Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἡ δὲ Ἀντιόχου πόλις τὴν ἐκείνου μεμαθηκυῖα σφαγὴν δημοθοινίας ἐπετέλει καὶ πανηγύρεις· καὶ οὐ μόνον ἐν ταῖς ἐκκλησίαις ἐχόρευον καὶ τοῖς τῶν μαρτύρων σηκοῖς, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις τοῦ σταυροῦ τὴν νίκην ἐκήρυττον καὶ τοῖς ἐκείνου μαντεύμασιν ἐπετώθαζον, ἐγὼ δὲ καὶ τὴν ἀξιάγαστον αὐτῶν θήσω φωνήν, ἵνα καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἡ ταύτης φυλάττηται μνήμη.

κοινῇ γὰρ πάντες ἐβόων· »ποῦ σου τὰ μαντεῖα, Μάξιμε μωρέ· ἐνίκησεν ὁ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ«. Μάξιμος δέ τις ἦν κατ’ ἐκεῖνο καιροῦ φιλοσοφίας μὲν πρόσχημα περικείμενος γοητείᾳ δὲ χρώμενος καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος. ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνωρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς.

διά τοι τοῦτο καὶ λόγον συνέγραψε κατ’ αὐτῶν καὶ Μισοπώγνα τοῦτον ὠνόμασεν ἐγὼ δὲ τὴν ἐπὶ τῇ τελευτῇ τοῦ τυράννου χορείαν τέλος ἐπιθήσω τῇ συγγραφῇ οὐ γὰρ ὅσιον ὑπέλαβον εὐσεβῆ συνάψαι βασιλείαν τῇ δυσσεβεῖ δυναστείᾳ.

[*](14/15 vgl. Socrat. III 17, 9. Sozomen. V 19, 3. Zonar. XIII 12, 37 S. 64, 11.)[*](* 8/9 Theophyl. Bulg. Martyr. XV mart. 8 PG 126, 164 B 12?)[*](B V2 HN (n) + GSP (s) = r AL (y) F)[*](1 κη am Rand BV2AF ι ἡ δὲ — 4 ἐπετώθαζον > y, am Rand Ac ι 3 τῶν > Ac 1 καἰ ἐν BP κὰν V2H καὶ NGSAcF ι 4 nach ἐκείνου + τοῦ ἀθλίου ἰουλιανοῦ B ι μαντεύμασιν] μάντεσιν V2 ι 5 τὴν übergeschrieben αὐτῶν BV-rFGass. τῶν ἀντιοχέων y ι θήσω BnSPyF ἐνθήσω V2G, hie ponere Cass., vgl. S. 137, 18 I 6 φυλάττοιτο B ι 8 δέ] γὰρ y ι κατ’ ἐκείνου καιροὶ B κατὰ τὸν καιρὸν ἐκεῖνον n ι 9 πρόσσχημα A ι γοητείᾳ δὲ χρώμενος>n ι 11 δόγματα δογ auf Rasur Ac) A γράμματα B ι 12 τὸν > P ι ἀεὶ > Bv2 13 ἐξάγιστον] ἐξάγιστον ἐκεῖνον V2 ἄξιον λήθης ἰουλιανὸν B ι ἤδει BV2 ἔφη ryF ι τοι > B ι 14 κατὰ τούτων B ι μισοπώγωνασ τούτουσ rF ι 16 εὐσεβῆ—17 δυναστεία BV2Fc εὐσεβεῖ συνάψαι βασιλεία τὴν δυσσεβῆ δυναστείαν ry ne pio imperio impietatis potentia eopidetur Cass.)
207

Τὰ κεφάλαια τοῦ ὁ λόγου

α΄ . Περὶ τῆς Ἰοβιανοῦ βασιλείας καὶ εὐσεβείας

β΄. Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

γ΄. Ἐπιστολὴ συνοδικὴ πρὸς τὸν βασιλέα Ἰοβιανὸν γραφεῖσα περὶ τῆς πίστεως.

δ΄. Περὶ τῶν ἀποδοθέντων σιτηρεσίων ταῖς ἐκκλησίαις.

ὁ. Περὶ τῆς τούτου τελευτῆς.

ἴ’. Περὶ τῆς Βαλεντινιανοῦ βασιλείας, καὶ ὅπως Βάλεντα τὸν ἀδελφὸν κοινωνὸν ἐποίησατο.

ζ΄. Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου χειροτονίας.

η΄ . Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ καὶ Βάλεντος περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν.

θ’. Συνοδικὸν τῆς ἐν τῷ Ἰλλυρικῷ συναθροισθείσης συνόδου περὶ τῆς πίστεως.

ι΄ . Περὶ τῆς τῶν Αὐδιάνων αἱρέσεως.

ία. Περὶ τῆς τῶν Μεσσαλιανῶν αἱρέσεως.

ιβ΄. Τινα τρόπον ὁ βάλῃς ἐξέκλινεν εἰς τὴν αἵρεσιν.

ιγ΄. Ὅπως τοὺς ἀρετῇ διαλάμποντας τῶν ἐπισκόπων ἐξώρισε.

[*](B V2 HN (n) + GSP Β) = r AL (y) F)[*](1 τὰ κεφάλαια τοῦ δ λόγοι· B κεφάλαια τοῦ δ V2 τάδε περιέχει καὶ ὁ δ τόμος τῆς ἐκκλησιαστικῆς ἱστορίας Ns καὶ ὁ δ τόμος τῆς ἐκ. ἷσ’. περιέχει τόδε H καὶ τὸ δ τῆς θεοδωρήτου ἐκ. ἷσ’. τάδε περιέχει A τάδε περιέχει τῆς ἐκ. ἴσ’. θεοδωρήτου τὸ δ h τάδε περιέχει τῆς ἐκ. ἴσ’. τόμος δ F ι 2 ἰωβιανοῦ y ἰουβιανοῦ NGS καὶ) τὲ καὶ s ι 4 συνοδικὴ] βασιλεικὴ s ι βασιλέα nach Ἰοβιανὸν ~ r ἰωβιανὸν y ἰουβιανὸν GS ι γραφεῖσα > r ι 5 τῆς > F ι nach πίστεως + παρὰ τοῦ ἁγίου ἀθανασίου y ι 6 σιτερεσίων P ι 7 τούτου] τοῦ βασιλέως y 8 nach τῆς + τοῦ y + βασιλείας] φιλοσοφίας L ι 10 nach ἐπισκόπου + μεδιολάνου διολάνου νων L) y ι 11 τοῦ βασιλέως > n ι 12 γραφεῖσα > n ι ἀσιανικὴν GS ι 13 Συνοδικὸν] ἐπιστολὴ συνοδικὴ H συνοδικὴ N ι συναθροισθείσης] συναχθείσης Gy > n ι 14 τῆς > HGS ι 15 ι΄. Περὶ τῆς] καὶ τῆς (ohne alinea) B ι 16 μεσαλιανῶν BV2 ι 17 ὁ βολῆς] βάλῃς F οὐάλισ Ρ ι 18 λάμποντασ ἐπισκόπουσ n)
208

ἰδ’. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων καὶ Ἀντιόχου τοῦ πρεσβυτέρου καὶ Εὐολκίου τοῦ διακόνου.

ιε΄ . Περὶ τοῦ Σαμοσατέων ζήλου.

ις΄ . Περὶ τοῦ ἁγίου Βάρσου τοῦ ἐπισκόπου Ἐδέσσης καὶ τῶν σὺν

ὁ αὐτῷ ἐξορισθέντων κληρικῶν.

ἲξ. Περὶ τοῦ ἐν Ἐδέσσῃ γενομένου διωγμοῦ.

ιη΄. . Περὶ Εὐλογἰου καὶ Πρωτογενοῦς τῶν Ἐδεσσηνῶν πρεσβυτέρων.

ιδ΄. . Περὶ τοῦ ἁγίου Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου, καὶ τῶν κατ’ αὐτοῦ γεγενημένων ὑπὸ Βάλεντος τοῦ βασιλέως καὶ Μοδέστου ὑπάρχου.

κ΄ . Περὶ τῆς τοῦ ἁγίου Ἀθανασίου τελευτῆς καὶ τῆς Πέτρου χειρο- χειροτονίας.

κα΄. Περὶ Λουκίου τοῦ ᾿Αρειανοῦ.

κβ΄. Διήγησις τοῦ μακαρίου Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβεβηκότων.

κγ΄ . Περὶ τῆς Μωϋσέως τοῦ μονάζοντος χειροτονίας.

κδ΄ . Περὶ τῶν ἐν Κωνσταντινουπόλει τολμηθέντων.

κε΄ . Ὅπως Φλαβιανὸς καὶ Διόδωρος τὴν ἐν Ἀντιοχείᾳ τῶν ὀρθοδόξων συνεκρότουν ἐκκλησίαν.

κς΄ . Τὰ κατὰ τὸν ἅγιον ᾿Αφραάτην τὸν μονάζοντα.

κζ΄. Τὰ κατὰ τὸν ἅγιον ᾿ιουλιανὸν τὸν μονάζοντα.

κη΄ . Τὰ κατὰ τὸν ἅγιον Ἀντώνιον τὸν μονάζοντα.

[*](B V2 HN (n) + GSP (s) = r AL (y) F)[*](1 σαμοσατῶν P ι καὶ Ἀντιόχου — 2 διακόνου] καὶ λοιπῶν H > N ι 2 οὐλκίου sL ι τοῦ > s ι 3 Περὶ—ζήλου > n ι σαμοσατέωσ GV σαμοσατῶν Ρ ι vor ζήλου + εὐσεβεστάτου y ι 4 τοῦ ἁγίοι· Βάρσου > N ι τοῦ ἐπισκόπου Ἐδέσσης > H ι ἐδέσησ V2NGP καὶ δέσσησ B ι καὶ τῶν — 5 ις περὶ τῆς ἐξορίασ τοῦ ἐπισκόπου ἐδέσησ καὶ τῶν σὺν αὐτώ H ι 6 αἰδέσση B ἐδέση V2GP ι 7 προτογένουσ BV2GS ι αἰδέσεων B αἰδεσίμων αἰδεσινῶν G ἐδεσενῶν P ι 8 Περὶ — 10 ὑπάρχοι·] τὰ περὶ τοῦ μεγάλου βασιλείου n ι τοῦ2 > B ι ἐπισκόπου Καισαρείας ~ V2 ι 9 γεναμένων B ι οὐάλεντοσ s ι τοῦ βασιλέως BV2 βασιλέως sF > y ι 10 ἐπάρχου LF ι 11 τῆς2 > n ι 13 περὶ λουκίου λουκιανοῦ BV2) τοῦ ἀρειανοῦ BV2rf περὶ τῆσ ἐκβολῆς πέτροι· καὶ εἰσαγωγῆσ λουκίου τοῦ ἀρειανοῦ y ι 14 Διήγησις — 15 συμβεβηκότων] ἐκ τῆς ἐπιστολῆσ πέτρου ἀλεξανδρείασ διήγησις περὶ τῶν ἐν ἀλεανδρεία συμβάντων ὑπὸ λουκίου y περὶ τῶν ἐν ἀλεξανδρεία συμβεβηκότων n ι τοῦ2 > BGSF ι 16 nach Περὶ + μαβίασ τῆς ἀρχηγοῦ τῶν σαρακηνῶν καὶ y τῆς] τοῦB ι μωϋσοῦ BY2HGPF > N ι 18 θεόδωροσ GS ι 19 συνεκράτουν V2 1 20 ἀφράτον L ι τὸν2 > B ι 22 τὸν μονάζοντα] τὸν μέγαν y > r)
209

κθ΄. Τίνες ἄλλοι μονάζοντες κατὰ τοῦτον διέπρεπον τὸν καιρόν.

λ΄ . Περὶ Διδύμου τοῦ Ἀλεξανδρέως καὶ ᾿Εφραῒμ τοῦ Σύρου.

λα΄ . Τίνες ἐν τῇ Ποντικῇ Ἀσιανῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον ’τον καῖρον.

λβ΄. Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλῳ Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων καὶ τῶν παρ’ ἐκείνου πιστῶς ἀντιγραφέντων.

λγ΄ . Περὶ τῆς Τερεντίου τοῖ’ κόμητος εὐσεβείας.

λδ΄ . Περὶ τῆς Τραϊανοῦ τοῦ στρατηλάτου παρρησίας.

λε’ . Περὶ ᾿ισαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος.

λῖ. Περὶ τῆς Βετρανίωνος τοῦ Σκυθίας ἐπισκόπου παρρησίας.

λζ΄ . Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας.

λῆ. Ποθεν οἱ Γὀτθοι τῆς ᾿Αρειανικῆς μετέλαχον πλάνης.

[*](B V2 HN (n) + GSP [P bis 11/12 τῆς ἆσε] (s) = r AL (y) F)[*](1 κατὰ τοῦτον] καταυτὸν P ι τὸν καιρὸν διέπρεψαν SPy διέπρεψαν τὸν καιρόν n ι 2 τοῦ ᾿Αλεξανθρέως] ἀλεξανδραῖοσ B > n ι vor ᾿Εφραῒμ + περὶ rF I 3 ἐν πόντω καὶ ἀσία n ι διέπρεψαν B ι 3/4 κατά τοῦτον τὸν καιρόν > n I 3 τοῦτον] τουτονὶ GS τουτονεὶ V2 τοῦτον νυνὶ P ι ὁ παρὰ > V2 οὐάλεντοσ r ι τῷ μεγάλῳ — 6 πολέμου] καἰ βαλεντινιανῶ n ι 7 τοῦ > ryF ι 8 τοῦ > n ι 9 ἰσακίου BGL ἰσαάκου V2 ι 10 βετρανίωνοσ BnAF βετρανίονοσ V2 βρεττανίωνοσ SP βρετανίωνοσ L βρεντανίωνοσ G ι σκυθίασ V2y σκυθίου rAc σκυθίων F σκυθων B ι 11 γόθθων s ι οὐάλεντοσ rF βάλεντα B)
210

Μετὰ δὲ τὴν ΄Ιουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιάν έν τῇ πολεμίᾳ διαςῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὅντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα.

τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὕτε στρατηγὸν ὅντα οὕτε τῶν μετ’ ἐκείνους, ἐπίσημον δὲ ἅνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνενα γνώριμον· σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι.

παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησάμενος τοῦ τυράννου τὴν δυναστείαν αὐκ ἕσεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτηρος ἡμῶν μάρτυσι συνετέτακτο. τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἥγαγον εἰς μέσον τὸν πάντα ἅριστον ἅνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιάσαντες ὑψηλὸν ἕστησαν ἐπὶ τούτου.

εἶτα πάντων αὐτῷ τὰ βασιλκὰ προσενηνοχότων προσρήματα καὶ Αὕγουστον προσαφορευσάντων καὶ [*](3—S. 211, 10 vgl. Rufin. H. E. XI 1 [Georg. Mon. 548, 14]. Socrat. III 22, 1—5. Sozomen. VI 3, 1. Zonar. XIII 14, 2 u. 20 s. 70, 6 u. 72, 10. Cedren. I 539, 15. Leo Grammat. 95. 7. Svnons. 57. 9. Chronic. Pasch. 552. 17. Amm. Marcell. 25. 5 u. 10. 14) [*](Β V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 τόμος — 2 ἱστορίας Α τάδε περιέχει καὶ ὁ δݲ τόμος τῆσ ἐκκλησιαστικῆσ ἱστορίας Ν τόμος τέταρτς G τόμος δݲ SLF λόγος δݲΒ> V2 H | 3 aݲam Rand BF | nach Ἰουλιανοῦ + τοῦ τοῦ τυράννου Β | 4 ἐβουλεύοντο ΒV2 ἐβουλεύσαντο ryF | 5 τε 1 >Β | ἐπιρρῶσαι Β |6 άκμῆς ὅντα] ἀκμάσαντα V2 | 7 τούτων δὲ: αݲ am Rand y | δὲ] δὴ F | τούτων2] τούτου Β |8 καταυτὸν Β | ἰοβιανὸν ΒyF (aber o auf Rasur A) ἰοβανὸν V2 ἰουβιανὸν r | 10 εἵνεκα ΗGF εἵ auf Rasur V2 | 11 ἐν τοῖσ Β ἕν τε V2 ἐν ryF | 14 σωτῆρος ἡμῶν]= σρσݲ s χυݲ η |15 συμφωνίαν] συγγραφίαν L | ὑπολαβότες s | 16 ἐκεῖνον ἄνδρα ∾V2L | 17 αὐτῶν yF | 18 καὶ2 >Α)

211
Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν· »οὐ δύναμαι«, ἔφη, »Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης ὁ μαθήματα· οἱ γὰρ τοιοῦτοι, τῆς θείας προμηθείας γεγυμνωμένοι εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις γενήσονται«.

τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν· ’μὴ ἐνδοιάσῃς, ὢ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν· Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθήμασιν εὐσεβέσι συντεθραμμένων.

οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ’ ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων· τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατημένοις; ἐνιδρῦσαι τὴν λώβην«.

Ἐπὶ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν.

οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς. παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων θεὸς καὶ τὴν φαινομένην ἔλυσεν ἀπορίαν. τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθηκὼς βασιλεὺς πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευσομένους · εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε.

τριακοντούτεις δὴ οὑν σπονδὰς ποιησάμενος ἐρρωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε.

[*](17—S. 212, 7 vgl. Rufin. H. E. XI 1, 1002 [Georg. Mon. 549, 9] — 20/21 vg. Malal. 335, 4. Chronic. Pasch. 553, 6. Amm. Marcell. 25, 7, 5 — 23/24 vgl. Philostorg. VIII 1. Sozomen. VI 7, 10. Theophan. 53, 27)[*](* 15—24 Cass. VII 1)[*](B V2 HN (n) + GS (s) = r AL (y) F)[*](2 μήτε2]καὶ B ι 3 τῶν > n ι τοιούτων] οὐ τοιούτων F οὐ τοιούτων V2 I 5 προμηθείας BV2 προνοίας ryF, s. Z. 19 ι 6 τέ εἰσιν καὶ λίαν (λείαν B) εὐεπιχείρητοι BV2 > ryF ι 8 ἐνδυάσησ BF ι 9 βασιλεύεις BF ι 10 εὐσεβέσι BV2r εὐσεβείασ yF ι γεραιότεροι F ι 11 ἀπέλαυσαν V2L und, vor Correctur, F ι ἐκείνου F ι 13 ὁ > s ι οὐδὲ] οὔτε B ι 14 ἵδρυσαι B ι 15 ὁ βασιλεὺς τοῖς λόγοις ~ ι 16 πολεμίας] πολεμικῆς s ι 18 παραχρῆμα L ι 19 προμήθειαν ἔδειξεν ~ V2 ι 20 ἀπορίαν, ἄπο auf Rasur Ac ι 21 πρεσβευσομένουσ B πρεσβευσόμενοσ V2 πρεσβευομένουσ ryF ι 23 τριακοντούντισ B ι 24 πολεμίας] βασιλείας B ι ἐξέβαλε] ἐξέλαβε oder ἐξήγαγε Val.)
212

Παραυτίκα δὲ τῆς ὄπ αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον [*]([β΄]) μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.

ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον ἐκεῖνον τὸν τούτων πρόμαχον τῶν δογμάτων, γραφῆναί οἱ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν Βείων διδασκαλίαν.

ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν. ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας.