Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐΠέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώτας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας.

ἐπειδὴ δὲ ὁ θάνατος ἀπηγγέλθη καὶ εὐοεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ εὗρον τὴν ἀξιάγαστον τοῦ βασιλέως ἀνδρείαν τε καὶ σοφίαν καὶ πρὸς τούτοις εὐσέβειαν. εἶδον γὰρ γύναιον ἐκ τῶν τριχῶν ᾐωρημένον, ἐκτεταμένας ἔχον τὰς χεῖρας· ἦς ἀνακείρας ὁ ἀλιτήριος τὴν γαστέρα τὴν νίκην δήπουθεν τὴν κατὰ Περσῶν διὰ τοῦ ἥπατος ἔγνω. τοῦτο μὲν οὑν ἐν Κάρραις ἐφωράθη τὸ μυσος.

Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν. ταῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα.

[*](5—9 vgl. Sozomen. VI 1, 1)[*](* —21 Georg. Mon. 546, —5 u. 21 ff — —S. 206, 8 Niceph. H. E. X 35 — —20 Theophan. 53, 10. Polydeukes 382, 19)[*](B V2 HN(n) + GSP(s) = r AL (y) F)[*](1 καταυτὸ B ι 2 οὗτοσ BP ι 4 κς am RandBV2GSyF κδ Ρ ι αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν ἐφωράθησαν vor αἱ τῆς ~ Georg.; ἐφάνησαν statt ἐφωράθησαν GS) μαγγανείαι V2ryF Georg. τὴν ἐκείνου γοητίαι ἐφοράθησαν καὶ μαγγανίαι B, vgl. Cass.: post ciiius mortem eius magiae comperfae sunt ι 5 κόραι H κάρρα B Carra Cass., ἐν δὲ Κόραις Georg. Κάρραις Theophan. Polyd. ι 7 αἴδεσαν B ι καταλελοίπει BV2 transirc nohierat Cass. καταλέλοιπεν ryF 10 παρεδρεύειν B ι 13/14 τοῦ βασιλέως τὴν ἀξιάγαστον ~ s ι 14 εὐσέβειαν BV2yF Cass. ἀσέβειαν r ι 15 ᾐωρημένον V2nSLF ἐωρημένον BGF αἰωρημένον A ἐκτεταμένον s Georg., extensas Cass. ι 17 ἔγνω = Georg.] ἔγνωκεν V2 ι ἔγνω διὰ τοῦ ἥπατος ~ + ὁ ἀλιτήριος L ι 19 am Rand κζ BsyF ι μὲν > GSL κεφαλῶν BV2r Nic. κεφαλῶν + ἀνθρώπων yF Georg, humanis . . . capitibus Cass., Κράνια ἀνθρώπων Theophan. Polyd. ι 20 εὑρεθῆναι L ι 21 ταῦτα BV2 τοιαῦτα ryF)
206