Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῶ) καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν άσπάζεσθαι, πηνίκα δὲ προτιμᾶν τὰς πόλεις τῆς ἐρημίας.

[*]([κθ΄])

Ησαν δὲ καὶ ἄλλοι κατ’ ἐκεῖνον τὸν καιρὸν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς· ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ Ἄβιτος καὶ Μαρκιανὸς καὶ Ἀβραάμης καὶ ἕτεροι πρὸς τούτοις οὐκ εὐαρίθμητοι, ἐν παθητοῖς σώμασι τὴν ἀπαθῆ βιοτὴν μελετῶντες· ἐν δὲ τῇ Ἀπαμέων χώρᾳ Ἀγαπητὸς καὶ Συμεώνης καὶ Παῦλος· ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος καὶ ἄλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες. ἐν δὲ τῇ Κυρεστῶν, ὁ μὲν πανεύφημος Ἀκεψεμᾶς ἐν οἰκίσκῳ καθεἷρκτο, καὶ ἑξηκοντούτην χρόνον τοῦτον ἐβίω τὸν τρόπον, οὔτε ὁρώμενος οὔτε φθεγγόμενος·