Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, ᾿ιου- [*](18—22 vgl. Sozomen. VI 2, 9) [*](* 25—S. 203, 19 Niceph. H. E. X 35. Cass. VI 45) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 οὐ] μὴ s s ι 3 ἔφη > nCass. ι 6 τῆ ἀληθεία B ι 7 παῦσε BG ὂν auf Rasur, V2 | ἄνθρωπε ἔφη ~ F ι 13 κγ am Rand HSS | 2 nur in B ι ἀνήρ τις πόλιν ~ y ι nach ἄριστος + καὶ V2 ι 14 σύνηθες L ι ἦν] ὥν B I 16 περιθρύλητος n ι 17 περιμένων B ι 18 τὸν übergeschrieben Bc ι νῦν BV2Cass. > ryF ι 19 ὁ vor τοῦ ~ r ι 20 γενόμενον V2rLF quod post paululum contigit Cass. γεινόμενον B ἐσόμενον A ι ὤ BV2Cass. > ryF ι 22 ὁ>Β ι 23 ἐκείνου V2ryFCass. ἰουλιανοῦ B ι 24 nach + καὶ ὁ θσ θσ Ar) ἐδοξάσθη ryF, fehlt bei Cass. ι 25 κδ am Rand BV2yF δὲ] μὲν V2)

203
λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιοτέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. κατ’ ἐκείνην δὲ τὴν ἡμέραν καθ’ ἣν [*](2) ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οἶτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρατοπέδου ἀριθμουμένων. φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάνθρμπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν.

ταύτην οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνῦσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν. ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν , τῆς ἐπιβουλῆς πεπαυμένον. ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον.

ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκείνου νοῦ τελευτὴν μεμηνυκότων αὐτὴν εἶναι καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε.

Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε. διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολεμεῖν ἀναγκάζων, οὐ πείθων, τοὺς στρατιώτας.

οἱ δὲ ἄριστοι στρατηγοὶ προθυμίας ἀναπιμπλάναι τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας [*](2f Theodoret. Relig. Historia 2 PG 82, 1316D — 12/13 vgl. Psal. 79, 14,) [*](* —15 Synax 399, SV — — S. 204, 8 Cass. VI 46 — 20/21 Georg. Mon. 544 18) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 σάββαν H ι ἐπίκλην nach φωνῇ ~ r ι σύρων V2yF σύρω B τῶν σύρων r ι προσαγορευόμενον > r ι 2 συνεγράψαμεν V2nyFCass. συνεγραψάμην B συνέγραψα s ι 2/3 σπουδαιότερον yF, vgl. S. 64. 15 ι 3 ἱκετείαν] xijv ἱκετείαν A ἱκετηρίαν B ι 6 ἢ] ᾖ’ LF ἦ //// A ι 8 nach ἀντιβολοῦντα + καὶ ἱκετεύοντα V2, fehlt bei Cass. ι 9 ἐμπλησθῆναι V2 ι 10 τούτω ry τοῦτο BV2F ι 11 σφίσιν V2ryF Cass. > B ι 12 ἑκέτευσαν = Cass.] ἱκέτευον V2G τὴν τῆς εὐφροσύνης ~ n ι σῦν] ὗν F ι 13 τὸν τοῦ θείου ἀμπελῶνος B sacrae nineae Cass. ι 14 τούτων A ι 15 τὸν θεὸν L ι τὸν > B ι 17 καὶ1 ι V2 ι 20 ἴε am Rand BV2yF ι 24 ἀναπιμπλάναι προθυμίας ~ ryF ι ἀθυμῶντασ BV2)

204
ἴδωσι, ψυχαγωγοῦσι καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν· οὕτος δὲ τὴν ἀγαθὴν εὐθὺς ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας.

πρὸς δὲ τούτοις δέον πάντοθεν πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφήν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξε φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν· καταλιπὼν γὰρ τὴν οἰκουμένην διῄει τὴν ἔρημον.

ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες ἀλλ’ ἐν ἐρήμῳ χώρᾳ πλανώμενοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν.

ὀλοφυρόμενοι δὲ καὶ στένοντες εὗρον ἐξαπίνης κείμενον τὸν κατὰ τοῦ πεποιηκότος λυττήσαντα, καὶ τὸν Ἄρεα τὸν πολεμόκλονον ἐπίκουρον οὐ γενόμενον κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸν Λοξίαν τὰ ψευδῆ μαντευσάμενον, καὶ τὸν τερπικέραυνον κατὰ τοῦ κτείναντος τοῖς κεραυνοῖς οὐ χρησάμενον , καὶ τὸν κόμπον τῶν ἀπειλῶν ἐρριμμένον εἰς ἔδαφος.

τὸν μέντοι τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον· ἀλλ’ οἱ μέν τινα τῶν ἀοράτων ταύτην ἐπενηνοχέναι φασίν, οἱ δὲ τῶν νομάδων ἕνα τῶν Ἰσμαηλιτῶν καλουμένων, ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα.

ἀλλ’ εἴτε ἄνθρωπος εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γενόμενος ὑπουργός. ἐκεῖνον δέ γέ φασι δεξάμενον τὴν πληγὴν εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ τοῦτο [*](6— S. 205, 3 vgl. Sozomen. VI 1, —14. Philostorg. VII 15. Artemii Passio 69. Zonar. XIII 13, 14f. S. 67, 5. Cedren. I 538, 17. Gregor. Nazianz. Orat. V 12—13. Socrat. III 21. Job. Chrys. De S. Babyla c. Julian. 23. Bickell, Gedichte des äm, Zeitschr. f. kath. Theol. II 348, 32 (1878). Malal. S. 332—334) [*](* 8—10 Georg. Mon. 545, 8 — 14/15 u. 18—S. 205, 1 Georg. Mon. — 14—S. 206, 17 Cass. VI 47—48) [*](B V2 HN(n) + GSP [P von 11/12 μαντευσάμενον an](s) = r AL (y) F) [*](1 εἰδῶσιν ψυχαγωγῶσιν B ι ἐλπίδαισ B ι οὗτος] αὐτὸς B ι δὲ > s I 2 ἀπέκοψεν] ἀπέκρυψεν F ι 3 δέον BV2r cum dehuisset Cass. > yF ι πορίζειν BV2 congregare Cass. πορίζειν τε καὶ κομίζειν r κομίζειν τε καὶ πορίζειν ~ H) yF ι τοῖσ’ zweimal A ι 4 τροφήν BV2rCass. τροφήν + ὁ δὲ σοφὰς οὗτοσ yF ι προσέταξε ταύτην ~ n ι 6 δὴ ryF δὲ V2 > BCass. ι 9 ηὑρον y ι κείμενον BV2r Georg, κείμενον + τραυματίαν yF ι 11 γενόμενον B ι nach Λοξίαν + τὸν V2yF ι 11/12 τὰ ψευδομαντευσάμενον B ι 13 ἀπειλῶν BV2r κεραυνῶν yF, s. S. 202, 24 ι τῶ; ἀπειλῶν κόμπον ω n ι εἰς] ἐπ’ ι 15 nach ταύτην + αὐτῶ yF, fehlt bei Cass. Georg. ι 16 φασίν] ἔφασαν V2 ferunt Cass. ι 17 vor στρατιώτην + τινα und vor τὸν λιμὸν + διὰ y, Cass. wie im Text ι 18 ὡς V2rF ὃς B quin Cass. ὅτι ὃς y ι 19 γενόμενος ὑπουργὸς V2F γενόμενος ὑπ’. B γεγονὼς ὑπ’. r ὑπουργὸσ ἐγεγόνει y ι φασι > n)

205
ῥίψαι εἰς τὸν ἀέρα καὶ φάναι· νενίκηκας Γαλιλαῖε«, καὶ κατὰ ταὐτὸν τήν τε νίκην ὁμολογῆσαι καὶ τὴν βλασφημίαν τολμῆσαι· οὕτως ἐμβρόντητος ἦν.

Μετὰ δὲ τὴν σφαγὴν αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν μαγγανεῖαι. Κάρραι γὰρ πόλις ἐστὶν ἔτι καὶ νῦν ἔχουσα τῆς ἀσεβείας τὰ λείψανα.

διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐΠέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώτας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας.

ἐπειδὴ δὲ ὁ θάνατος ἀπηγγέλθη καὶ εὐοεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ εὗρον τὴν ἀξιάγαστον τοῦ βασιλέως ἀνδρείαν τε καὶ σοφίαν καὶ πρὸς τούτοις εὐσέβειαν. εἶδον γὰρ γύναιον ἐκ τῶν τριχῶν ᾐωρημένον, ἐκτεταμένας ἔχον τὰς χεῖρας· ἦς ἀνακείρας ὁ ἀλιτήριος τὴν γαστέρα τὴν νίκην δήπουθεν τὴν κατὰ Περσῶν διὰ τοῦ ἥπατος ἔγνω. τοῦτο μὲν οὑν ἐν Κάρραις ἐφωράθη τὸ μυσος.

Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν. ταῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα.

[*](5—9 vgl. Sozomen. VI 1, 1)[*](* —21 Georg. Mon. 546, —5 u. 21 ff — —S. 206, 8 Niceph. H. E. X 35 — —20 Theophan. 53, 10. Polydeukes 382, 19)[*](B V2 HN(n) + GSP(s) = r AL (y) F)[*](1 καταυτὸ B ι 2 οὗτοσ BP ι 4 κς am RandBV2GSyF κδ Ρ ι αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν ἐφωράθησαν vor αἱ τῆς ~ Georg.; ἐφάνησαν statt ἐφωράθησαν GS) μαγγανείαι V2ryF Georg. τὴν ἐκείνου γοητίαι ἐφοράθησαν καὶ μαγγανίαι B, vgl. Cass.: post ciiius mortem eius magiae comperfae sunt ι 5 κόραι H κάρρα B Carra Cass., ἐν δὲ Κόραις Georg. Κάρραις Theophan. Polyd. ι 7 αἴδεσαν B ι καταλελοίπει BV2 transirc nohierat Cass. καταλέλοιπεν ryF 10 παρεδρεύειν B ι 13/14 τοῦ βασιλέως τὴν ἀξιάγαστον ~ s ι 14 εὐσέβειαν BV2yF Cass. ἀσέβειαν r ι 15 ᾐωρημένον V2nSLF ἐωρημένον BGF αἰωρημένον A ἐκτεταμένον s Georg., extensas Cass. ι 17 ἔγνω = Georg.] ἔγνωκεν V2 ι ἔγνω διὰ τοῦ ἥπατος ~ + ὁ ἀλιτήριος L ι 19 am Rand κζ BsyF ι μὲν > GSL κεφαλῶν BV2r Nic. κεφαλῶν + ἀνθρώπων yF Georg, humanis . . . capitibus Cass., Κράνια ἀνθρώπων Theophan. Polyd. ι 20 εὑρεθῆναι L ι 21 ταῦτα BV2 τοιαῦτα ryF)
206