Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐ φιλοτιμίᾳ χρώμενος ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος. συναπέστειλε δὲ καὶ ἄρχοντα τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν, φασὶ δὲ αὐτοὺς καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου καὶ ἄμας καὶ κοφινίδας κατασκεύασαι.

᾿Επειδὴ δὲ ὀρύττειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφορεῖν, πανημέριον μὲν τοῦτο ἔδρων μυριάδες πολλαί, νύκτωρ δὲ ὁ χοῦς αὐτόματος ἀπὸ τῆς φάραγγος μετετίθετο κατέλυσαν δὲ καὶ αὐτὰ τῆς οἰκοδομίας τὰ λείψανα, νεόδμητα πάντα κατασκευάσειν ἐλπίσαντες. ἐπειδὴ δὲ καὶ ὁ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ [*](5) καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν. ἔτι δὲ μεμηνότων ἐκείνων καὶ τῇ μακροθυμίᾳ τῇ θείᾳ μὴ σωφρονιζομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ τοὺς παντελῶς ἀμυήτους τῶν θείων ἱκανὸς καταπλῆξαι. ἐπειδὴ δὲ οὐκ ἔδεισαν , πῦρ ἐκ τῶν ὀρυττομένων ἀναδραμὸν θεμελίων πλείστοις μὲν τῶν ὀρυττόντων ἐνέπρησε, τοὺς δὲ ἄλλους ἐσκέδασε.

καὶ νύκτωρ δὲ παμπόλλων ἔν τινι πελαζούσῃ καθευδόντων στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας.

κατὰ δὲ τὴν αὐτὴν νύκτα καὶ αὖ πάλιν τῇ ὑστεραίᾳ ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σωτηρίου σταυροῦ τὸ σχῆμα φωτοειδές· καὶ αὐτὰ δὲ τὰ τῶν Ἰουδαίων ἐσθήματα [*](1 Matth. 24, 2. Mark. 13, 2. Luk. 19, 41. 21, 24 — 15—23 vgl. Gedichte des äm, Zeitschr. f. kath. Theol. II 355 (1878)) [*](B V2 HN (n) + GSP (s) = r AL fy) F) [*](1 πρόσρησιν B ι 4/5 οἰκοδομὴν L Georg. ι 5 ἐχορήγει V-, ministravit Cass. ι 8 ἄμμας nGP Georg,, awas Cass. Cod. L \ κοφινίδασ BV2r κοφινιάδασ F κοφίνους y cophinos Cass. (chofinos Cod. L) ι 10 ἐπειδὴ] ἐπεὶ nGSy ι nach δὲ + καὶ B ι ἐκφορεῖν V2y ἐκφέρειν BrF Georg., s. S. 64, 5 ι 11 αὐτόματος BnGSF sponianea terra Cass. αὐτομάτως V2Py, s. S. 76, 14 ι 15 λέλαπεσ BA ι 16 ἀθρόως = Georg.] ἀφόβως L ι ἐσκέδασεν P ι 17 μὴ σωφρονιζομένων τῇ θεία ~ n ι 18 ἱκανὸς ἱκανώς V2P καταπλῆξαι V2r ἱκανώς κατέπληξεν ByF quisquis . . . vehementer attritus est Cass., vgl. S. 179, 6; 211, 13 ι 19 ὀρυσσομένων y ι 19/20 ἀναδραμὸν θεμελίων BV2 θεμελίων ἀναδραμὸν ryF ἀναδραμὼν NGPF) Georg. ι 20 BV2 >ryF ι ἐνέπρησε] κατέπρησε ἔπλησε F ι 22 σὺν τῶ ὀρόφῳ übergeschrieben Ac ι 24 nach πάλιν + ἐν GS ι 24/25 σταυροῦ > GS 1 25 τὸ > V2 ι φωτοειδὲς σχῆμα ~ V2 ι τὰ nach Ἰουδαίων ~ B)

200
σταυρῶν ἐπεπλήρωτο, οὐκ ἔτι μέντοι φωτοειδῶν ἀλλ’ ἐκ μελαίνης κατεσκευασμένων χροιὰς.