Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος ἐπισκήψασα,, αὐτόσε τὴν λύμην ταύτην μαθών, ἐξανέστησε πάλιν καὶ τὰ ὑπ’ αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια,

Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς ᾿Αντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν ᾿Αντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε.

τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν καὶ τοὺς μάρτυρας ψεύδεσθαι· τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρεσβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας· »ἡμεῖς«, ἴφη, »ὠ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὔτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστάμενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι τοιγάρτοι εἰπέ μοι ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν«.

τούτοις ὁ πρεσβύτης [*](5 vgl. Matth. 21, 13 mit Parall. (Jer. 7, 11) — 60. 10 vgl. Act. 20 29) [*](* 10—S. 231, 20 Georg. Mon. .537, 15) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ἅπερ = Datnasc. Σ] ἅπερ ἐκεῖνοι B quae ipsi Cass. ι 3 λητώϊοσ BGPm Theophan. λητόϊοσ V2nSPF Haeret. Fabul. λιτόϊοσ y Damasc, ι auf Rasur V2 Λιτώϊος Tim. Photius Litoius Cass. ι μελιτηνῶν V2HS μελιτι///νῶν, ι aus η corr., B μελετηνῶν F μελιτινῶν die übr. HSS ι 4 κοσμούμενος = Damasc. Cass.] κινούμενοσ L I 6 ἐκ > B ι δὲ Fs ι 6/7 ὁ πανεύφημος ἀμφιλόχιοσ y ι 10 ποίμνια vor 9 τῆς λώβης ~ L ι 10/11 τῖς Ἀντοχέων ἀρχιερεύς = Damasc. Cass. Σ] ὅτε τῆς ἀντιοχέων ἀρχιερεὺς ἐγεγόνει y ι 11 αἰδέσση B ἐδέση SP ι διάγειν > V2 ι 12 ἐγχριπτομένουσ ryF ἐγχριπτομένοισ B ἐγχριμπτομένουσ V2 ι nach ἰὸν + ἰδὼν P ι 13 τε > BF Damasc. ι τὴν1 > BA Damasc. ι 14 u. 7 ἔφησε n ι 15 nach μάρτυρας + ἔφη V2 Damasc. Cass. wie im Text 16 τε > yF ι καὶ πλησίον — κελεύσας = Damasc. Cass. Σ > yF ι 18/10 ἐγνώκαμεν P ι 21 πνευματικωτέρωσ y, σ in ν corr. Ao ι 22 vor ὅπως + καὶ SP)

231
ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καἰ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν. ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν· τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινήσεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σᾶ,μα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης. οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ καὶ τὴν τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ.

οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν καὶ γυμνῶσαι παρασκευάσας τὰ θανατικὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην· πεπαλαιωμένε ἡμερῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα καὶ οὐκ ἐγώ· τὰ δὲ χείλη σου καταμαρτυρησαι σου«. δήλης δὲ ταύτης τῆς νόσου γεγενημένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν καὶ ταύτην τῆς λώβης ἐνέπλησαν.

Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν [*](16/17 Susanna 52 — 17/18 Hiob 15, 6) [*](B V2 HN(n) + GSP(s) = r AL (y) F) [*](1 κεκρυμμένον = Damasc. Georg.] ἐνκεκρυμμένον B, quocl celabat Cass. 2 ὠφέλειαν Bry Damasc. Georg. τὶν ὠφέλειαν V2F ι 3 ἐγγίνεσθαι BV2S Damasc. Georg. γίνεσθαι ’yF, accedere Cass. ι μόνον V ι 5 οὕτω δὴ = Damasc. Georg. Cass. Σ > y ι 6 δὲ > Ρ ι 7 ἐπιφοιτᾶν B Damasc. advenire Cass. ἐπιφοιτᾶ V2ryF Georg. ι ἅγιον B = Cass. ι 8 Λαὶ BV2 Damasc. Georg. > ryF ι 10 ἀπαλλάττειν B = Cass. ἀπαλλάττον ο corr. V2, ων Ρ) V2ryF Damasc. ι 11 εὐτάκτωσ V2 ι 14 τοῖς > B ι 15 παρασκεάσασ B ι 15/16 τὰ θανατικὰ νάματα B τὰ νάματα V2rF τὰ δυσσεβῆ νάματα y τὰ νοήματα Damasc, et eins pocida cunctis examinanda producens Cass. ι 17 ἐλέγξαι σε nGLF ἐλέγξαι σε B ἔλεγξαί σε SP ἐλέγξει σε V2 ἐνέλεγξαί σε Α ἤλεγξέ σε Damasc. Georg, increpcuit te Cass. ι 18 καταμαρτυρήσαι σου V2nGP καταμαρτυρῆσαί σου y καταμαρτυρήσαισάν σου BSF κατεμαρτύρησάν σου Damasc. καταμαρτυροῦσί σου Georg, testantur adversum ie Cass.; vielleicht hat Theod. 17/18 (wie Georg. Cass.) nicht örthlich citieit (s. Z, 17 οὐ statt μὴ LXX) u. haben die Abschreiber nach ihren Bibeln corrigiert? ι δὲ ταύτης ἦς r δὲ /////// τῆσ V2 δὴ τὰ τῆς B δὲ τῆς F δῆτα τῆς y; cumque hic languor Cass. τῆς . . . νόσω ταύτης Georg. ι 21 ιβ am Rand BV2r)

232
ἐπιδείξω. ὁ γὰρ βάλῃς τὴν βασιλείαν παραλαβὼν τοῖς ἀποστολικοῖς τὰ πρῶτα δόγμασιν ἐκοσμεῖτο. τῶν δὲ Γότθων τὸν Ἴστρον διαβάντων καὶ τὴν Θρᾴκην ληϊζομένων, στρατιάν τε συναθροῖσαι καὶ στρατεῦσαι κατ’ αὐτῶν ἐβουλεύσατο.

ἔδοξε δὲ αὐτῷ μὴ γυμνὸν τῆς θείας παρατάξασθαι χάριτος, ἀλλὰ τῇ τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον. καὶ τοῦτο μὲν εὑ γε ἔδοξε καὶ μάλα σοφῶς· τὸ δὲ μετὰ τοῦτο πολλὴν τῆς ψυχῆς μαλακίαν καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ.

τὸ γὰρ ὅμοιον πέπονθεν ὁ ταλαίπωρος πάθος Ἀδὰμ τῷ προπάΤορι. τοῖς γὰρ τῆς ὁμόζυγος λόγοις καὶ οὕτος καταθελχθεὶς ἐξηνδραποδίσθη, καὶ γέγονεν οὐ δορυάλωτος, ἀλλ ἀπατηλῶν καὶ γυναικείων ῥημάτων ὑπήκοος.

τῆς γάρ τοι ᾿ Αρειανικῆς ἐξαπάτης ἐκείνη πρότερον θήραμα γενομένη συνεθήρευσε καὶ τοῦτον, καὶ οὑν αὐτῇ πεσεῖν εἰς τὸ τῆς βλασφημίας ἀνέπεισε βάραθρον. ἡγεῖτο δὲ ξεναγῶν καὶ μυσταγωγῶν ὁ Εὐδόξιος · αὐτὸς γὰρ ἔτι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ ἰθύνων ἀλλὰ βαπτίζων τὸ σκάφος.

τότε δὴ οὖν παρ’ αὐτὸν τῆς μυήσεως τὸν καιρὸν ὅρκοις δεσμεῖ τὸν τρισάθλιον, ὥστε καὶ τῇ τοῦ δόγματος δυσσεβείᾳ προσμεῖναι, καὶ τοὺς τἀναντία φρονοῦντας πάντοθεν ἐξελάσαι. [*](9/10 vgl. Synops. 60, S. Zonar. XIII 16, 1 S. 76, 1—14 vgl. Sozomen. VI 6, 10 Socrat. IV 1, 6) [*](* 1—S. 233, 3 Cass. VII 13 — 8—19 Cod. syriac. Br. Mus. Add. 17,147 F 143r (= Σ) —9 —19 Theophan. 57, 3. Polydeukes 390, 6. Exe. Bar. F. 221r) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 γᾶρ : ἡ am Rand yF ι οὐάλησ s ι 2/3 διαβατῶν τὸν Ἴστρον ~ n ι 3 τε > GyF ι συναθροῖσαι καὶ] συναθρόισασ y ι 4 κατ’ αὐτῶν στρατεῦσαι ~ B ι δὲ BV2s οὑν nyF ι αὐτῷ] αὐτὸν L αὐτῶν B ι 5 χάριτος παρατάξασθαι ~ BP ι 6 σοφῶς HSF, ο auf Rasur, V2 sapienter Cass. σαφῶς BNGPy 8 ὅμοιον] ὁμοιούσιον P i 9 ὁμόζυγοσ B ὁμοζύγου V2ryF, vgl. S. 75, 16 u. 19 189, 19 ι 10 δοριάλωτοσ BV2 ι nach δορυάλωτος + μόνον n, Cass. Σ wie im Text ι ἀλλ’] ἀλλὰ καὶ n ι 11 καὶ > V2r ι ῥηματίων F ι ὑπήκοσ V2 τοι] τῆς F > y ι 12 γενομένη ο auf Rasur Ac) A γεναμένη B ι 12/13 καὶ τοῦτον συνεθήρευσεν ~ L ι 13 καὶ > F ι ἀνέπεσε A ι 14 ξεναγωγῶν s ι ὁ > B ι 15 ἐκκλησίας BCass. Σ > V2ryF ι 16 ἰθύνων B ἰ//θύνων V2 εὐθύνων ryF ι βαπτίζων] ποντίζων B, vgl. Theodoret. de Provid. Orat. VI PG 83, 648 C ι οὑν = ergo Cass. Σ > yF 1 18 προσμεῖναι] παραμεῖναι yF ι φρονοῦντασ ryF sapientes Cass. πρεσβεύοντασ B ἀντιπρεσβεύοντασ V2, vgl. vgl. z. B. unten S. 247, 3 ι 18/19 πάντοθεν = Cass. Σ] πάντας L)

233
Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς [*]([γ΄]) ἐναντίας μερίδος ἐγένετο· καὶ βραχέος διεληλυθότος χρόνου τὰ λειπόμενα τῶν ὀμωμοσμένων ἐπλήρωσεν.

ἐξήλασε μὲν γὰρ ἐκ τῆς Ἀντιόχου τὸν μέγαν Μελέτιον, ἐκ δὲ Σαμοσάτων τὸν θεῖον Εὐσέβιον, Λαοδίκειαν δὲ Πελαγίου τοῖ θαυμασίου ποιμένος ἐστέρησεν· ὃς ἐδέξατο μὲν νέος ἰὸν τὸν τοῦ γάμου ζυγόν, ἐν αὐτῇ δὲ τῇ παστάδι. τῇ πρώτῃ τῶν γάμων ἡμέρᾳ, τὴν ἁγνείαν ἔπεισε ἦς κοινωνίας προτιμῆσαι τὴν νύμφην καὶ φιλοστοργίαν ἀδελφικὴν ἀντὶ γαμικῆς συναφείας ἔχειν αὐτὴν ἐξεπαίδευσεν.

οὕτω μὲν δὴ τὴν σωφροσύνην κατώρθωσεν. εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ἐν ἑαυτῷ οὑν αὐτῇ χορευούσας· οὑ δὴ ἕνεκα ψήφῳ κοινῇ τὴν προεδρίαν ἐδέξατο.

ἀλλ’ ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτίνες κατῄδεσαν τὸν τῆς ἀληθείας πολέμιον· ἀλλὰ τοῦτον μὲν εἰς τὴν Ἀραβίαν ἐξέπεμψεν, εἰς δὲ τὴν ᾿ Αρμενίαν τὸν θεῖον Μελέτιον, εἰς δέ γε τὴν Θρᾴκην Εὐσέβιον τὸν τοῖς ἀποστολικοῖς ἱδρῶσι περιρρεόμενον.

Οὑτος γὰρ πολλὰς τῶν ἐκκληησιῶν ἐρήμους εἶναι ποιμένων 4 [ιδ΄ μαθών, στρατιωτικὸν ἀμπεχόμενος οχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαιστίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν· εἰ δέ ποτε καὶ ἐπισκόπων ὁμογνωμόνων ἐπέτυχε, καὶ προέδρους ταῖς δεομέναις ἐκκλησίαις προὐβάλλετο.

Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξάμενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον [*](* 3—S. 237, 17 Niceph. H. E. XI 21 4—9 Cass. VII 14—8, 237, 17 Ciiss. VII IG —16 —21 Cod. syriac. Br. Mus. Add. 12,155 F 111 r. Polydeukes 402, 23 — 23—S. 236, 13 Polydeukes 402. 18. 404,2. Theophan. 59, 13. Exe. Bar. Michael Syr. VIII 7 S. 295) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 Οὕτω: ιγ am Rand HSS ι 2 βραχέως Ρ ι 3 ὠμοσμένων BNF ὀμοσμένων GA ι μὲν > B [4 θεῖον = Nie] μέγαν B, smictum Cass. ι 5 λαοδικείασ V2 ι 6 μὲν > P ι 10 τὰς übergeschrieben Ac ι ἐν > B ι ἑ ἑαυτῷ] ἑαυτῆ GS ι 11 εἵνεκα V2syF ι 12 αἱ > B, nach πολιτείας übergeschrieben V2 ι 13 ἀλλὰ: ἰδ’ am Rand B ι εἰς2 — U Μελέτιον > P ι 14 γε > ΒΡ ι 15 τὸν τοῖσ’ B τοῖσ’ τοῖσ τὸν rvF ι περιρεόμενον BV2GS περιραιόμενον Ρ ι 16 Οὕτος: ἰδ’ am Rand yF ι πολλοὺς B ι 18 καὶ1 > n Cass. Polyd. ι περιείη BP ι 20 vor ἐπισκόπων + τῶν V2 ι ὁμογνώμων B ι 20/21 ἐπέτυχεν ὁμογνωμόνων ~ L ι 21 προβάλλετο B ι 22 τε nur in B ι καὶ σοφίαν = Cass. > yF ι 23 ἐκέλευεν B praecipiebat Cass. ἐκέλευσεν V2ryF)

234
οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν. ἀφίκετο μὲν γὰρ ὁ τοῦτον κομίζων τὸν νόμον περὶ δείλην ὀψίαν· ὁ δέ οἱ σιγῆσαί τε παρηγγύησε καὶ κρύψαι τῆς ἀφίξεως τὴν αἰτίαν.