Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐν Πισιδίᾳ δὲ Ὄπτιμος καὶ Ἀμφιλόχιος ἐν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆς προγονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσ- βολάς. ἐν δέ γε τῇ Ἑσπέρᾶ, Δάμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Νεδιόλανον ἰθύνειν πεπιστευμένος, καὶ τοὺς πόρρωθεν ἠναγκασμένοι ἔβαλλον.

καὶ μετὰ τούτων οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον καὶ τοὺς πολεμίους κατέλυον.