Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν (ἕνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει) εἰσήγαγε τὴν γυναῖκα· καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέβαινεν, εἴσω γενέσθαι προσέταξεν,

αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθεν. συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν (τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ) ἐν τῷ προδόμῳ καθεύδειν, ὁ δὲ Βιχέντιος (οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο) ἐν τῷ ἐνδοτέρωῳ θαλάμῳ κατέμενεν.

εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφράτας αἰσθόμενος (σκότος δὲ ἦν) ἤρετο τίς ὁ βαδίζων· φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει.

ὁ δὲ Ὄναγρος (οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο) μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας. βοῆς δὲ πλείστης γενομένης, συνέδραμον μὲν οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος.

καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν (ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ὑπὸ δὲ τὴν ἕω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν κατέλαβον τὰ βασίλεια· καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες ἔλεγον μὴ δεῖσθαι δίκης μηδὲ βασάνου τὰ τούτου παρανομήματα.

ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι- [*](Α HN (n) + GS (s) = r B2L + FVR [R bis 4 δράματος οἱ] (v) = z Τ) [*](1 καὶ αὐτῆσ B2 |7 ἐπεπήκει A |καὶ τοῦ auf Rasur A |8 ἐπιδεί- ξασ//// A | τῶν γ ἀρχιερέων καθεύδειν α θάτερον β A | 8/9 συνέβη B2 | 9 δὲ > T | 9/10 ἐξῆλθεν καλέσων ~ T |10 σινέβη — 12 κατέμενεν A m | εὐφράταν Alv | 11 δὲ] δέ γε ALv | 12 ὀνομάζεται Τ | κατέμενεν ArvTCass. κατέμεινεν B2L | 14 u. 15 εὐφρἀτασ ALv | δὲ] γὰρ T | 15 δαίμονασ Τ 17 εἰσ A s | ὀνἀγριοσ Τ, Onager Cass. | 19 τοῖς ποσὶν > A | 20 εἰσελθὼν und ἀπεκάλει Τ | nach τοὺς + τῆς gestrichen Α | 21 γεγενημένησ A 22 μὲν > An, übergeschrieben Ac | 24 γε > AB2 | τοῖς ἄλλοις — 25 σὺν > s | 25 ὑπὸ τὴν ἕω δὲ ~ T | 27 βασάνου AHB2v βασάνων NsLT, verberibus Cass. | 28 τοίτου AzTCass. τούτων r | γε > B2)

121
βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.

καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τις αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.

ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσίν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.