Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁ δὲ ψευδόμαντις δαίμων τοῦ μὲν μάρτυρος τὸ κλέος ἐπηύξησε, τὸ δὲ οἰκεῖον ἐγύμνωσε ψεῦδος. σκηπτὸς γὰρ οὐρανόθεν καταπεμφθεὶς τὸν σηκὸν ἐνέπρησεν ἅπαντα καὶ αὐτὸ τοῦ Πυθίου τὸ ἄγαλμα κόνιν λεπτοτάτην ἀπέφηνε · ξύλινον γὰρ ἢν, ἔξωθεν ἀληλιμμένον χρυσῶ.

τοῦτο Ἰουλιανὸς ὁ Ἰουλιανοῦ θεῖος νύκτωρ μαθὼν τῆς Ἑῴας δὲ ὕπαρχος ἦν) κατὰ τάχος ἐλαύνων τὴν Δάφνην κατέλαβεν, ἐπικουρῆσαι σπουδάζων τῷ παρ’ αὐτῶν προσκυνουμένῳ θεῶ,. ἰδὼν δὲ τὸν καλούμενον θεὸν κόνιν γεγενημένον , τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χριστιανοῦ τινος τὸν ἐμπρησμὸν γεγενῆσθαι τοπάζων. οἱ δὲ καὶ αἰκιζόμενοι φάναι τι ψευδὲς οὐκ ἠνέσχοντο· τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ’ ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερόμενον τεθεᾶσθαι.

Ἀλλὰ καὶ ταῦτα οὕτως γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡπλίζοντο· καὶ τό τε ἱερὰ σκεύη τοῖς ταμιείοις βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε μεγάλης ἐκκλησίας ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν. οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον.

[*](6—18 vgl. Sozomen. V 20, 5—6. Philostorg. VlI 8. Artemii Passio 56 u. 52. Zonar. XIII 12, 42 f. S. 64, 18 — — S. 190, 7 vgl. Theophan. 50, 2 — 7—9 Job. Chrys. De S. Babyla c. Julian. 17 — 20 — 23 vgl. Artemii Passio 23 u. 57. Zonar. XIII 12, 43 S. 65, 3. Sozom. V 8, 1. Amm. Marcell. 22, 13, 3)[*](* 6—18 Cass. VI, 31 — — S. 190,7 Niceph. H. Ε. X 29 — 20—S. 190, 7 Cass. VI 32)[*](B V2 HN(n) + GSP[P von 21 ὁ τύραννος an] = r AL (y) F)[*](1 nach ὀλίγης + τινὸς B, vgl. ὀλίγης ὀδύνης αἰσθέσθαι Synax. ι οἱ V2y μοι rF αὐτῶ Synax. B ι 3 ἐκματτόμενον V2ryF Synax. ἐκμάττοντα B ι διά = Synax.] καὶ διά B ι 5 ἔλεγεν BV2rF Synax, ἔφη y ι 8 τοῦ Πυθίου τὸ] τὸ πιθίου L τοῦ πι·θίου Α ι 9 ἀληλιμμένον Gaisford ἀλληλειμένον, εἰ auf Rasur, V2 ἀλλειλημένον A ἀλληλι///μμένον Ar ἀλλειλιμμένον L ἠλιμμένον BF ἠλειμμένον n εἰλημμένον G εἰλιγμένον S ι 11 ἦν] ὥν V2 ι 13 γεγενημένον, ο auf Rasur A 14 τὸν ἐμπρησμὸν > T, hoc Cass. ι sy, übergeschrieben Ac ι 16 δὲ> V2 ι 19 ᾖ am Rand HSS ι 20 τε > B ι 21 ταμείοισ BsA, vgl. V 29 23 αὐτὴν] ταύτην V2 ι 23 23/24 συμμορίας Ἀρείου ~ V2)
189

Ἰουλιανῷ δέ γε τῷ τῆς Ἑῴας ὑπάρχῳ συνεισῆλθεν εἰς τὸν θεῖον [*](2) [*]([ιγ΄]) νεὼν Φίλιξ μέν, ταμίας ὢν τῶν βασιλικῶν θησαυρῶν , Ἐλπίδιος δέ, τῶν ἰδίων τοῦ βασιλέως χρημάτων τε καὶ κτημάτων τὴν ἡγεμονίαν πεπιστευμένος· κόμητα δὲ πριβάτων τὸν τοιοῦτον Ῥωμαῖοι προσαγορεύειν εἰώθασιν.

καὶ τὸν Φιλικὰ δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χριστιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῶ δυσσεβεῖ βασιλεῖ. ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερὰς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε· φάναι δὲ λέγεται ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας ὑπάρχει κηδεμονίας.

ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκεύασαν)· »ἰδού«, ἴφη, ἐν ὁποίοις σκεύεσιν ὑπηρετεῖται ὁ Μάριας υἱός«.