Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλ᾿ ὁ Λουκίφερ εἰς μὲν τὴν Ἀλεξάνδρειαν οὐκ ἀφίκετο,τὴν Ἀντιόχου δὲ πόλιν κατέλαβε. πολλοὺς δὲ περὶ συμβάσεως λόγους καὶ τούτοις κἀκείνοις προσενεγκών, εἶτα ἰδὼν ἀντιλέγοντας τοὺς τῆς Εὐσταθίου ουμμορίας (ἡγεῖτο δὲ ταύτης Παυλῖνος πρεσβύτερος ὤν), ἐχειροτόνησεν αὐτοῖς, οὐκ εὖ γε ποιῶν, τὸν Παυλῖνον ἐπίσκοπον.

τοῦτο τὴν διά- [*](7—9 s. oben S. 172, 21 f. vgl. Chronic. Pasch. a. 362 S. 547, 23 f — 20—27 vgl. Rufin. H. Ε X 28, 991, 3. Socrat. III 6. Sozomen. V 12, 1—2) [*](A HN (n) + GS (s) = r AL (y) FVR(v)) [*](2 συνάγειν A γα übergeschrieben A c | 5 Καὶ γάρ: εݲ am Rand y | τῆς ἐκκλησίας σῶμα ~ n | 7 καθ᾿ ἑαυτοὺς — 8 χωρισθέντες > s | μετὰ] μὲν τὰ ß | 9 καλουμένῃ] λεγομένη n | 10 ἡ ὁμολογία μία ~ r | ἑκάτερων B | 12 διίστησι L διίστη/// A | οὐδὲ] οὐ A δὲ übergeschrieben A c | 13 nach τῆς + τοῦ B | 16 κοινωνίας] συμμορίασ H δυσσεβείασ N |16/17 συναθροιζομένων Α | 19 Τῆσδε: εݲ am Rand Bv | συναφείας] συμφωνίασ B | 21 κοινώσασθαι περὶ τούτου ~ rv | 22 γε > B | τῆς > A | 23 μὲν > By, übergeschrieben A c | 26 ταύτης] αὐτῆς B | παυλίνοσ so immer B | ὤν] ὃν BFV///// AR | 27 ἐπίσκοπον > s | τοῦτο: εݲ am Rand s)

181
στασιν ἐκείνην μακροτέραν εἰργάσατο· πέντε γὰρ καὶ ὀγδοήκοντα διέμεινεν ἔτη μέχρι τῆς Ἀλεξάνδρου τὸ ὖ πάσης εὐφημίας ἀξίου προεδρίας· ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι.

τότε δὴ τὴν διάστασιν ὁ Λουκίφερ αὐξήσας πλεῖστον ἐν Ἀντιοχείᾳ διέτριψε χρόνον. ὁ δέ γε Εὐσέβιος, εἰς τ·ὴν Ἀντιόχειαν ἀφικόμενος καὶ γνοὺς ἐκ τῆς οὐκ ἀγαθῆς ἰατρείας δυσίατον τὸ πάθος γεγενημένον, εἰς τὴν Ἑσπέραν ἀπέπλευσεν. ὁ δὲ Λουκίφερ εἰς τὴν Σαρδῶ παραγενόμενος ἕτερά τινα τοῖς ἐκκλησιαστικοῖς προστέθεικε δόγμασιν. οἱ δὲ ταῦτα καταδεξάμενοι ἐκ τῆς τούτου προσηγορίας καὶ τὴν ἐπωνυμίαν ἐδέξαντο·

Λουκιφεριανοὶ γὰρ ἐπὶ πλεῖστον ὠνομάζοντο χρόνον. ἀπέσβη δὲ καὶ τοῦτο τὸ δόγμα καὶ παρεδόθη τῇ λήθῃ. ταῦτα μὲν οὖν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο.