεως.

κα΄. Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων εἰδωλικῶν ναῶν.

κβ΄. Περὶ Μαρκέλλου τοῦ ἐπισκόπου ’Απαμείας καὶ τῶν ὑπ’ αὐτοῦ καταλυθέντων εἰδωλικῶν ναῶν.

κγ΄. Περὶ Θεοφίλου τοῦ Ἀλεξανδρείας ἐπισκόπου, καὶ τῶν ἐν τῇ καθαιρέσει τῶν εἰδώλων αὐτόθι γεγενημένων.

κδ΄. Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς δυτικοῖς διαστάσεως.

κε΄. Περὶ τῆς Εὐγενίου τυραννίδος καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως διὰ πίστεως νίκης.

κς΄. Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως

κζ΄. Περὶ Ὀνωρίου τοῦ βασιλέως, καὶ Τηλεμαχίου τοῦ μονάζοντος.

κη΄. Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως εὐσεβείας, καὶ τῆς Ἰωάννου τοῦ ἐπισκόπου χειροτονίας.

κθ΄. Περὶ τῆς κατὰ θεὸν τοῦδε τοῦ ἐπισκόπου παρρησίας.

λ΄. Περὶ τῶν ἐν τῇ Φοινίκῃ δι’ αὐτοῦ ναῶν.

λα΄. Περὶ τῆς ἐκκλησίας τῶν Γότθων.

λβ΄. Περὶ τῆς εἰς τοὺς Σκύθας ὑπ’ αὐτοῦ γεγενημένης προνοίας, καὶ τοῦ κατὰ τῶν Μαρκιονιστῶν ζήλου.

[*](B V2 [bis 12 καὶ] V[ von 12 τῶν ὐπ’ αὐτοῦ an] F HN(n) + GSP(s) = r AL(y))[*](1 παρὰ] κατὰ B ι τῶ νέω nur in Py ι 3 παρὰ > B ι 6 θεσαλονίκη B γεγενημένων > n ι 7 καὶ τῆς — 8 εὐσεβείας > B ι 10 γεγονυίας Fry ι 11 τῶν πανταχοῦ] τῆσ ἁπανταχοῦ B ι 12 Περὶ — 13 ναῶν nach 17 διαστάσεως ~ GS ι μαρκελλίνου Ns ι ἀπαμίασ ἐπισκόπου V2 ἀπαμινουσ (sic) ἐπισκόπου B ι 14 τοῦ > ry 1 ἐπισκόπου Ἀλεξανδρείας ~ ry ι 15 τῶν εἰδώλων > F ι 16 παυλίνον BV ι 18 τοῦ > VF ι βασιλέως] βασιλείασ ν 21 τηλεμαχίου B τηλεμάχου VFry, s. unt. S. 328,2 ι τοῦ2 nur in B ι 22 2 nur in B ι 23 ἐπισκόπου BVF χρυσοστόμου ryFc ι 25 τῆ nur in B, s. unt. S. 329, 19 ι δι’ αὐτοῦ] ὑπ’ αὐτοῦ B ι 28 τῖς] τοὺς B ι γενομένης ry ι 29 μαρκιονιστῶν B μαρκιωνιστῶν N μαρκιανιστῶν die übr. HSS 20)
277

λγ΄. Περὶ τῆς Γαϊνᾶ αἰτήσεως καὶ τῆς Ἰωάννου τοῦ ἀντιρρησεως.

λδ΄. Περὶ τῆς πρεσβείας.

λε΄. Περὶ τῶν κατ’ αὐτοῦ τυρευθέντων.

λς΄. Περὶ τῶν δι’ αὐτὸν συμβεβηκότων.

λζ΄. Περὶ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀντιοχείας.

λη΄. Περὶ τῆς ὕστερον γεγενημένης τοῖς πεπολεμηκόσιν Ἰωάννῃ τῷ ἐπισκόπῳ μεταμελείας, καὶ τῆς τῶν λειψάνων αὐτοῦ μετακομιδῆς.

λθ΄. Περὶ τῆς πίστεως Θεοδοσίου τοῦ βασιλέως Λαὶ τῶν ἀδελφῶν αὐτοῦ.

μ΄. Περὶ Θεοδότου τοῦ ἐπισκόπου Ἀντιοχείας.

μα΄. Περὶ τοῦ ἐν Πέρσιδι διωγμοῦ καὶ τῶν ἐκεῖ μαρτυρησάντων.

μβ΄. Περὶ Θεοδώρου τοῦ ἐπισκόπου Μοψουεστίας.

[*](B V F HN (n) + GSP (s) = r AL (y))[*](1 γαΐνου A ι τοῦ By > VFr ι ἐπισκόπου] χρυσοστόμου y ι 1/2 ἀντιρρήσεως vor 1 Ἰωάννου ~ n 13 περὶ τῆς πρεσβείας BVnGS περὶ τῆς εὐσεβείας P περὶ πρεσβυτέρων F περὶ τῆς παρὰ τοῦ χρυσοστόμου εἰσ’ αὐτὸν πρεσβείας y ι 4 κατ’ αὐτοῦ] κατὰ τοῦ χρυσοστόμου L κατ’ αὐτοῦ χρ. A ι τυδευθέντων B τυραννηθέντων Ρ ι 5 δι’ αὐτοῦ B ι 6 τοῦ > V ι ἀντιοχείασ BV ἀλλεξανδρείασ Fry I 7 τοῖς πεπολεμηκόσιν — 8 ἐπισκόπῳ] τῶν ἐπισκόπων VF ι 8 αὐτοῦ > B 9 βασιλέως] μικροῦ y ι 11 τοῦ > Hsy ι 12 ἐκεῖσε n ι 13 θεοδότου B I τοῦ > BnGPy ι μοψουεστίασ Sy μο////ψουεστίασ V μουψουεστίασ B μομψουεστίασ Fn μαμφουεστίασ GP)
278

Όπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ’ αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ βάλῃς ἐδίδαξεν ἀκριβῶς. οἷον γάρ τίσι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελημάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μίτρα, τῇ δικαίᾳ τιμωρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φορόν. Γρατιανὸς δέ, ὁ Βαλεντινιανοῦ μὲν υἱός, Βάλεντος δὲ ἀδελφιδοῦς, πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν παρέλαβε.

πάλαι μὲν γὰρ τῆς Εὐρώπης παρειλήφει τὰ σκῆπτρα μετὰ τὴν τοῦ πατρὸς τελευτήν· καὶ ἐκείνου δέ γε περιόντος ἐκοινώνει τῆς βασιλείας. προσέλαβεν οὑν καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Βάλεντος.

Εὖθύς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ παμβασιλεῖ τῶν ὅλων προσήνεγκε. νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν Δαμάσου κοινωνίαν προαιρουμένοις.

Δάμασος [*](15—19 vgl. Socrat. V 2, 1. Sozomen. VII 1, 3. Zonar. XIII 16, 8 S. 83, 4. Cod. Theod. XVI 1, 2. XVI 5, 6) [*](* 9—18 Symeon. Vita Ambrosii 7 —11 —S. 279, 8 Cass. IX 2 279, 17 Niceph. H. E. XII 3 —17 —19 Theophan. 66, 20) [*](B V F HN (n) + GSP (s) = r AL (y)) [*](1 τόμος — 2 ἱστορίας A τόμος εݲ FsL λόγος εݲ B > Vn ι 4 δεσπότης > 5 οὐάλησ Vr ι 7 τινὰ > GS ι 9 οὐαλεωτινιανοῦ BV ι 10 οὐάλεντοσ Vn GSPc I 11 γὰρ > BN ι 12 τοῦ πατρὸς] αὐτοῦ L ι γε > By ι 13 οὐν] δὲ BN Symeon ι 14 ἄπαιδος = Symeon Cass.] ἀπέδοσαν B ι οὐάλεντοσ I 15 β am Rand HSS ι 16 βασιλεῖ n ι nach προσήνεγκε + θεῶ B = Nic.; vgl. unt. S. 341, 20 21 ι 17 γὰρ > L ι ἀπεληλαμένους GS ι 18 ποιμνίοις — 19 παραδοθῆναι > F ι 19 παραδοθῆναι] ἀποδοθῆναι H > V ι τὴν] τὴν τοῦ n)

279
δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἢν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αίρούμενος· μετὰ Λιβέριον δὲ τὴν τῆς ἐκκλησίας παρειλήφει κηδεμονίαν.

συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν ὀνομαστότατον τηνικάδε ὄντα· καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προοἐταξε. καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ἐν Ἀντιοχείᾳ δὲ τῇ τῆς Κῴας ἡγουμένῃ ἔρις ἐγένετο περὶ τοῦδε τοιάδε.