Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Γίγνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόν- τες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι, αἱ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας, καὶ τῆς ᾿ιταλίας πάσης καὶ Δαλματίας, Δακίας τε καὶ Νυσίας Μακε- δονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν ᾿Αφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ ᾿ισαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ Λιβύας καὶ Πόντον καὶ >Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ οἱ κατὰ τὴν ᾿ανατολὴν ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.

πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκεμεν τὴν γνώμην καὶ γράμματα ἔχομεν. καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουοτε, ὅτι κἂν ὀλίγοι τινὲ· [*](B V2 HN (n) + GS (s) = r AL (y) F W) [*](2 δὲ > V2 I nach σχηματίζονται + μὲν Athan. Tim. ι 5 ἀναγκαῖον s I 6 γιγνομένην = Cass. Athan.] γινωσκομένην W Tim. ι 7 εὐσεβείᾳ = Tim.] εὐλαβείᾳ F Athan. ι τὴν ἐν — 8 θεοσέβεια > s ι 10 Γίγνωσκε — S. 215,3 καὶ ὑπὲρ > W ι αὕτη μέν ἐστιν ἡ Parm.] αὕτη μὲν ἧ V2rF αὕτη μὲν BTim. αὕτη ἐστὶν ἧ j haec quidem praedicatur Cass. ταῦτα μὲν (. . . κηρυττόμενα) Athan.; ἐστι steht nach 11 αἰῶνός bei Athan. Tim. ι 11 δὲ = Athan. Tim. et Cass. > y ι 12 ταύταισ V2 I 13 αἵ übergeschrieben V 2 ι ἱσπανίαν y ι 14 vor τῆς + αἱ übergechrieben H ι Δαλματίας Δακίας Athan. Tim. δαλματίασ καππαδοκίασ BV2 καμπανίασ δαλματίασ δακίασ y καππανίασ καὶ δαλματίασ Καππαδοκίας F δαλματίασ καμπανίασ r in Dalmatiis Cass.; ob Δαλματίας, Παννονίας, Δακίας? vgl. S. 101, 6 I 15 αἱ = Tim. B Athan., übergeschrieben V2 ι πᾶσαι Π Tim. πᾶσαν Athan. in universa Africa Cass. ι 16/17 Ἰσαυρίαν καὶ Λυκίαν ~ n ι 17 nach ᾿ισαυρίαν + καὶ Πισιδίαν Tim. ι αἱ Hs Athan. Tim. > BV2NsyF ι κατὰ>y ι λιβύασ BaL Λίβυας A τἀς Λιβύας Athan. Tim. λιβίησ N λιβύην V2HF Libya Cass. ι B ι 18 τιν’ ἀνατολὴν B Athan. Codd. Par. Bas. ἀνατολὴν Tim. ἀνατολὰς V2ryF ι 20 πείρᾳ ἐγνώκαμεν] παραεγνώκαμεν B ι γράμματα = Athan. Τἰm] τὰ γράμματα B — 21 οἴδαμεν Π Cass. οἶδας Athan. Tim. ι κἀν] καὶ L κὰν Ac)

215
ἀντιλλεγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ >οἰκουμένῃ. πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. καὶ ὑπὲρ τοῦ γιγνώσκειν >τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν >Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα κοὶ ὀκτὼ ἐπισκό- >πων ὑποτάξαι. ἔστι δὲ αὕτη ἡ ἐν Νικαίᾳ πίστις·

>Πιστεύομεν εἰς ἕνα θεόν πατέρα παντοκράτορα, πάντων ὁρατῶν >τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἵνα κύριον Ἰησοῦν Χριστόν τὸν >υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ >τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν >ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί δι᾿ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, >τὸν δι’ ἡμὰς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν >κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα >τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι >ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα.