Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς ᾿Αντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν ᾿Αντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε.

τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν καὶ τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρεσβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας· »ἡμεῖς«, ἴφη, »ὠ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὔτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι τοιγάρτοι εἰπέ μοι ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν«.

τούτοις ὁ πρεσβύτης [*](5 vgl. Matth. 21, 13 mit Parall. (Jer. 7, 11) — 60. 10 vgl. Act. 20 29) [*](* 10—S. 231, 20 Georg. Mon. .537, 15) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ἅπερ = Datnasc. Σ] ἅπερ ἐκεῖνοι B quae ipsi Cass. ι 3 λητώϊοσ BGPm Theophan. λητόϊοσ V2nSPF Haeret. Fabul. λιτόϊοσ y Damasc, ι auf Rasur V2 Λιτώϊος Tim. Photius Litoius Cass. ι μελιτηνῶν V2HS μελιτι///νῶν, ι aus η corr., B μελετηνῶν F μελιτινῶν die übr. HSS ι 4 κοσμούμενος = Damasc. Cass.] κινούμενοσ L I 6 ἐκ > B ι δὲ Fs ι 6/7 ὁ πανεύφημος ἀμφιλόχιοσ y ι 10 ποίμνια vor 9 τῆς λώβης ~ L ι 10/11 τῖς Ἀντοχέων ἀρχιερεύς = Damasc. Cass. Σ] ὅτε τῆς ἀντιοχέων ἀρχιερεὺς ἐγεγόνει y ι 11 αἰδέσση B ἐδέση SP ι διάγειν > V2 ι 12 ἐγχριπτομένουσ ryF ἐγχριπτομένοισ B ἐγχριμπτομένουσ V2 ι nach ἰὸν + ἰδὼν P ι 13 τε > BF Damasc. ι τὴν1 > BA Damasc. ι 14 u. 7 ἔφησε n ι 15 nach μάρτυρας + ἔφη V2 Damasc. Cass. wie im Text 16 τε > yF ι καὶ πλησίον — κελεύσας = Damasc. Cass. Σ > yF ι 18/10 ἐγνώκαμεν P ι 21 πνευματικωτέρωσ y, σ in ν corr. Ao ι 22 vor ὅπως + καὶ SP)

231
ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καἰ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν. ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν· τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινήσεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σᾶ,μα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης. οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ καὶ τὴν τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ.

οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν καὶ γυμνῶσαι παρασκευάσας τὰ θανατικὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην· πεπαλαιωμένε ἡμερῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα καὶ οὐκ ἐγώ· τὰ δὲ χείλη σου καταμαρτυρησαι σου«. δήλης δὲ ταύτης τῆς νόσου γεγενημένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν καὶ ταύτην τῆς λώβης ἐνέπλησαν.