Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, ᾿ιου- [*](18—22 vgl. Sozomen. VI 2, 9) [*](* 25—S. 203, 19 Niceph. H. E. X 35. Cass. VI 45) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 οὐ] μὴ s s ι 3 ἔφη > nCass. ι 6 τῆ ἀληθεία B ι 7 παῦσε BG ὂν auf Rasur, V2 | ἄνθρωπε ἔφη ~ F ι 13 κγ am Rand HSS | 2 nur in B ι ἀνήρ τις πόλιν ~ y ι nach ἄριστος + καὶ V2 ι 14 σύνηθες L ι ἦν] ὥν B I 16 περιθρύλητος n ι 17 περιμένων B ι 18 τὸν übergeschrieben Bc ι νῦν BV2Cass. > ryF ι 19 ὁ vor τοῦ ~ r ι 20 γενόμενον V2rLF quod post paululum contigit Cass. γεινόμενον B ἐσόμενον A ι ὤ BV2Cass. > ryF ι 22 ὁ>Β ι 23 ἐκείνου V2ryFCass. ἰουλιανοῦ B ι 24 nach + καὶ ὁ θσ θσ Ar) ἐδοξάσθη ryF, fehlt bei Cass. ι 25 κδ am Rand BV2yF δὲ] μὲν V2)

203
λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιοτέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. κατ’ ἐκείνην δὲ τὴν ἡμέραν καθ’ ἣν [*](2) ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οἶτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρατοπέδου ἀριθμουμένων. φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάνθρμπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν.

ταύτην οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνῦσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν. ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν , τῆς ἐπιβουλῆς πεπαυμένον. ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον.

ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκείνου νοῦ τελευτὴν μεμηνυκότων αὐτὴν εἶναι καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε.