Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ταῦτα οἱ ἀντίθεοι θεασάμενοι καὶ τὰς θεηλάτους μάστιγας ὀρρωδήσαντες ἀπέδρασάν τε καὶ τὰ οἰκεῖα κατέλαβον, θεὸν ὁμολογοῦντες τὸν ὑπὸ τῶν προγόνων τῷ ξύλω προσηλωθέντα. ταῦτα ἤκουσε μὲν Ἰουλιανός, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραὼ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν.

Ἐπειδὴ δὲ Πέρσαι τὴν Κωνσταντίου πυθόμενοι τελευτὴν ἀνεθάρρησαν καὶ εἰς τοὺς Ῥωμαίων ὅρους ἀφίκοντο πόλεμον προαγγείλαντες, ἔδοξεν αὐτῷ συναγεῖραι τὴν στρατιάν, τὸν ταύτης οὐκ ἔχοντι πρόμαχον. πέμψας δὲ εἰς Δελφοὺς καὶ Δῆλον καὶ Δωδώνην καὶ τὰ ἄλλα χρηστήρια, εἰ χρὴ στρατεύειν ἐπηρώτα τοὺς μάντεις.

οἱ δὲ καὶ στρατεύειν ἐκέλευον καὶ ὑπισχνοῦντο τὴν νίκην. ἕνα δὲ τῶν χρησμῶν εἰς ἔλεγχον τοῦ ψεύδους ἐνθήσω τῇ συγγραφῇ. ἔστι δὲ οὗτος· »νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ Θηρὶ ποταμῷ·

τῶν δ᾿ ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης«. τὸ μὲν οὑν τῶν ἐπῶν καταγέλαστον κωμῳδείτωσαν οἱ λόγιον θεὸν καὶ τῶν Μουσῶν ἀρχηγέτην τὸν Πύθιον ὀνομάζοντες· ἐγὼ δὲ αὐτοῦ τὸ ψεῦδος εὑρὼν τὸν ἐξηπατημένον ὀδύρομαι. Θῆρα δὲ ποταμὸν τὸν Τίγριν ὠνόμασαν, ἐπειδήπερ ἐστὶν αὐτοῦ θηρίον ὁμώνυμον.