Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν.

τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίξοντα· καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος ἔφη πρὸς αὐτόν· »που σὺ βαδίζεις, εἰπέ«. ὁ δὲ σοφώς ἅμα καὶ προσφόρως· »ὑπὲρ τῆς σῆς«, ἔφη, ἔφη, »προσευξόμενος βασιλείας‘. ἀλλ’ οἴκοι σε μένειν ἐχρῆν‘, ὁ βα- σιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον‘.

ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ· εὖ μάλα, ἔφη, λέγεις, ὤ βασιλεῦ· τοῦτό με δρᾶν ἔδει. κοὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ σωτῆρος τὰ πρόβατα. ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον καὶ πολὺς ἐπικρέμαται κίνδυνος μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη καὶ διασώζειν τὰ θρέμματα, εἰπὲ γάρ μοι«,

ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἐν θαλάμω καθημένη καὶ ταλασίας ἐπιμελουμένη, εἶτα ἐθεασάμην ἐμπεσοῦσαν φλόγα καὶ τὴν πατρῴαν οἰκίαν νεμομένην, τί με δρᾶσαι προσῆκεν εἰπέ μοι; ἔν- [*](* 10—S. 266, 16 Theophan. 62, 28. Polydeulies 404, 20. Exe. Bar. F) [*](B V2 F ΗΝ(n) + GSP(s) = r AL (y)) [*](1 τε > F I 2 ἐκ] διὰ ι 3 ἄστεος V2nPy ι 4 παριὼν Ἀφραάτης ~ V2 ι 7 συσύραν B ι 8 συντόνως ΒV2Ρ συντόμως FnGSy, cekriter Cass. ι 9 οὐ] ὡ B ι ἐζῆρται F ι πρὸς αὐτὸν ἔφη ~ B, dicit εἰ· Cass. ι ποῦ BY-nSP Cod. Nic. ubi Cass. ποῖ FGy ι 10 σὺ > B Cass. Cod. Nic. ι 11 ἐχρῆν B Cod. Nie. oportebat Cass. χρὴ die übr. HSS, vgl. ἔδει Ζ. 14 ι 12 μοναδικὸν B ι 14 με δρᾶν = me facere Cass.] μὲν δρᾶν V2 μαιδραναι B ι 15 ὑπομένει Ρ ι 17 θρέμματα] πρόβατα V2 ι 18 ἐτύγχανον ΗG Relig. Hist. essem Cass. ἐτύγχανον ὥν FNPy Cod. Nic. ἐτύγχανεν οὖσα S ι θαλόμη Ρ ι καθημένη II residens Cass. Relig. Hist. κεκρυμμένη Cod. Nic. ι 19 καὶ ταλασίας ἐπιμελουμένη V2 et ad lanam navi vacans Cass. καὶ τῆς οἰκίασ ἐπιμελουμένη Fry καὶ ἧ ἐν τοῖσ’ ταλόροισ ἐργα- ζομένη κόκκινον ἧ ἔριον ταλασίας ἐπιμελουμένη Β, vgl. Cod. Nic.: καὶ πρὸς ἄτρακτον ἐρείδουσα χεῖρας, καὶ τῖς οἰκείας ταλασίας καθεστῶσα εἰσ’ ἐπιμέλειαν wohl späterer Zusatz, da er in der Relig. Hist. wie bei Cass. u. Michael fehlt ι εἶτα (ειτ᾿ H) ἐθεα- σάμην V2H ἐθεασάμην ἐθεασάμην B ἐθεασάμην δὲ Relig. Hist. videremqiie Cass. εἶτα . . . ἑώρων Cod. Nie. εἶτα θεασαμένη FNsy ι ἐκπεσοῦσαν BP ι 20 νεμομτἐνην ΒV2 ἐμπιπραμένην Fry ι τί με — S. 266, 1 ἐμπιπραμένην > GS ι με > nPL, me Cass. ι προσήκειν NPy, congrueret Cass.)

266
δὸν καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἧ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα; δῆλον ὅτι τοῦτο ἐρεῖς· τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους.

τοῦτο δρῶ νῦν, ὢ βασιλεῦ. σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοί. ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ σιγήσας ἠπείλησεν. εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοιτῶνα, θρασύτερον ἀπειλήοας τῷ θείῳ ἀνδρί, τοιόνδε τι πέπονθε.

Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ· εἴοω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν.

καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον. ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστειλεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας. οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ.

καὶ τούτου δήλου γενομένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Αφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ’ ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν· καὶ τὴν τοῦ ἵππου δὲ θαυμακατὰ μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν.

[*](18/19 Exod. 7, 22)[*](* 4—16 Cod. syriac. Br. Mus. Add. 17, 147 F 142v (= Σ))[*](B V2 F HN (n) + GSP (s) = r AL (y))[*](1 ἐμπιμπραμένην A ι 2 ἐκβολήν BF ι διαθεῖν V2 ι 5 οἰκίαν ἡμῶν ~ B domwn Cass. Cass. ι 6 περιθέωμεν B περιθέωμεν Ρ ι 7 εἶπεν ΒV2 εἰπών Fry, haec illo dicente Cass. ι σιγήσας ἠπείλησεν V2 ἀπειλήσασ ἐσίγησεν BFry interminatus est quidem sed tacuit Cass. interminatiis ὁ et tacuit Σ; ἀπει- λήσας delendum; neque enim Valens quidquam minatus est in Philotheo. potius scribendum σιγήσας ἀπῆλθεν « , unrichtig: nur durch sein Schweigen drohte er, εῖς δὲ . . . θρασύτερον ἀπειλήσας ι 7/8 βασιλικὸν κοιτῶνα = Nic. Cass. Σ] βασιλέα B ι 9 nach εὐθὺς + δἐ P ι 11 πληγεὶς ἲς = Theophan. Polyd.] βλαβεὶσ V2, mente perculsus Csiss. πηρωθεὶς Rel. Hist. ι Β ι καθῆστο ΒV2 ἐκάθητο Fry ι ἐκεῖνον προσμένων~Fry ι 13 οἱ BV2 αὐτῶ Fry ι ἀναλώθη B 14 ὁ βασιλεὺς ἑτέρους ~ V2 ι μελήσεωσ y ι 16 θερμῷ vor τεθνεῶτα ~ B Cass. I δήλου τούτου oo n ι 17 μὲν ΒV2 > Fry ι 18 ἐσκληρύνοντο F 19 υὴν καρδίαν αὐτῶν κατὰ τὸν Φαραώ ~ GS ι ἵππου δὲ B ἱπου δὲ V2 ὁσίου Fry, s. Relig. Eist. 1376 ι 20 μεμαθηκώσ BV2F μαθών ry)
267
[*]([κζ΄])

Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη. ἐπειδὴ γὰρ οἱ τῶ ψεύδει συντεθραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας βωστῆρες, Φλαβιανὸς καὶ Διόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώπων μυριάδας οἰκτεῖραί καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.

καὶ ὅσα μὲν οὕτος καὶ ἀπιὼν καὶ ἐπανιὼν καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυματούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται Ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυχεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν.

ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων· πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά.

ὅτι δὲ καὶ μεγάλα εἰργάσατο θαύματα, μαρτυροῦσι καὶ οἱ τῆς ἀληθείας πολέμιοι. Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν κη] ἐν τοῖς κωνσταντίου καιροῖς Ἀντώνιος ἐκεῖνος ὁ πάνυ. καταλιπὼν [*](1—18 —2 ob. S. 202, 25f — 16/17 vgl. S. Ephraem Hymn. I De Juliane Saba ed. Lamy t. III p. 840 — — S. 268, 3 vgl. Athanas. Tita S. Antonii 69) [*](* — S. 268, 3 Exe. Trip. [Polydeukes 404, 25. Exe. Bar. F 220r. Theophan. 62, 26]. Michael Syr. VII] 7 S. 303. — 1—S. 268, 6 Cass. VIII 5) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 κζ am Rand HSS ι δὲ] γε F ι πανύμντοσ V2 ι 2 κατέλειπεν B ι 5 ἰσχυρίζοντο BV2 διισχυρίζοντο Fry ι σφετέρας BV2 αὐτῶν Fry ι 6 εἶναι > F ι 7 Λαὶ1] τε καὶ n ι Ἀκάκιόν: οὗτός ἐστιν ἀκάκιοσ ὁ εἰσ’ ὕστερον ἐχθρὸς καὶ πολέμιος γεγονὼς τοῦ τιμίου πρݲσݲ ἡμῶν ιωݲ τοῦ am Rand A ι 8 σαφῶς BS ι βεροιαίων BV2SPL βερυαίων G βεροιέων n βεροιαίαν F Βέροιαν A ι ἰθύνοντα F ι 11 κηρύγματα βεβαιῶσαι ~ Fry ι 12 καὶ ἀπιὼν zweimal, das erste gestrichen A ι ἀπιὼν καὶ ἐπανιὼν] ἐπανιὼν καὶ ἰὼν n, veniens et revertens Cass. ι δὲ] μὲν B ι 13 μῶ; FN ι ᾗ > V2 ι 15 ἐνδοιάζειν V2nSP ἐνδυάζειν BFGy ι 17 ἓλκειν] ἐκεῖνα F ι 18 καὶ > B, etiam Cass. ι 19 κݲηݲ am Rand HSS ι τοῦτο δὲ] τοῦτο BV-, hoc enim Cass. ι 20 κωνσταντίου V2Fr Nic. Constantii Cass. κωνσταντίνου By ι ἐκεῖνος BV2 > Fry Cass. ι πάνυ) μανύνητοσ B πανεύφημοσ F, magnus Cass.)

268
γὰρ τὴν ἔρημον ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας ὡς τῆς ἀποστολικῆς διδασκαλίας Κήρυξ ἐστὶν Ἀθανάσιος καὶ ὡς ἀντίπαλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας.

οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῶ) καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν άσπάζεσθαι, πηνίκα δὲ προτιμᾶν τὰς πόλεις τῆς ἐρημίας.

[*]([κθ΄])

Ησαν δὲ καὶ ἄλλοι κατ’ ἐκεῖνον τὸν καιρὸν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς· ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ Ἄβιτος καὶ Μαρκιανὸς καὶ Ἀβραάμης καὶ ἕτεροι πρὸς τούτοις οὐκ εὐαρίθμητοι, ἐν παθητοῖς σώμασι τὴν ἀπαθῆ βιοτὴν μελετῶντες· ἐν δὲ τῇ Ἀπαμέων χώρᾳ Ἀγαπητὸς καὶ Συμεώνης καὶ Παῦλος· ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος καὶ ἄλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες. ἐν δὲ τῇ Κυρεστῶν, ὁ μὲν πανεύφημος Ἀκεψεμᾶς ἐν οἰκίσκῳ καθεἷρκτο, καὶ ἑξηκοντούτην χρόνον τοῦτον ἐβίω τὸν τρόπον, οὔτε ὁρώμενος οὔτε φθεγγόμενος·

Ζευγμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα καὶ τοῖς λύκοις μαχόμενος, οὗ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν. ἀλλὰ Τραϊανὸς ὁ πιστότατος στρατηγὸς ἑτέραν ἐδείματο καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν. ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐσέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ ’ Αβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες. [*](7—S. 269, 6 Theodoret. Relig. Histor. PG 82 Ἄβιτος 3. 1332 D. 3. 1324 C. ’Aβραάμης 3. 1336 C. Ἀγαπητὸς καὶ Συμεώνης 3. 1325 C ff Πούπλιος 5. 1352. ’Ακεψεμᾶς 15. 1413. Μαριανός, Εὐσέβιος, Ἀμμιανός 4. 1340 ff. Παλλάδιος 7. 1364. Συμεώνης 6. 1357. ’βραύμης 7. 1365 D. Πέτρος ὁ Γάλ’. 9. 1377. ‘Ρωμανός 11. 1393. Ζήνων 12. 1396. Μωϋσῆς 23. 1456 D. 24. 1460 C]) [*](* 7—S. 269, 6 Niceph. Η. E. XI 41 —13 —19 Cass. VIII 6) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 τὸ ἄστυ περιῄει ~ P ι 4 πρόσφορα] προσφερόμενα B ι 6 ταῖς ἐρημείαισ B ι 7 κθ am Rand HSS ι 8 φιλοσοφίας BV2FSPGmy πολιτείας nG πολτείασ Pm I μὲν] μὲν οὖν B ι χαλκηδέων P ι 9 ἀβρᾶμησ P ι 10 βιατὴν B 11 ἐν δὲ τῇ Ζευγματέων — 12 Παῦλος > B ι δὲ] δέ γε FGP ι 12 καὶ ἄλλοι — 13 συλλέγοντες vor 11 ἐν δὲ τῇ Ζευγματέων ~ Fy 13 δὲ] δέ γε V2 κυρρεστῶν B, Cijrestensium Cass. ι μὲν nur in B ι ἀκεψεμᾶσ PA ἀκεψεμὰσ B Αcepsemas Cass. ἀκεψημᾶσ V2 ἀκεψιμᾶσ FnGSL Nie. Relig. Hist. ι ἐν2 > V2 14 καθεῖρκτο] κάθιρκτοσ B ι χρόνον > B ι ἐβίου ry ι 16 περιείη BP 17 αὐτοῦ nach ἀσκητικὴν ~ V2 Cass. ι 18 ἕτερον B ι 20 ἀμιανόσ GS ι ἀβρᾶμησ P)

269
καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν.

καὶ τὸ ὄρος δὲ τὸ τῇ μεγίστῃ παρακείμενον πόλει λειμῶσι παραπλησίοις ὡράϊστο· καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς καὶ Σευῆρος καὶ Ζήνων, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν ἀγνοούμενοι, παρὰ δὲ τοῦ θεοῦ γινωσκόμενοι.