Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐν ἐπισκόποις δὲ Γρηγόριος ἑκάτερος, ὅ τε Ναξιανξοῦ καὶ ὁ Νύσ- [*]([λα΄]) σης, ὁ μὲν ἀδελφός, ὁ δὲ σύσκηνός καὶ συνεργὸς τοῦ μεγάλου Βασιλείου τυγχάνων. οὗτοι μὲν οὖν ἐν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον.

συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασιλείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκώς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς.