Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»τῷ Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικήτῃ Αὐγούστω ᾿ιοβιανῷ Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώ- που πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαΐδος καὶ Λιβύων ἐπισκοπων.

Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτως γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχεις ἐν χειρὶ θεοῦ καὶ τὴν βασιλείαν μετ’ εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἔπι τελέσεις.

θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ’ ἡβῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [*](11—S. 216, 7 bei Timotheus fr. 182 [Lietzmann, Apollinaris 279] — 216, 7 bei Athanas. PG 26, 813 — 16/17 Prov. 21, 1) [*](* 1—8 Cod. syriac. Br. Mus. Add. 14, 725 f. 190r (= Σ) — 1—S. 216, 16 Cass.) [*](VII 3 — 4—S. 216, 9 Niceph. H. E. X 42) [*](B V2 HN (n) + GS (s) = r AL (y) F W [von 11 an]) [*](1 β am Rand HSS ι βασιλευομένης ὑπ’ αὐτοῦ ~ V2 ι 2 μὲν nur in B ι 3 διαγορεύοντα] κελεύοντα B ι παρεγγυῶντα V2HAc παρεγγυῶν BNsyF > Σ ι 4 ἐκτεθεῖσαν BV2Cass. Σ > ryF ι πίστιν ἐν Νικαίᾳ ~ B ι 5 πρόμαχον] ὑπέρμαχον B ι 6 οἱ BV2 αὐτώ ryF ι 7 λογιμωτέρουσ By λογιωτέρους V2 ἐλλογιμωτέρουσ rNic. ἐλλογικωτέρουσ F ι 9 συμβαίνουσιν B ι 11 γ am Rand BY2yF ι ὑπαγορία τοῦ μεγάλοι· ἀθανασίου sm ι nach Τῷ + μεγάλω καὶ s, Tim. wie im Text ι εὐλαβεστάτῳ] εὐσεβεστάτῳ WTim., piissimo Cass. ι 12 ἰοβιανῶ Y2LW Tim. und, ο auf Rasur, AF ἰωβιανῶ B ἰουβιανῶ r ι 13 λιβύων V2ryF Tim. λιβύησ BW Libyae Cass. ι 14 ἐπίσκοποι y ι 15 προαίρεσις = Cass. Athan. Tim.] πρόσρησις B ι 16 ἔχεις] ἔχοισ n ἕξεις Athan. Tim. habens Cass. ι 17 καὶ τὴν — 18 ἐπιτελέσεις Π Cass. Tim. > Athan. ι 17/18 ἐπιτελέσεις] ἐπιτελέσαισ n διατελέσεις Tim., gubernabis Cass. ι 19 τούτῳ = Tim. ob hoc Cass.] τοῦτο AG τούτοις Athan.)

213
κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο- λοφηθςῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.

ταύτην γὰρ ἀθετήσαντές τινες ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν ὅτι μὴ πει- θόμεθα τῇ Ἀρειανῇ αἱρέσει, αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχι- >σμάτων τῇ καθολικῇ ἐκκλησίᾳ. ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν >κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε καὶ >ἐκ τῶν θείων γραφῶν γιγνωσκομένη τε καὶ ἀναγιγνωσκομένη.

ἐν ταύτῃ >γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν καὶ νῦν ἀναλύσαντές >εἰσιν ἐν κυρίῳ. ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παντὸς ἀβλαβής εἰ μὴ >πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος >γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ’ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ >ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, πολλούς τε ἐν τούτοις >ἡπάτησαν, ὥοτε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφημίᾳ.

καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόν- τες ὡς προεῖπον ἐν τῇ κατὰ Νικαίαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμο- λόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβε- σθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν.

ἢν μὲν οὑν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γιγνωσκομένη τε καὶ κηρυττομένη.