Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένοις ὁ δίκαιος γεραίρει κριτής, ἀλλ’ ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος.

Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα. [*](6) [*]([ιζ΄]) τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις κατὰ τὸ παλαιὸν ἔθος διανέμων χρυσίον, καθῆστο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη, καὶ λιβανωτὸν ἐπί τινος τραπέζης παρέθηκε.

προσέταξε δὲ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβαλεῖν τῷ βωμῷ τὸν λιβανωτόν, εἶτα τὸ χρυσίον παρὰ τῆς αὐτοῦ κομίσασθαι δεξιᾶι τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς· οἱ σὲ προμεμαθηκότες, σκηψάμενοι νόσον, τὶν χαλεπὴν ἐκείνην διέφυγον θήραν· ἄλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι τῆς σφετέρας κατωλιγώρησαν σωτηρίας· ἕτεροι δὲ δειλίᾳ προύδωκαν τὴν εὐσέβειαν.

Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν ἔν τινι συσσιτίῳ, τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο. τούτων εἶς φιάλην δεξόμενος οὐ πρότερον ἔπιε πρὶν ἢ τὴν σωτήριον ἐπιθεῖναι σφραγῖδα.

τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ’ αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον. ὁ δὲ τοῦ βωμοῦ καὶ τοῦ λιβανωτοῦ καὶ τῆς ἀρνήσεως τῆς γεγενη- [*](1/2 vgl. Philostorg. VII 7. Chronic. Pasch, a. 363 S. 549, 9. Theophan. 51, 10 — 2—7 vgl. Rufin. H. E. XI 2, 1002, 14 — 8—S. 196, 11 vgl. Sozomen. V 17, 8—11. Gregor. Nazianz. Orat. IV 81—84) [*](* 8—14 Georg. Mon. 541, 1) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](1 ἐξάγιστος] ἐναγέστατος B ι 5 ἐπιμελομένους An ι 7 δωρεαῖς übergeschrieben Ac ι πιστούμενος > F ι 8 ἵζ’ am Rand HSS ι 10 καθῆστο BV2 Georg. ἐκάθητο r ἐκάθιτο F ἐκαθέσθη y ι 12 τὸ Bs ι 13 πρότερον ryF Georg. πρῶτον BV2 ι ἐπιβάλλειν B Georg. ι 14 κομίζεσθαι V2 ι δεξιᾶς κομίσασθαι ~ s ι τὴν > y, übergeschrieben Ac ι 15 σκεψάμενοι B ι 20 κατά ταὐτὸν] καταυτὸν B ι 21 πρὶν ἧ BV2 πρὶν ryF ι 23 τοῦ — γεγενημένου y ι βραχέωσ Br βραχέος y ο auf Rasur V2F ι 25 λιβάνου B ι 25 f ἀρνήσεως τῆς γεγενημένησ sy ἀρνήσεως γεγενημένης V2 ἀρνήσεωσ τῆς γεναμένησ B γενομένης ἀρτήσεως n)

196
μένῃς ἀνέμνησε ·ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα.

τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέστησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳδίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἥτταν ἀναπαλαίειν.

μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράννου σοφισμάτων κατηγοροῦντες καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται. ταῦτα καὶ ὅσα τούτοις προσόμοια παρ’ ἐκείνων λεγόμενα ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν.