Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ζευγμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα καὶ τοῖς λύκοις μαχόμενος, οὗ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν. ἀλλὰ Τραϊανὸς ὁ πιστότατος στρατηγὸς ἑτέραν ἐδείματο καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν. ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐσέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ ’ Αβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες. [*](7—S. 269, 6 Theodoret. Relig. Histor. PG 82 Ἄβιτος 3. 1332 D. 3. 1324 C. ’Aβραάμης 3. 1336 C. Ἀγαπητὸς καὶ Συμεώνης 3. 1325 C ff Πούπλιος 5. 1352. ’Ακεψεμᾶς 15. 1413. Μαριανός, Εὐσέβιος, Ἀμμιανός 4. 1340 ff. Παλλάδιος 7. 1364. Συμεώνης 6. 1357. ’βραύμης 7. 1365 D. Πέτρος ὁ Γάλ’. 9. 1377. ‘Ρωμανός 11. 1393. Ζήνων 12. 1396. Μωϋσῆς 23. 1456 D. 24. 1460 C]) [*](* 7—S. 269, 6 Niceph. Η. E. XI 41 —13 —19 Cass. VIII 6) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 τὸ ἄστυ περιῄει ~ P ι 4 πρόσφορα] προσφερόμενα B ι 6 ταῖς ἐρημείαισ B ι 7 κθ am Rand HSS ι 8 φιλοσοφίας BV2FSPGmy πολιτείας nG πολτείασ Pm I μὲν] μὲν οὖν B ι χαλκηδέων P ι 9 ἀβρᾶμησ P ι 10 βιατὴν B 11 ἐν δὲ τῇ Ζευγματέων — 12 Παῦλος > B ι δὲ] δέ γε FGP ι 12 καὶ ἄλλοι — 13 συλλέγοντες vor 11 ἐν δὲ τῇ Ζευγματέων ~ Fy 13 δὲ] δέ γε V2 κυρρεστῶν B, Cijrestensium Cass. ι μὲν nur in B ι ἀκεψεμᾶσ PA ἀκεψεμὰσ B Αcepsemas Cass. ἀκεψημᾶσ V2 ἀκεψιμᾶσ FnGSL Nie. Relig. Hist. ι ἐν2 > V2 14 καθεῖρκτο] κάθιρκτοσ B ι χρόνον > B ι ἐβίου ry ι 16 περιείη BP 17 αὐτοῦ nach ἀσκητικὴν ~ V2 Cass. ι 18 ἕτερον B ι 20 ἀμιανόσ GS ι ἀβρᾶμησ P)

269
καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν.

καὶ τὸ ὄρος δὲ τὸ τῇ μεγίστῃ παρακείμενον πόλει λειμῶσι παραπλησίοις ὡράϊστο· καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς καὶ Σευῆρος καὶ Ζήνων, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν ἀγνοούμενοι, παρὰ δὲ τοῦ θεοῦ γινωσκόμενοι.