Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν , ἀλλὰ τὴν παροινίαν· ὡς βασιλέα γὰρ ὑβρικότας ἔφησε τιμωρήσασθαι. ταῦτα δὲ θρυλεῖσθαι προσέταξε, φθονῶν τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς.

τούτων ὁ μὲν ᾿ιοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγορεύετο. τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγωνιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται.

Καὶ ἄλλοι δὲ τῶν ἐν τέλει καὶ ἀξιωτάτων παραπλησίῳ παρρησίᾳ χρησάμενοι τῶν ἴσων στεφάνων ἀπήλαυσαν. καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας (χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον.

ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος εἰσῄει χορεύων, ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι περιρραντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες ὡς ἐνόμιζον ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ

χλανίδι ῥανίδα πελάσασαν εἶδεν Βαλεντινιανός, ὁ βασιλείας ἑκατέρας τούτου χάριν τετυχηκώς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρ- [*](3—8 vgl. Joh. Chrys. ebd. 3. Malal. S. 327, 15 — 12—S. 195, 2 vgl. So. VI 6, 4—6) [*](* 12—S. 195, 7 Cass. VI 35) [*](B V2 HN (n) + GS (s) = r AL (y) F) [*](2 τοῦ δυστήνου am Rand Ac ι 3 στεφάνους am Rand Ac ι 5 γὰρ βασιλέα ~ n ι 6 φθονῶν] βασκαίνων r ι 7 τε > rF ι ἰωβεντῖνοσ A ἰουβεντῖνοσ S Nie. Synax. Chrysost. Mal. luventius Cass. ι 8 Μαξιμῖνος = Nic. Cass. Chrysost.] μαξιμιανὸσ s Mal. Μάξιμος Synax. Michael ι προσηγορεύοντο B προσαγορεύεται s ι τούτους] τούτων, ὤ auf Rasur, B ι 11 Z? am Rand BA ι καὶ1 = Cass. > B ι ἀξιωτάτων BA ἀξιωμάτων V2NsLF und, μ über τά geschrieben, Ac ἀξιώμ H; vgl. Cass,: plurimi nobilium et dijnitate fulgentium; s. Wortregister ι 12/12 χρησάμενοι παρρησίᾳ ~ y ι 12 ἀπέλαυσαν, ε auf Rasur, V2 ι καὶ γὰρ ις am Rand sF ι 12 und 19 οὐαλεντινιανὸσ A, οὐ auf Rasur Ac ι 14 ὃν] οὕτος ὃν B, is xelum quem Cass. ι 15 οὐκ ἀπέκρυψε V2nLF οὐ κατέκρυψε sA κατέκρυψεν B ι ἐκεῖνος = Cass.] ἐκεῖνοσ βασιλεὺσ B ι 16 τῆς > V2, übergeschrieben εἰσῄει] ἐπισείῃ B ι ἐγχορεύων V2 ι ἑκατέρων y ι 17 ἑστήκεσαν B εἱστήκεσαν V2 . ι περιραντηρίοισ BGF περιρραντίοισ A ι περικαθαίροντες B 18 ἡγούμενοι V2 ι 19 πελάσαν B ι ὁ] τῆς B ι χάριν τούτου ~ rF ι 20 μεμολύσθαι V2s ι 20 f οὐκ ἐκκαθάρθαι B)

195
θαι. θεασάμενος δὲ τὸ γεγονὸς ὁ ἐξάγιστος εἰς φρούριον αὐτὸν παρὰ τὴν κείμενον κείμενον ἐξέπεμψεν, αὐτόθι διάγειν προστεταχώς.

ἀλλ’ ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο.