Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

τοὺς δὲ λέγοντας >ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἢν, καὶ ὅτι >οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας >εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία

>Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον >ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις· ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ ᾿Αρειομανῖται, ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες, καὶ ὅτι ἢν ποτε ὅτε οὐκ ἦν, >καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι. διὰ τοῦτο γάρ, καθὰ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν.

οὐ γὰρ ἁπλῶς [*](21—23 vgl. Kol. 1, 23. 2, 4. 1 Tim. 6, 4) [*](B V2 HN (n) + GS (s)= r AL (y) F W [bis 22 ἀποστολικῇ]) [*](1 ἀντιλέγωσι V2nSF Athan. ἀντιλέγουσι BGyTim. ι 5 ὑπὸ = Tim.] ὑπὸ τῶν V2W und Athan., der aber τριακοσίων δέκα καὶ ὀκτὼ ausläßt wie Tim. δέκα ὀκτὼ ι 5/6 ἐπισκόπων = Cass. Athan. Tim.] πατέρων s ι 6 bei Timotheus steht das Symbol hinter θεότητα unten 216, 7 ι 14 κατελθόντα] κατελθόντα ἐκ τῶ)· οὐρανῶν B dcseendit de coelis Cass. (aber de eoelis > Cod. L) κατελθόντα Λαὶ Athan. Tim. ι 15 τοὺς > HGLF, gestrichen in Α ι 17 ὅτι1 BV2HTim. > NsyFW Cass. Athan. ι 20 ἁγία = Cass. > N Athan. Tim. ι 21 ἀναγκαῖον ἐπιμένειν ~ B, Cass. wie ἰῶ Text ι 22 μετακινεῖν = Athan. Tim.] κινεῖν n, movere Cass. ι 25 καὶ ποιητὸς > F ι 25/26 καθὰ προείπαμεν ryF Athan. Codd. Par. Bas. καθὰ προείπομεν Tim. und, ο auf Rasur, V2 sicuti praediximus Cass. καθόπερ εἴπαμεν B)

216
>ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ᾿ ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει >πατρός.