Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλὰ τοῦτον οὕτω τῷ θανάτῳ, μᾶλλον δὲ τῇ τῶν οὐρανῶν παραπέμψαντες βασιλείᾳ, Μακεδόνιον ἀντὶ τούτου προὐβάλοντο, ὁμογνώμονα τοῦτον ὑπειληφότες ἐπειδὴ παραπλησίως αὐτοῖς ἐβλασφήμει τὸ πανάγιον πνεῦμα ἀλλὰ μικρὸν ὕστερον καὶ τοῦτον ἐξήλασαν, κτίσμα λέγειν οὐκ ἀνασχόμενον ὃν υἱὸν ἡ θεία προσαγορεύει γραφή.

οὑ δὴ χάριν οὕτος ἐκείνων ἀποκριθεὶς ἰδίας αἱρέσεως προστάτης γεγένηται· ὁμοούσιον μὲν οὐδὲ οὕτος τῶ πατρὶ τὸν υἱὸν εἶναι λέγων, ὅμοιον δὲ εἶναι κατὰ πάντα τῷ γεγεννηκότι διδάσκων, κτιστὸν δὲ τὸ πνεῦμα προφανῶς ὀνομάζων. ταῦτα μὲν οὑν οὐ πολλῷ χρόνῳ ὕστερον οὕτω γέγονεν ὡς εἰρήκαμεν.

Εἰς δὲ τὴν Σαρδικὴν πεντήκοντα μὲν καὶ διακόσιοι συνῆλθον ἀρχιερεῖς, ὡς διδάσκει τὰ παλαιὰ διηγήματα. ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροΠόλεως, ὃς καὶ ἐπὶ τῆς συνόδου τῆς μεγάλης ἐπίσκοπος ἠν.

ἀφίκοντο δὲ καὶ οἱ τούτων κατήγοροι καὶ οἱ τῆς αἱρετικῆς προστατεύοντες φάλαγγος, οἱ πάλαι τῶν περὶ τὸν Ἀθανάσιον γενόμενοι δικασταί. ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγίειαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον ἀλλ’ ἀπέδρασαν σὺν τοῖς [*](6—14 vgl. Rufin. H. Ε. X 26, 990, 1—5 u. 11—13. Sozomen. Haeret. Fabul. IV 5 PG 83, 424 A — 18 oben S. 85, 7) [*](* 16 Nicetas Thesaur. VI 13 PG 140, 20 B) [*](B A HN(n) + GS(s) = r L+FV [Vbis 16 Σαρδικὴν] (v) = z TW [his 2 ὑπηρέτης]) [*](1 γενόμενον = Athan. γενόμενον B γενόμενον A aber νό auf Rasur Ac ι 2 πρωτοστάτης A ι 3 Τοιαίτας: ς am Rand Bz ι 4 συμβαίνει /// A ι 6 am Rand A ι τῷ > n ι 7 προὐβάλλοντο A, statuerunt Cass. ι 8 τοῦτον] τούτων αὐτὸν n ι 10 προσαγορεύει ἡ θεία ~ Α ι 12 ἐγένετο L ι 14 οὖν > n ι οὐ > A, non Cass. ι 16 ζ am Rand HSS ι δὲ] δέ γε B ι σαπδικὴν, α aus ε corr., B σερδικὴν V ι μὲν > n ι 17 ὡς //// A ι 18 ὁ As ι γαζεύσ B ι 19 ὁ > BA ι ὃς B ι καὶ As ι 21 οἱ1 > B ι 22 τὸν > L, gestrichen in A ι 23 δόγμασιν] προστάγμασιν A, vgl. IV 7, 7 u. S. 118, 7 ι ὑγείαν AS ὑγίαν G)

101
ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι.