Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν [*](16/17 Susanna 52 — 17/18 Hiob 15, 6) [*](B V2 HN(n) + GSP(s) = r AL (y) F) [*](1 κεκρυμμένον = Damasc. Georg.] ἐνκεκρυμμένον B, quocl celabat Cass. 2 ὠφέλειαν Bry Damasc. Georg. τὶν ὠφέλειαν V2F ι 3 ἐγγίνεσθαι BV2S Damasc. Georg. γίνεσθαι ’yF, accedere Cass. ι μόνον V ι 5 οὕτω δὴ = Damasc. Georg. Cass. Σ > y ι 6 δὲ > Ρ ι 7 ἐπιφοιτᾶν B Damasc. advenire Cass. ἐπιφοιτᾶ V2ryF Georg. ι ἅγιον B = Cass. ι 8 Λαὶ BV2 Damasc. Georg. > ryF ι 10 ἀπαλλάττειν B = Cass. ἀπαλλάττον ο corr. V2, ων Ρ) V2ryF Damasc. ι 11 εὐτάκτωσ V2 ι 14 τοῖς > B ι 15 παρασκεάσασ B ι 15/16 τὰ θανατικὰ νάματα B τὰ νάματα V2rF τὰ δυσσεβῆ νάματα y τὰ νοήματα Damasc, et eins pocida cunctis examinanda producens Cass. ι 17 ἐλέγξαι σε nGLF ἐλέγξαι σε B ἔλεγξαί σε SP ἐλέγξει σε V2 ἐνέλεγξαί σε Α ἤλεγξέ σε Damasc. Georg, increpcuit te Cass. ι 18 καταμαρτυρήσαι σου V2nGP καταμαρτυρῆσαί σου y καταμαρτυρήσαισάν σου BSF κατεμαρτύρησάν σου Damasc. καταμαρτυροῦσί σου Georg, testantur adversum ie Cass.; vielleicht hat Theod. 17/18 (wie Georg. Cass.) nicht örthlich citieit (s. Z, 17 οὐ statt μὴ LXX) u. haben die Abschreiber nach ihren Bibeln corrigiert? ι δὲ ταύτης ἦς r δὲ /////// τῆσ V2 δὴ τὰ τῆς B δὲ τῆς F δῆτα τῆς y; cumque hic languor Cass. τῆς . . . νόσω ταύτης Georg. ι 21 ιβ am Rand BV2r)

232
ἐπιδείξω. ὁ γὰρ βάλῃς τὴν βασιλείαν παραλαβὼν τοῖς ἀποστολικοῖς τὰ πρῶτα δόγμασιν ἐκοσμεῖτο. τῶν δὲ Γότθων τὸν Ἴστρον διαβάντων καὶ τὴν Θρᾴκην ληϊζομένων, στρατιάν τε συναθροῖσαι καὶ στρατεῦσαι κατ’ αὐτῶν ἐβουλεύσατο.

ἔδοξε δὲ αὐτῷ μὴ γυμνὸν τῆς θείας παρατάξασθαι χάριτος, ἀλλὰ τῇ τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον. καὶ τοῦτο μὲν εὑ γε ἔδοξε καὶ μάλα σοφῶς· τὸ δὲ μετὰ τοῦτο πολλὴν τῆς ψυχῆς μαλακίαν καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ.

τὸ γὰρ ὅμοιον πέπονθεν ὁ ταλαίπωρος πάθος Ἀδὰμ τῷ προπάΤορι. τοῖς γὰρ τῆς ὁμόζυγος λόγοις καὶ οὕτος καταθελχθεὶς ἐξηνδραποδίσθη, καὶ γέγονεν οὐ δορυάλωτος, ἀλλ ἀπατηλῶν καὶ γυναικείων ῥημάτων ὑπήκοος.

τῆς γάρ τοι ᾿ Αρειανικῆς ἐξαπάτης ἐκείνη πρότερον θήραμα γενομένη συνεθήρευσε καὶ τοῦτον, καὶ οὑν αὐτῇ πεσεῖν εἰς τὸ τῆς βλασφημίας ἀνέπεισε βάραθρον. ἡγεῖτο δὲ ξεναγῶν καὶ μυσταγωγῶν ὁ Εὐδόξιος · αὐτὸς γὰρ ἔτι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ ἰθύνων ἀλλὰ βαπτίζων τὸ σκάφος.