Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ταῦτα μεμαθηκότες οἱ δικασταὶ τῶν συνειλημμένων εἰς μέσον ἄγουσι τὸν νεώτατον· ὃς οὐκ ἀναμείνας τὴν ἀπὸ τῶν μαστίγων ἀνάγκην τὸ συντεθὲν ἐγύμνωσε δρᾶμα, καὶ τὸν Ὄναγρον ταῦτα πάντα δεδρακέναι καθωμοόγησεν· ἀχθεὶς δὲ ἐκεῖνος τὸν Στέφανον ἔφη ταῦτα προστεταχεναι.

Οὕτω τοῦ Στεφάνου τὴν πονηρίαν μεμαθηκότες, τοῖς τηνικαῦτα παροῦσι τῶν ἐπισκόπων καθελεῖν τοῦτον ἐπέτρεψαν καὶ τῆς ἐκκλησίας ἐξήλασαν. οὐ μὴν παντάπασιν ἡ ἐκκλησία τῆς Ἀρειανικῆς ἠλευθερώθη λώβης. Λεόντιος γὰρ μετ’ ἐκεῖνον τῆς προεδρίας ἔτυχεν, ἀνὴρ Φρὺξ μὲν τὸ γένος, τὴν δὲ γνώμην κρυψίνους καὶ τὰς ὑφάλους πέτρας μιμούμενος.

ἀλλὰ τὰ μὲν κατὰ τοῦτον μικρὸν ὕστερον διηγήσομαι. τότε δὲ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπισκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκώς, ἐπέστειλεν Ἀθανασίῳ τῷ [*](26 unten II 24 — 27 f vgl. Socrat. II 23, 4. Athanas. Histor. Arian. ad monach. 21) [*](A HN (n) + GS (s) = r B2L + FVR [R von 12 παρηγγύησε an] (v) = z Τ) [*](1 δικαστικῶσ Arz Cass. πολιτικώς Τ ι 3 τοῦ > Α ι 3/4 τοὺς vor τοῦ ~ n ι ἀνέδην HS ι 5 καὶ1 > Β2 ι 7 πρῶτον AnSVTCass. πρώτην GB2LF ἤροντο ArB2LT Cass. ἠρώτων v ι 10 ὡσ übergeschrieben Ac ι τε > T 11 τε > nT ι 12 παρεγγύησε A παρεσκεύασεν Β2 ι 14 ἐπεισελθόντων rzT supervenientium Cass. ὑπεισελθόντων A ι 20 Οὕτω:ι am Rand HSS ι Οὕτω τοῦ] οὕτω τε r sie igitur Cass. ι 22 ἀρειανῆσ T ι 23 μετ’ ἐκεῖνον τῆσ AT τῆς μετ’ ἐκεῖνον rz ι 24 ἐτὺγχανεν B2 ι τὸ μὲν γένος ~ n ι 25 ὑφάλασ Τ ι μὲν übergeschrieben Ac ι κατὰ τοῦτον] κατ’ αὐτὸν Β2 ι 26 δὲ AT δὴ rz)

122
μεγάλῳ καὶ ἅπαξ καὶ δὶς καὶ μέντοι καὶ τρίς, προτρέπων ἐκ τῆς Ἐσπέρας ἐπανελθεῖν. ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσά ἐνθήσω τῇ συγγραφῇ.

»Κωνστάντιος Νικήτης Αὔγουστος Ἀθανασίῳ.

>Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν >ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ >βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια ὅμως καὶ νῦν ταῦτα >γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν· δι΄ ὣν καὶ >τρεπόμεθα χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε >όχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ἱν ἐπιθυμεῖς >δυνηδῇς.«

Οὕτως αὐτὸν ἐπανελθόντα εὐμενῶς τε εἶδε καὶ τὴν Ἀλεξανδρέων ἀπολαβεῖν ἐκκλησίαν ἐκέλευσεν. ἀλλ’ οἱ τότε παραδυναστεύοντες, τὴν Ἀρειανικὴν εἰσδεδεγμένοι νόσον, ἔφασκον χρῆναι τὸν Ἀθανάσιον μίαν παρασχεῖν ἐκκλησίαν τοῖς κοινωνεῖν οὐ βουλομένοις αὐτῶ. ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκότος, ἔφη δίκαιον εἶναι τοῖς βασιλέως προστάγμασιν εἴκειν, βούλεσθαι μέντοι καὶ αὐτὸς ἀπαγγεῖλαί τινα καὶ αἰτῆσαι.

τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλομένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρασχεθῆναι τῶν θείων.

ἐπειδὴ δὲ ἐπένευσε βασιλεὺς ὀρθὴν εἶναι καὶ [*](4—11 bei Athanas. Apol. c. Arian. 51. Socrat. II 23, 8—9 Symeon. Vita Athanas. — 13—S. 123, 4 vgl. Rufin. H. E. X 20, S. 986, 17—987, 9. Sozomen. 20, 5—7. Socrat. II 23, 33—38. Vita Athanas. 18 PG 25 CGI. Photius (258) ebd. CCXIX. Symeon. Vita Athanas. 11) [*](A HN (n) + GS (s) = r B2L + FVR (v) = z Τ [bis 2 ἐπανελθεῖν]) [*](1 καὶ δὶς καὶ μέντοι καὶ τρίς] Λαὶ μέντοι καὶ δὶς καὶ τρίς A ι 2 μέσην Am ι 4 ία am Rand HSS ι 6 ἀμέριμνος AS, aber corr. Ac ι 10 πρὸσ ἡμᾶσ ArB2vAthan. Socr. πρὸσ ἡμᾶσ + καταλαβεῖν L und übergeschrieben Ac ι ἐπιθυμῆσ ALv ι 12 ιβ am Rand HSS ι 13 ἐκκλησίαν ἀπολαβεῖν ~ nV ι 14 ἔφασκον A ἔφασαν rz ι 17 vor βασιλέως + τοῦ rB2 ι προστάγμασιν A = Sozom., ἐπιτάγμασιν rz ι 18 αὐτὸς] αὐτὸν An ι ἀπαγγεῖλαί n ἐπαγγεῖλαί (ἐ Rasur Ac) A ἐπαγγεῖλαί sz ι καὶ αἰτῆσαι sz ι 20 τοὺς] τοὺς s ι 20/21 βουλομένουσ HB2 βουλομένοισ die übr. HSS ι 21 εὐκτηρίων νεῶν HS εὐκτηρίω νεώ N ι καὶ1 > s ι τῶν οἴκων] οἶκον n ι 22 ὁ βασιλεὺς nL)

123
δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι παρασχεθῆναι τὰς ἐκκλησίας εἰπόντες. οὕτω τὸν Ἀθανάσιον θαυμάσας Κωνστάντιος ἀπέπεμψεν εἰς τὴν Ἀλεξάνδρειαν.

ἐτεθνήκει δὲ ὁ Γρηγόριος, ὑπ’ αὐτῶ, ἐκείνων δεξάμενος τὴν σφαγήν. θεασάμενοι δὴ οὖν τὸν νομέα δημοθοινίας ἐπετέλουν καὶ ἑορτὰς λαμπροτάτας, αὐτόν τε γεραίροντες καὶ τὸν θεὸν ἀνυμνοῦντες.

Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφεν.