Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Διηγήσομαι δὲ καὶ τῆς τούτων πίστεως τὸ θερμόν τε καὶ ἀκραιφνές, ἀδικεῖν νομίζων εἰ μὴ διὰ τῆς συγγραφῆς ἀείμνηστος γένοιτο. ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνη,, γυμνώσαντες, ἕτερον ἀντ’ ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν. οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπονος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλησιαστικὸν συνήθως ἀφίκετο σύλλογον· μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδενὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι ποiλῇ. ἐρῶ δὲ καὶ τούτου τεκμήριον.

Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος ἀναπετάσαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ τοὺς πάντας κοινωνῆσαι προσέταξε. ταὐτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε. λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδών συμμετασχεῖν τῶν θερμῶ, ὑδάτων ἐκέλευσεν· οἱ δὲ σιγῶντες εἱστήκεισαν. ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβών, θᾶττον ἀναβὰς ἐξελήλυθεν.

οἱ δὲ τοῦ τῆς αἱρέσεως ἄγοις καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν. τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχουσαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.

[*](B V2 HN(n) + GSP(s) = r AL (j) F)[*](1 πάντας B ι 3 καὶ > n ι 5 ιε am Rand BV2s ι 7 ἐπειδὴ: ιε am Rand ny ι 8 προυβάλλοντο yF ι 10 κομῶν] κωμῶν BG, ο auf Rasur V2 μάμπων n ι 12 ἀφίκοντο V2 ι 13 ὁρῶντεσ B ι λόγων n ι μεταδιδόντος λόγου ~ V2 ι 14 τούτου] τοῦτο τὸ V2 cuius rei hoc. probatur indicium Cass. ι 17 τοὐ] οἱ V2 ι 18 τούς πάντας B omnes Cass. > V2ryF, τὼ βουλμένῳ Nic. ι κοινωνῆσαι BV2 κοινωνεῖν ryF Nic. ι ταὐτὸ δὲ τοῦτο = hoc idem Cass.] τοῦτο δὲ B τὸ ἴσον δὲ Nie. ι 19 ἐποίησεν B ι λουομένου γὰρ αὐτοδαῆ, V2, lananti sibi Cass. 20 ἐκέλευσεν] προσέταξεν V2 ι 21 εἱστήκεισαν] ἑστήκεσαν B in εἱστήκεσαν corr. V2, s. S. 239, 23 ι τὴν στάσιν τιμὴν ~ L ι ἀναβάς V2nSF ascendens Cass. ἀναστάς BGPy,vgl. Polyd. u. Exe. Bar. ἡνίκα . . . ἀνῆλθεν ι 22 μετεσχηκέναι] μετεσχηματηκέναι B ι 23 τοῖς ὑπονόμοις μὲν ~ B ι 24 προσέταξ//// V2 ι 20 καὶ > yF, κοινὴν übergeschrieben Ac)
236

Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος οὕτω γὰρ ὠνομάζετο), Λούκιον αὐτοῖς ἀντ’ ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον. ἀλλὰ καὶ ποιμένος ἔρημα ὄντα τὰ πρόβατα τὰ ποιμένων εἰργάζετο· διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον.

ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα, διήγημα.

Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν οφαῖραν ἀλλήλοις ἀντέπεμπον.

τερπόμενα τῇ παιδιᾷ τούτου δὲ παριόντος. συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν. οἱ δὲ ἀνωλόλυξαν, μύσους ἀναπλησθῆναι τὴν σφαῖραν ὑπειληφότες· ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι καὶ γνῶναι τὸ δρώμενον.

οἱ δὲ παῖδες πῦρ ἀνάψαντες καὶ τὴν σραῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον καὶ οἶδα μὲν ὡς μειρακιῶδες τοῦτο καἰ τῆς παλαιᾶς λείψανον συνηθείας· ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν.