Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος· ὢ τῆς ὑμετέρας δυναστείας, ὢ θεράποντες τοῦ Χριστοῦ, πανταχόθεν παρ’ ὑμῶν ἐληλάμέθᾳ ἀπὸ πόλεων καὶ κωμῶν ἀπὸ ὀρέων καὶ βουνῶν, ἀπὸ τῆς οἱκητόρων ἐστερημένης ἐρήμου.

ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν, καὶ τῆς ἐλπίδος ἐψεύσθημεν· ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ’ ἵνα ἡμᾶς δι’ ὑμῶν ἐξελάσωσιν. ἀφιστάμεθα καὶ τῆς νησῖδος· ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτῖσι βαλλόμεθα«.

ταῦτα λέγοντες καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο. ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο- [*](2—S. 249, 10 vgl. Rufin. ebd. 1007, 5 [Georg. Mon. 554, 15]. Sozomen. VI 20, 6—10. q Socrat. IV 24, 12—17 — 11/12 Act. 16, 16—17) [*](B V2 HN(n) + GSP [P bis18 ὑμᾶς ἐξέ] (s) = r AL (y) F) [*](1 τε > nGS ι 1/2 nach καθώρμιστο + ὃν r ι 2 ὁ δύστηνος ἐθήλασεν καὶ τρισάθλιος BN2F ὁ δύστηνος καὶ τρισάθλιος ἐδίωξε r ὁ δύστηνος ἐκεῖνος καὶ τρισάθλιος ἐδίωξε j infelix Lucius expulit Cass. ι 3 ἡγούμενος P ι τε > GS ι 4 γε] δὲ s > ny ι καὶ1 > V2Cass. ι ἠρίδωρον V2 Isidorum Cass. ι 5 ἐξαγαγών] ἐξήγαγον καὶ B, eiieiens Cass. ι 6 δεξαμένην zweimal, das erste expungiert V2 ι 7 πορθμείου nPyF πορθμίου BN2GS ι προσπελάσαντος GS ι ἐκείνων yF ι 10 ἀκτὴν] αὐτὴν Ρ ι ᾗ τὸ πορθμεῖον] πρὸς τὸ πορθμεῖον ἔνθαF ι ἦ BV2 εἰσ’ ἥν ry ι πορθμεῖον nPyF πορθμίον ΒV2GS ι 11 γλώσση y ι κεχρημένος B ι χρησάμενος τῆς κόρης τῇ γλώττῃ ~ V2 ι δι’ αὐτῆς BV2A διὰ ταύτης rAsLF ι > y ι 15 ὀρέων ὀρῶν ΒV2 ι 18 γὰρ > Ρ ι 22 κατέβαλεν, ε auf Rasur, V2 ι 23 ἀνέστησεν Bn suscitavit Cass. ἀνέστησαν V2syF)

249
νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν· οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν.

καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμενος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτῖσι καταυγασθέντες τῆς τοῦ παναγίου βαπτίσματος ἠξιώθησαν χάριτος.

τούτων ἐν τῶ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός· οὕτω δείοας ὁ Λούκιος τὸν τῆς πόλεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια.

Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν· σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα. ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσω, κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ.