Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξάμενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον [*](* 3—S. 237, 17 Niceph. H. E. XI 21 4—9 Cass. VII 14—8, 237, 17 Ciiss. VII IG —16 —21 Cod. syriac. Br. Mus. Add. 12,155 F 111 r. Polydeukes 402, 23 — 23—S. 236, 13 Polydeukes 402. 18. 404,2. Theophan. 59, 13. Exe. Bar. Michael Syr. VIII 7 S. 295) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 Οὕτω: ιγ am Rand HSS ι 2 βραχέως Ρ ι 3 ὠμοσμένων BNF ὀμοσμένων GA ι μὲν > B [4 θεῖον = Nie] μέγαν B, smictum Cass. ι 5 λαοδικείασ V2 ι 6 μὲν > P ι 10 τὰς übergeschrieben Ac ι ἐν > B ι ἑ ἑαυτῷ] ἑαυτῆ GS ι 11 εἵνεκα V2syF ι 12 αἱ > B, nach πολιτείας übergeschrieben V2 ι 13 ἀλλὰ: ἰδ’ am Rand B ι εἰς2 — U Μελέτιον > P ι 14 γε > ΒΡ ι 15 τὸν τοῖσ’ B τοῖσ’ τοῖσ τὸν rvF ι περιρεόμενον BV2GS περιραιόμενον Ρ ι 16 Οὕτος: ἰδ’ am Rand yF ι πολλοὺς B ι 18 καὶ1 > n Cass. Polyd. ι περιείη BP ι 20 vor ἐπισκόπων + τῶν V2 ι ὁμογνώμων B ι 20/21 ἐπέτυχεν ὁμογνωμόνων ~ L ι 21 προβάλλετο B ι 22 τε nur in B ι καὶ σοφίαν = Cass. > yF ι 23 ἐκέλευεν B praecipiebat Cass. ἐκέλευσεν V2ryF)

234
οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν. ἀφίκετο μὲν γὰρ ὁ τοῦτον κομίζων τὸν νόμον περὶ δείλην ὀψίαν· ὁ δέ οἱ σιγῆσαί τε παρηγγύησε καὶ κρύψαι τῆς ἀφίξεως τὴν αἰτίαν.

εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν , ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας«. ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων· εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων.

καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην (παρ᾿ αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν. ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἢν καὶ θρήνων μεστά.

τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσήκει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποιμένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο.

ἐπειδὴ δὲ ἀφίκοντο καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες καὶ πηγὰς δακρύων προχέοντες πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα.

ἐπειδὴ δὲ οὐκ ἔπεισαν ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον ὃς διαγορεύει σαφῶς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι) οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἀργύριον, ἄλλοι δὲ ἐσθῆτα, ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ ἑκὰς κειμένην ἀπαίροντι γῆν.

ὁ δὲ σμικρά τινα παρὰ τῶν γνωριμωτέρων λαβὼν καὶ διδασκαλίαις [*](2 vgl. Basil. Epist. 243, 2 PG 32, 905 A — 21 Tit. 3, 1) [*](B V2 HN(n) + GSP(s) = r AL (y) F) [*](2 οἱ V2 αὐτῶ iLF αὐτώ καὶ A > B ι παρεγγύησεν B παρέγγύησε V2 4 κατακοντιοῦσιν BV2 καταποντιοῦσιν ryF, interimet Cass. ’de peur que le peuple . . . ne le « Michael ι 1) παρ’ αὐτώ — 10 τῶ περιβόλῳ yF, juxta ipsos nmros Cass. ι ἄστεως BP, ο auf Rasur V2F ἄστεοσ nGSy ι 10 πορθμείου Η πορθμίου BV2 πορθμίω s πορθμείῳ NyF ι 11 προσέταξεν] παρηγγύησε y ι ἡμέρας — 12 κατέλαβεν BV2 Cass. > ryF ι 12 γεναμένησ B ι 15 ὀλοφύρωντο B ingemiscebant Cass. ὠλοφύραντο, aber α scheint aus ο corr., V2 ι 17 ποιμένα εἶδον cvD B ι 18 μὲν > B ι 19 πρόβατα BrNic. ores Cass. θρέμματα V2BmyF ι 20 δὲ2] γὰρ B ι ἀναγιγνώσκοντα B ι 22 ἤνεγκαν B, obiulerunt Cass. ἄργυρον n ι ἄλλοι δὲ BV2 οἱ δὲ ryF ι αἰσθητὰ B ι 23 ὥς εἰς ξένην > yF, am Rand Ae ι καὶ] τὴν L ι ἑκὰς κειμένην yF κεκακισμένην B πόρρω κειμένην T ἀπῳκισμένην V2 tanquani ad ’percgrinam et exlraneam propcranti terram Case.)

235
ἅπαντας καὶ προσευχαῖς καθοπλίσας καὶ τῶν ἀποστολικῶν ὑπερμαχεῖν δογμάτων παρεγγυήσας ἐπὶ τὸν Ἴστρον ἀπῆρεν. οἱ δὲ τὸ σφέτερον ἄστυ καταλαβόντες καὶ ἀλλήλους παραθήξαντες, προσέμενον τῶν λύκων τὰς προσβολάς.