Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ τῶν μὲν χαλεπῶν ἐκείνων παθημάτων ἠνείχετο. δράσειν δὲ τῶν προτεινομένων οὐδὲν ἐπηγγέλλετο. ἐκεῖνοι δὲ διὰ πενίαν αὐτὸν μὴ παρέχειν ὑπειληφότες τὰ χρήματα, τὰ μὲν ἡμίση τῶν προταθέντων ἠφίεσαν, τἄλλα δὲ ἐκτίνειν ἐκέλευον· ὁ δὲ ἐξηρτημένος καὶ ὑπό τε τῶν γραφίδων κεντούμενος ὑπό τε τῶν σφηκῶν καὶ τῶν μελιττῶν ἐσθιόμενος, οὐ μόνον οὐκ ἐδήλου τὰς ἀλγηδόνας, ἀλλὰ καὶ ἐπετώθαζε τοῖς ἀνοσίοις καὶ ἔλεγεν αὐτοὺς μὲν εἶναι χαμαιζήλους καὶ περιγείους, ἑαυτὸν δὲ [*](3 Matth. 10, 23) [*](* 6—13 Suidas Μάρκος Ἀρεθουσίων — 13—185 3 Cass. VI 12) [*](B ΗΝ(n) + GS(s) = r AL(y) FVR(v)) [*](5 οὔτε] οὐκ B ι 5/6 ὡς πρεσβύτην ᾤκτειραν ~ n ι 6 οὔτε] οὐδὲ B ὡς ἀρετῆς ᾐδέσθησαν ~ n ι καὶ > A ι 8 καὶ τοῖς μέλεσιν — μάστιγας] πολλὰσ μέλλεσιν ἐπιθέντες μάστιγας B, vgl. Synax.: καὶ παντὶ τῷ σώματι πληγὰς ἐπιθέντες ι 10 κατακεντεῖν rLv vgl. κατεκέντουν Sozom. V 10, 11, κατακεντᾶν A μετακεντεῖν B κεντεῖν Suidas κεντᾶν Synax. ι 12 ὑπαίθριον L Suidas am Rand Ac ὑπέθριον B ἐπαίθριον HG ἐπ’ αἴθριον Nv αἶθρον S ι ἐώρησαν BN ἐώρισαν G ι 13 vor δυοῖν + δρᾶσαι yv, δρᾶσαι fehlt bei Cass. Michael, vgl. S. 239, 17 ι 14 δωμήσασθαι B ι 15 ἐκτῖσαι] ἐκτίσασθαι s εἰσ’ τὸ κτίσαι B ι μὲν > B ι 16 παθημάτων ἠνείχετο ~ A ι εἴχετο j, ἢν übergeschrieben Ac ι δράσαι v ι 17 μὴ παρέχειν αὐτὸν διὰ πενίαν ~ B ι 18 τὰ μὲν ἡμίση rLv τὰ μὲν ἥμισυ A μὲν ἡμεῖς B 1 τἄλλα δὲ B τὰ ἄλλα δὲ y τὰ δ’ ἄλλα rv ι 19 ἐκτίνειν Lv ἐκτείνειν BA ἐκτιννύειν r ι 20 τε > B ι μελισσῶν B ι 22 ἐπιγείοις A ι αὐτὸ rv)

185
ὑψηλὸν καὶ μετέωρον.

τέλος δὲ βραχύ τι μόριον τῶν χρημάτων ἐξῄτησαν· ὁ δὲ ἴσον εἰς ἀσέβειαν ἴφη τὸ ὀβολὸν γοῦν ἕνα δοῦναι τῷ πάντα δοῦναι. οὕτως ἡττηθέντες ἀπέλυσαν, ὑπεραγασθέντες τὴν καρτερίαν καὶ διὰ τῶν ἐναντίων εἰς τἀναντία μετατεθέντες. διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν.

τὸν καιρὸν ὑπὸ τῶν δυσσεβῶν κατὰ τῶν εὐσεβῶν ἐτολμήθη. καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει. καὶ πρῶτον μὲν ἀπηγόρευσε τῶν Γαλιλαίων τοὺς παῖδας (οὕτω γὰρ τοῦ σωτῆρος ἡμῶν τοὺς θιασώτας ὠνόμαξε) ποιητικῶν καὶ ῥητορικῶν καὶ φιλοσόφων μεταλαγχάνειν λόγων.

»τοῖς οἰκείοις γάρ«, φησί, »πτεροῖς κατὰ τὴν παροιμίαν βαλλόμεθα· ἐκ γὰρ τῶν ἡμετέρων συγγραμμάτων καθοπλιζόμενοι τὸν καθ’ ἡμῶν ἀναδέχονται πόλεμον«. μετὰ τοῦτον ἕτερον τέθεικε νόμον τοὺς Γαλιλαίους κελεύων τῆς στρατιᾶς ἐξελαύνεσθαι.