Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐ γὰρ μόνον αὐτὰς οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον.

Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο· οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ᾿ ἑαυτοὺς ουνηθροίζοντο, καὶ οἱ μετὰ Mελετίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ

καλουμένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας. καὶ ἦν μὲν τούτων κἀκείνων μία ἡ ὁμολογία τῆς πίστεως· ἑκάτερον γὰρ σύστημα τῆς ἐκτεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει μόνη δὲ αὐτοὺς ἔρις ἀπ᾿ ἀλλήλων διίστη καὶ ἡ περὶ τοὺς ἡγουμένους διάθεσις· οὐδὲ γὰρ ἡ θἀτέρου τελευτὴ διέλυσε τὴν διάστασιν.

πρὸ γὰρ τῆς Μελετίου χειροτονίας Εὐσταθίου τετελευτηκότος καὶ τῶν τῆς εὐσεβείας ἀντεχομένων μετὰ τὴν Μελετίου μὲν ἐξορίαν Εὐζωΐου δὲ χειροτονίαν τῆς τῶν δυσσεβούντων κοινωνίας ἀποκριθέντων καὶ καθ᾿ ἑαυτοὺς ἀθροιζομένων, συναφθῆναι τούτοις οἱ ἀπ᾿ Εὐσταθίου τὴν ἐπωνυμίαν ἔχοντες οὐκ ἐπείσθησαν.

Τῆσδε τῆς συναφείας οἱ περὶ τὸν Εὐσέβιον καὶ Λουκίφερα πόρον ἐπεζήτουν εὑρεῖν· καὶ Λουκίφερα μὲν ὁ Εὐσέβιος τὴν ᾿Αλεξάνδρειαν ἠξίου καταλαβεῖν καὶ Ἀθανασίῳ τῷ μεγάλῳ περὶ τούτου κοινώσασθαι, αὐτὸς δέ γε τὸν περὶ τῆς συμβάσεως ἤθελεν ἀναδέξασθαι πόνον.