Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε. διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολεμεῖν ἀναγκάζων, οὐ πείθων, τοὺς στρατιώτας.

οἱ δὲ ἄριστοι στρατηγοὶ προθυμίας ἀναπιμπλάναι τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας [*](2f Theodoret. Relig. Historia 2 PG 82, 1316D — 12/13 vgl. Psal. 79, 14,) [*](* —15 Synax 399, SV — — S. 204, 8 Cass. VI 46 — 20/21 Georg. Mon. 544 18) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 σάββαν H ι ἐπίκλην nach φωνῇ ~ r ι σύρων V2yF σύρω B τῶν σύρων r ι προσαγορευόμενον > r ι 2 συνεγράψαμεν V2nyFCass. συνεγραψάμην B συνέγραψα s ι 2/3 σπουδαιότερον yF, vgl. S. 64. 15 ι 3 ἱκετείαν] xijv ἱκετείαν A ἱκετηρίαν B ι 6 ἢ] ᾖ’ LF ἦ //// A ι 8 nach ἀντιβολοῦντα + καὶ ἱκετεύοντα V2, fehlt bei Cass. ι 9 ἐμπλησθῆναι V2 ι 10 τούτω ry τοῦτο BV2F ι 11 σφίσιν V2ryF Cass. > B ι 12 ἑκέτευσαν = Cass.] ἱκέτευον V2G τὴν τῆς εὐφροσύνης ~ n ι σῦν] ὗν F ι 13 τὸν τοῦ θείου ἀμπελῶνος B sacrae nineae Cass. ι 14 τούτων A ι 15 τὸν θεὸν L ι τὸν > B ι 17 καὶ1 ι V2 ι 20 ἴε am Rand BV2yF ι 24 ἀναπιμπλάναι προθυμίας ~ ryF ι ἀθυμῶντασ BV2)

204
ἴδωσι, ψυχαγωγοῦσι καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν· οὕτος δὲ τὴν ἀγαθὴν εὐθὺς ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας.

πρὸς δὲ τούτοις δέον πάντοθεν πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφήν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξε φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν· καταλιπὼν γὰρ τὴν οἰκουμένην διῄει τὴν ἔρημον.