Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας. Ἰουλιανὸς μὲν γὰρ παραυτίκα νόσῳ χαλεπῇ περιπεσὼν ὑπὸ σηπεδόνος διεφθάρη τὰ ἔγκατα, καὶ τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν μορίων παρέπεμπεν, ἀλλὰ τὸ μυσαρὸν στόμα, τὸ τῆς βλασφημίας γενόμενον ὄργανον, ἀποκρίσεως ἐγένετο μόριον.

φασὶ δὲ αὐτοῦ τὴν γυναῖκα πίστει λαμπρυνομένην ταῦτα φάναι πρὸς τὸν ὁμόζυγα· »ὑμνεῖν , ὢ ἄνερ, προσήκει τὸν σωτῆρα Χριστόν, ὅτι σοι διὰ τῆς παιδείας τὴν οἰκείαν ὑπέδειξε δύναμιν· οὐ γὰρ ἂν ἔγνως τίς ὁ παρὰ σοῦ πολεμούμενος εἰ τῇ συνήθει μακροθυμίᾳ χρησάμενος ταύτας σοι τὰς θεηλάτους πληγὰς οὐκ ἐπήγαγεν‘.

ἐκ τῶδε τῶν λόγων καὶ τῶν ἐπικειμένων παθῶν συνεὶς τῆς νόσου τὴν αἰτίαν [*](1—S. 190, 8 vgl. Philostorg. VII 10. Sozomen. V 8, 2 f. Joh. Chrys. De Babyla c. Julian. 17. De laud. S. Pauli Homil. IV S. 492 Ε. Bickell, Gedichte des äm, Zeitschr. f. kath. Theol. II 351 (1878). Amm. Marcell. 23, 1, 4—5) [*](* 14—17 vgl. Theophyl. Bulg. Martyr. XV mart. 13 PG 126, 169 C?) [*](B V2 HN (n) + GSP (s) = r AL (y) F) [*](1 ιγ am Rand HSS ι γε > Bn ι ἐπάρχω V2 ι συνῆλθεν A ι 2 φίλιξ V-rF φίλης L φήληξ BPc φήληξ A ι 4 κόμιτα BV2 ι πριβάτον n περιουατῶν B 4/5 ῥωμαῖοι προσαγορεύειν εἰώθασιν BV2 προσαγορεύειν εἰώθασι ῥωμαῖοι y ῥωμαῖοι προσαγορεύουσιν rF ι 5 φιλικὰ nGSF φίληκα V2L φήλικα BP φήληκα Α ι a δυσσεβεῖ > AF, am Rand Ac ι 8 κόρης Y2 κόρης BSF ι 9 ὡς ἔρημα τὰ] κατὰ P I τὰ BV2y τά τῶν rF ι 10 φίλιξ] wie Z. 5 ι 11 vor ταῦτα + δὴ V2 ι 12 ποίοις rF ι 14 ἔτισαν BryFCass. ἔτισεν V2 ι γὰρ übergeschrieben Ac ι 16 ἀποκριτικῶν] κριτικῶν B ι 17 ἀποκρίσεως] ἐκκρίσεως V2L ι nach ἀποκρίσεως + κόπρου r. Nie. Cass. wie im Text ι It) τὸν σωτῆρα Χριστὸν προσήκει ~ A ι 20 οὐ BV2rF Cass. οὐδὲ y ι 22 τῶνδε] τούτων δεὴ V2 ι 23 τῶν > P ι τὴν αἰτίαν — 190, 1 τοῖς = Cass. > B)

190
ὁ δείλαιος ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτης ἐστερημένοις· ἀλλ’ οὔτε ἐκεῖνον ἔπεισε καὶ αὐτὸς τοῦ βίου τὸ τέλος ἐδέξατο.

ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος,

ἀπέσβη καὶ οὗτος καὶ τῶ αἰωνίῳ παρεπέμφθη θανάτῳ. οὗτοι μὲν οὑν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας.